- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:162.17-163.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努探讨了亚里士多德在《形而上学》卷十三第十章中围绕本原是个别还是普遍所提出的疑难(1086b14),批评其术语混淆,指出理念的本原既非个别物亦非无实体的普遍者,而是超越的理智原因,并驳斥了亚里士多德基于字母与语音类比所作出的裁定。
" Ὁ δὲ καὶ τοῖς λέγουσι... ἔστι δ’ ὡς οὔ." Χαλεπὸν μὲν ἀπαντῆσαι πρὸς τὰ ῥηθέντα διὰ τὴν ἐν τοῖς ὀνόμασι σύγχυσιν· ἀρχάς τε γὰρ καὶ στοιχεῖα τὰ αὐτὰ μεταλαμβάνων καλεῖ, καὶ ἔτι ὄντα πότερον τὰ νοητὰ † σώματα δηλοῖ ἢ τὰ ὅπως ποτὲ ὄντα, διστάσειεν ἄν τις ἴσως. εἰ μὲν γὰρ περὶ τῶν ὄντως ὄντων οἱ λόγοι, τὰ κυρίως στοιχεῖα οὐκ ἂν ἐν αὐτοῖς περιλαμβάνοιμεν, ἀλλ’ ἀρχὰς μὲν ἔχειν φήσομεν τελικὰς καὶ ποιητικάς, τὰ δὲ κυρίως λεγόμενα στοιχεῖα οὐκ ἔστιν ἐν τοῖς ἁπλουστάτοις εἴδεσιν. εἰ δὲ καὶ τὰ αἰσθητὰ περιλαμβάνει, δοτέον μὲν ἐν τούτοις εἶναι καὶ 〈τὰ〉 στοιχεῖα καὶ τὰς ἄλλας ἀρχάς· ὅμως δὲ οὐχ εἷς ὁ λόγος περὶ πασῶν ἀρχῶν, ἀλλ’ αἱ μὲν στοιχειώδεις ἀχώριστοι, αἱ 〈δὲ〉 κυρίως ἀρχαὶ χωρισταί. εἰ δὲ χρὴ πρὸς τὴν διάνοιαν ἀπιδόντας ἡμᾶς τὴν τοῦ φιλοσόφου τῆς ἀμφιβολίας τῶν ῥημάτων ὑπεριδεῖν, δοκεῖ μοι τὴν μὲν ἀναίρεσιν τῶν χωριστῶν οὐσιῶν παραιτήσασθαι,1 μὴ πᾶσα ἄρδην ἀφανισθεῖσα συνανέλῃ καὶ τὴν φαινομένην οὐσίαν (καὶ τοῦτο λίαν ἐμφρόνως καὶ ἑαυτῷ συμφώνως· καὶ γὰρ ἀλλαχοῦ ἔδειξεν, ὅτι ἐὰν μή τι ἀπειροδύναμον ἢ * * * καὶ πεπερασμένην ἔχει τὴν δύναμιν)· πάλιν δὲ προσέσθαι τὴν χωριστὴν οὐσίαν ἄπορον αὐτῷ καταφαίνεται, ἐπειδὴ τὰς ἀρχὰς αὐτῆς εἰ μὲν ἀτόμους ὑποθοῖτο, τοσαῦτα οἴεται ἔσεσθαι τὰ ὄντα ὅσαι αἱ ἀρχαί (ὁρᾷ γὰρ αὐτὰς ὡς στοιχεῖα νῦν) καὶ ἐπιστήμην αὐτῶν οὐ καταλείψειν (τῶν γὰρ ἀτόμων οὐκ ἔστιν ἐπιστήμη, ὡς αἱ ἀποδείξεις καὶ οἱ ὁρισμοὶ δηλοῦσιν)· εἰ δὲ καθόλου, [τὸ] μὴ εὔλογον εἶναι τῆς οὐσίας ἀτόμου οὔσης ἀρχὴν εἶναι ἀνούσιον·2 δοκεῖ γὰρ αὐτῷ τὸ καθόλου ἀνούσιον εἶναι. εἴπωμεν οὖν τέως πρὸς ταῦτα, ὅτιπερ αἱ ἀρχαὶ τῶν ἰδεῶν οὔτε ἄτομοί εἰσιν οὔθ’ οὕτω καθόλου, ὡς τὰ ἐν ψυχῇ εἴδη ἢ τὰ ἐν τῇ φύσει ἢ τὰ ἐν τοῖς αἰσθητοῖς ἢ τὰ ὑστερογενῆ φαντάσματα, ἃ δὴ μόνα τῶν καθόλου καὶ ἀνούσιά τις ἄν φαίη δικαίως· ἀλλ’ εἰσὶ πρὸ πάντων τούτων αἰτίαι μὲν οὖσαι τῶν ὅλων, οὐδὲν δὲ ὧν ἐστι τὰ ἐξ αὐτῶν ἀπογεννώμενα, ὅπου γε οὐδὲ αἱ ἰδέαι αἱ ἀπ’ αὐτῶν προελθοῦσαι ἄτομοι ἢ καθόλου, ἀλλὰ τὸ ἐξῃρημένον τούτων εἶδος καὶ νοερόν· ὥσπερ γὰρ τὸ μὲν ἄτομον ὑλικόν (ἐν γὰρ τῇ ὕλῃ μόνῃ μερίζονται καὶ ὥσπερ ἀποτεμαχίζονται οἱ λόγοι), τὸ δὲ καθόλου ψυχικόν, οὕτω τὸ ἀμέριστον πάντῃ νοερόν. διὰ τί δὲ καὶ τὸ καθόλου πᾶν ἀνούσιον εἶναί φαμεν; Τῶν οὖν ἀπορηθέντων τὰ μὲν † ἂν ἐμφρόνως εἴρηται, τὰ δὲ πρὸς τοὺς θεμένους οὐδεμίαν ἰσχὺν οὐδὲ ἀλήθειαν ἔχει· λοιπὸν δὲ ἡ ἐπίκρισις αὐτοῦ λίαν ἔχει τὸ βίαιον· ἀξιοῖ γάρ, ὥσπερ τὰ στοιχεῖα τῆς φωνῆς ἀπείρους ποιεῖ φωνάς, οὐκ ὄντα χωριστὰ τῶν φωνῶν, οὕτω καὶ τὰς ἀρχὰς τῶν ὄντων ἀχωρίστους οὔσας τῶν ἀτόμων * * τῇ αἰσθητῇ οὐσίᾳ. ἀλλὰ πρῶτον μὲν οὐ τοιαύτας ἐκεῖνοι τὴν μονάδα καὶ τὴν δυάδα· ἔπειτα ὥσπερ ἐνταῦθα ἡ διάνοιά ἐστι καὶ ἡ λεκτικὴ φαντασία ἡ μετατιθεῖσα τὰ στοιχεῖα καὶ τῇ ποιᾷ μεταθέσει τὰς διαφόρους ἀποτελοῦσα φωνάς, οὕτω καὶ ἐν τῷ παντὶ τί ἐστι τὸ μετατιθὲν τὰ στοιχεῖα καὶ τὴν ἀειγενεσίαν διασῶζον; εἰ μὲν γὰρ χεῖρον διανοίας, ὅρα μὴ τὰ μέρη τῶν ὅλων σεμνότερα ποιῶμεν3 καὶ τὰ συμβεβηκότα τῶν οὐσιῶν καὶ τὰ θνητὰ τῶν θείων καὶ τὰ ἀεὶ ὡσαύτως ἐνεργοῦντα τῶν ὀλιγάκις κατορθούντων, εἴ γε τὰ μὲν περὶ ἡμᾶς διανοίᾳ, τὰ δὲ ὅλα μηδὲ λόγῳ κυβερνᾶσθαι φήσομεν.
