- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:163.27-164.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努依据理智的创世活动以及技艺与科学的本质,论证真正的认知本质上关涉普遍者,进而反驳了亚里士多德将普遍者的知识视为潜能、将个别者的知识视为现实的主张。
εἰ δὲ νοῦς τις καὶ ταῦτα μετατίθησιν ὁ δυνάμει ἢ ὁ ἐνεργείᾳ ἢ καὶ ὁ συναμφότερος, δῆλον ὡς εἰ μὲν αὐτῷ τῷ εἶναι δημιουργοίη, τήν τε αἰτίαν ἔχει τῶν ἀποτελουμένων ἐν ἑαυτῷ καὶ εἰκόνας ὑφίστησιν ἑαυτοῦ (τοιαῦτα γὰρ πάντα ἐστὶ τὰ τῷ εἶναι ποιοῦντα)· εἰ δὲ προαιρέσει καὶ μεταβατικῇ νοήσει, πάλιν εἰς τί τῶν ἐν ἑαυτῷ τεταγμένων καὶ ὡρισμένων ἀφορῶν ταῦτα δημιουργήσει; οὐ γὰρ δὴ ἐμπλήκτως οὐδὲ ἀσταθμήτως κατὰ τοὺς παρ’ ἡμῖν ὅ τι ἂν τύχωσι διαπραττομένους. ἀμφοτέρως δὲ τὰ εἴδη τῶν δημιουργημάτων ἕξει ἐν ἑαυτῷ· οὐδὲ γὰρ ἂν οὐδ’ ἡμεῖς ἐξ ὡρισμένων στοιχείων τῶν κδ ἀπείρους ἠδυνάμεθα φωνὰς ὑφιστάνειν, εἰ μὴ καὶ ἑκάστου αὐτῶν τὸ εἶδος εἴχομεν ἐν ἡμῖν αὐτοῖς καὶ πάντων αὐτῶν τῆς συνθέσεως τοὺς λόγους. διὰ τί γὰρ τὰ μὲν ἄλογα βραχείας ἔχει τὰς τῶν οἰκείων παθῶν ἐξαγγελτικὰς φωνάς, ὁ δὲ ἄνθρωπος μυριάκις μυρίαις ἐξαλλαγαῖς χρώμενος οὐ λήγει ποτὲ τὰς καθ’ ἕκαστα τεκταινόμενος; τὸ δὲ καὶ τὴν μὲν τῶν καθόλου ἐπιστήμην δυνάμει λέγειν εἶναι, τὴν δὲ τῶν καθ’ ἕκαστα ἐνεργείᾳ, φανερῶς ἀνατρέποντός ἐστι1 διὰ τὴν πρὸς τοὺς παλαιοτέρους φιλονεικίαν τά τε ἐν τοῖς Ἀποδεικτικοῖς αὐτῷ ῥηθέντα, ὅτι τῶν καθ’ ἕκαστα οὐκ ἐγχωρεῖ γίγνεσθαι ἐπιστήμην, μήτοι γε δὴ ἀμείνω καὶ τελειοτέραν τῆς τῶν καθόλου. καὶ ὡς ἔοικεν ὁ πρῶτος τρόπος τοῦ πρώτου σχήματος ὁ ἐκ δύο καθόλου καταφατικῶν συνάγων, ὃν ἐν ἄλλοις ἀποδεικτικώτατον εἶναι λέγει, οὐ ποιεῖ συμπέρασμα τέλειον οὐδ’ ἐπιστημονικὸν ἐνεργείᾳ, ἀλλ’ ἔσονται οἱ ἐκ καθόλου καὶ μερικῆς τελειότεροι, μάλιστα ἐὰν ἡ τῶν καθ’ ἕκαστα ᾖ ἐλάττων.2 τὸ μὲν οὖν