“而对于主张相的人们……在某种意义上是,在某种意义上不是。” 要回应所说的一切确实困难,这是由于术语上的混乱所致;因为他把本原和元素互换着称呼为相同的事物,而且在谈到“存在者”时,究竟是指理智的[无实体的]存在,还是指无论何种方式存在的事物,人们也许会心生疑窦。因为如果这些论述是关于真正存在者的,我们就不会在其中包含严格意义上的元素,而会主张它们具有目的本原和动力本原,但严格意义上的元素并不存在于最单纯的形式之中。然而,如果它也涵盖可感觉事物,就必须承认在这些事物中既有元素,也有其他本原;不过,关于所有本原的说法并不是单一的,而是元素性的本原不可分离,严格意义上的本原则是分离的。但是,如果我们应当着眼于这位哲学家的意图而忽略词句上的歧义,在我看来,他回避了取消分离的实体,以免它被彻底消灭后将显现的实体也一并取消(这极其明智且与他自身相融贯;因为在别处他也曾指出,除非存在某种具有无限力量的事物……否则便具有有限的力量);然而另一方面,接纳分离的实体在他看来又是一个疑难,因为对于它的本原,如果他假定它们是个别的,他认为存在者的数量就会与本原一样多(因为他此刻把它们视为元素),并且不会留下关于它们的科学知识(因为如证明和定义所表明的那样,不存在关于个别物的科学知识);而如果假定它们是普遍的,[他认为]在实体是个别的情况下,其本原却是无实体的,这是不合情理的;因为在他看来,普遍者是没有实体的。因此,我们姑且就此回应说:理念的本原既不是个别的,也不是如同灵魂中的形式、自然中的形式、可感觉事物中的形式或后生的表象那样的普遍者——在普遍者中唯独这后者人们才能公正地称之为无实体的;相反,它们先于所有这些而存在,作为全体的原因,却绝非任何由它们所产生的事物,因为就连从它们流出的理念本身也既不是个别的也不是普遍的,而是超越于这些的理智形式。正如个别物是质料性的(因为唯独在质料中,诸理性法则才被分割并仿佛被切成细块),普遍者是灵魂性的,同样,全然不可分割者则是理智性的。况且,我们凭什么说凡是普遍者都是无实体的呢?因此,在所提出的疑难中,有些论述固然明智,但另一些对于那些确立[理念]的人而言则既无效力也无真理;此外,他的裁决极其勉强。因为他要求,正如言语的元素(字母)在不脱离言语的情况下生成无数言语一样,存在者的本原在不脱离个别物的情况下也[从属于]可感觉的实体。但首先,他们并不认为单子和二元是这一类的;其次,正如在此处是推论性理智和语言性想象在重新排列元素,并通过特定的重排生成各种不同的言语,那么在宇宙中,又是什么在重排元素并维系着永恒生成呢?因为如果它是劣于推论性理智的,那就必须警惕我们是否会将部分置于全体之上、将偶性置于实体之上、将凡俗之物置于神圣之物之上、将始终以同样方式活动的事物置于极少能走上正道的事物之上——假若我们要宣称关涉我们的事物受推论性理智支配,而全体却甚至不依照理性法则来引导的话。
- 3.129δοκεῖ μοι τὴν μὲν ἀναίρεσιν τῶν χωριστῶν οὐσιῶν παραιτήσασθαι
在非人称表达 δοκεῖ μοι 之下,不定式 παραιτήσασθαι 的逻辑主语由前文的 τοῦ φιλοσόφου(亚里士多德)在宾格(αὐτόν)中承前补出。动词 παραιτέομαι 支配宾格宾语 τὴν ἀναίρεσιν(“回避/免除对……的取消”),其后引导由 μὴ ... συνανέλῃ 构成的表示防范或担忧的从属从句(“以免一并取消……”)。
- 3.129εἰ δὲ καθόλου, [τὸ] μὴ εὔλογον εἶναι τῆς οὐσίας ἀτόμου οὔσης ἀρχὴν εἶναι ἀνούσιον
在条件分句 εἰ δὲ καθόλου 中,省略了前半分句 εἰ μὲν ἀτόμους ὑποθοῖτο 中的动词短语 ὑποθοῖτο τὰς ἀρχάς(“假定本原是普遍的”)。其后跟随的 [τὸ] μὴ εὔλογον εἶναι 是从属于 καταφαίνεται αὐτῷ 或 οἴεται 的间接引语不定式结构,并进一步支配不定式短语 ἀρχὴν εἶναι ἀνούσιον(“其本原是无实体的”)作为其主语。短语 τῆς οὐσίας ἀτόμου οὔσης 则充当属格独立结构(“在实体是个别的情况下”)。
- 3.129ὅρα μὴ τὰ μέρη τῶν ὅλων σεμνότερα ποιῶμεν
祈使语气 ὅρα 与第一人称复数虚拟语气 ποιῶμεν 结合构成 ὅρα μή 句式,表达告诫或担忧(“当心/警惕我们是否会使……”)。后续的一系列宾格成分(τὰ μέρη 等)与比较级谓词(σεμνότερα)构成的结构中,紧随其后的属格(τῶν ὅλων, τῶν οὐσιῶν 等)皆为比较属格,由句末的条件从句 εἴ γε ... φήσομεν 为该论断提供前提根据。