τὴν αἴσθησιν προηγουμένως μὲν τοῦ ἀτόμου εἶναι, κατὰ συμβεβηκὸς δὲ τοῦ ἐν τῷ ἀτόμῳ κοινοῦ συγχωρείσθω· τὸ δὲ διὰ τοῦτο καὶ τὴν γραμματικὴν ἀξιοῦν προηγουμένως μὲν εἶναι τοῦδε τοῦ ᾱ, κατὰ συμβεβηκὸς δὲ τοῦ κοινῶς ᾱ ψευδές ἐστι. μᾶλλον γὰρ τῶν καθόλου εἰσὶν αἱ τέχναι· γεννῶσι δὲ καὶ κρίνουσι καὶ τὰ καθ’ ἕκαστα τῷ ἔχειν τοῦ κοινοῦ τὰς αἰτίας· οἶδε μὲν γὰρ ὑγιάζειν ὁ ἰατρὸς ἄνθρωπον καὶ οὐχὶ Καλλίαν· ὅταν δὲ μετὰ τῆς ὕλης ἐνεργῇ, τὸ ἄτομον ὑγιάζει διὰ τὸ τοὺς περὶ ὑγιείας λόγους προειληφέναι. καὶ ὁ γραμματικὸς οἶδε μὲν τὴν δύναμιν τοῦ ᾱ ψιλουμένου τε καὶ δασυνομένου, βραχυνομένου τε καὶ παρατεινομένου, καθ’ ἑαυτό τε λεγομένου καὶ σὺν ἄλλοις ταττομένου, προτακτικῶς μὲν ἐν τοῖς φωνήεσι, προτακτικῶς δὲ καὶ ὑποτακτικῶς ἐν τοῖς συμφώνοις· ὅταν δὲ ἐκφωνεῖν ἐθελήσῃ ἢ κρῖναι τὴν ἑτέρου προφοράν, τότε περὶ τὸ ἄτομον ἐνεργεῖ τῷ προειληφέναι τοῦ καθόλου τοὺς λόγους. καὶ ταῦτα μὲν περὶ τῶν τεχνῶν, αἳ τούτῳ διαφέρειν εἴρηνται τῶν ἐμπειριῶν τῷ τὴν αἰτίαν εἰδέναι τῆς ἑαυτῶν ἐνεργείας, συμφωνότατα ὄντα καὶ αὐτῷ Ἀριστοτέλει σαφῶς καὶ ἐν ταῖς Ῥητορικαῖς τέχναις κηρύττοντι ὡς “οὐδεμία τέχνη ἐπισκοπεῖ τὸ καθ’ ἕκαστον, ὥσπερ, φησίν, ἡ ἰατρική· οὐ γὰρ τί Σωκράτει ὑγιεινόν ἐστιν ἢ Καλλίᾳ, ἀλλὰ τί τῷ τοιῷδε ἢ 〈τοῖς〉 τοιοῖσδε· τοῦτο γάρ ἐστιν ἔντεχνον, τὸ δὲ καθ’ ἕκαστον, φησίν, ἄπειρον καὶ οὐκ ἐπιστητόν.” ὅταν δὲ εἰς τὰς ἐπιστήμας ἀνέλθωμεν, αἳ οὐδενὸς αἰσθητοῦ προσάπτονται, μόνων δέ εἰσι τῶν ἀμερίστων καὶ ἀύλων εἰδῶν, πῶς ἔστιν ἐπὶ τούτων ἐννοῆσαι τὸ μὴ εἶναι προηγουμένως αὐτὰς τῶν ὅλων ἀλλὰ τῶν ἀτόμων; Ἀλλὰ μὴν οὐδὲ τὸ πρὸς τῷ τέλει ῥηθὲν ἁπλῶς ἄν τις καὶ ἄνευ προσδιορισμοῦ καταδέξαιτο. εἰ γάρ, φησί, καθόλου αἱ ἀρχαί, καθόλου καὶ τὰ ἐξ αὐτῶν, ὥσπερ ἐπὶ τῶν ἀποδείξεων.
另一方面,假若某种理智也在重新排列这些[元素],无论它是潜能的、现实的,还是两者兼具的,显而易见,如果它凭自身的存在进行创造,它便在自身中拥有所成之物的原因,并使自身的形象得以确立(因为凡是凭存在而作用者皆是如此);但如果它是通过选择和推移性思想来创造,它又将着眼于自身中已被排列和规定的何种事物来进行这些创造呢?因为绝不会像我们当中那些碰巧遇到什么就做什么的人那样,任性妄为或难以测度地进行创造。然而无论在哪一种情形下,它都将在自身中拥有受造物的形式;因为假若我们自己没有在自身中拥有它们[元素]每一个的形式以及它们全体之结合的理性法则(逻各斯),我们甚至也无法从那限定的二十四个元素中确立起无限的言语。试问为何无理性的动物只有短促的、宣告其自身情态的呼叫,而人却能运用亿万种变化,永不停歇地构筑起个别的言语呢?此外,宣称普遍者的科学知识是潜能的、而个别者的科学知识是现实的,这显然是由于与古人争胜而彻底推翻了他自己在《后分析篇》中所说的论断,即不可能产生关于个别者的科学知识,更遑论产生比普遍者的科学知识更优越、更完满的知识了。而且看起来,他在别处称之为最具有证明力的、由两个普遍肯定命题推导出来的第一格第一式,在现实中便不能得出完满的或具科学性的结论,反而是由普遍命题和特称命题构成的推论式将更加完满,尤其是当其小前提关涉个别者时更是如此。因此,且承认感觉首先关涉个别物,而附带地关涉个别物中的共同者;但若因此便要求文法学也首先关涉这一个别的α,附带地关涉共同的α,则是虚妄的。因为技艺更多是关涉普遍者的;它们乃是通过拥有共同者的原因来生成并评判个别物。实际上,医生懂得医治人,而不是医治卡利亚斯;而当他结合质料进行活动时,他是通过预先把握了关于健康的理性法则来医治个别物的。文法家同样懂得α在发不送气音与送气音、发短音与长音、单独发音以及与其他字母组合时的功能——在元音中置于前,而在辅音中则可置于前或置于后;但当他想要发音或评判他人的发声时,他之所以针对个别物活动,乃是因为预先把握了普遍者的理性法则。这些关于技艺的论述——人们说技艺之所以不同于经验,就在于懂得自身活动的原因——与亚里士多德本人在《修辞学》中也明文宣告的内容完全吻合,他说道:“没有任何技艺考察个别物,例如,他说,医术就是如此;因为医术考察的不是什么对苏格拉底或卡利亚斯有益健康,而是什么对具有此类性质的人或这几类人有益健康;因为这才是合乎技艺的,而个别物,他说,则是无限且不可被科学认识的。”可是,当我们上升到完全不触及任何可感觉事物、唯独关涉不可分且非质料形式的各门科学时,人们又怎能设想这些科学在根本上并非关涉全体而是关涉个别物呢?然而,对于他在最后所说的论断,也绝不可能有人无条件且毫无限定地予以接受。因为他说,如果本原是普遍的,那么从本原产生出来的也必然是普遍的,正如在证明中那样。
- 3.129τὸ δὲ καὶ τὴν μὲν τῶν καθόλου ἐπιστήμην δυνάμει λέγειν εἶναι, τὴν δὲ τῶν καθ’ ἕκαστα ἐνεργείᾳ, φανερῶς ἀνατρέποντός ἐστι
该句的主语是带有冠词的不定式短语 τὸ ... λέγειν εἶναι(“宣称普遍者的知识是……”),谓语由系动词 ἐστί 与属格分词 ἀνατρέποντος 构成属格表语(所有或特征属格),意为“属于/是推翻……之人的作为”。
- 3.129μάλιστα ἐὰν ἡ τῶν καθ’ ἕκαστα ᾖ ἐλάττων
在三段论的语境中,ἐλάττων 是指“小前提”(πρότασις ἐλάττων)的省略表达,而非小词。阴性冠词 ἡ 承接了被省略的阴性名词 πρότασις,意为“尤其是当小前提关涉个别者时”。
