← 叙利亚努斯

亚里士多德《形而上学》注释

§160.29-162.16

普遍者的分离与作为科学对象的理智形式

叙利亚努针对亚里士多德探讨普遍者与分离问题的段落(1086a35–1086b7)进行注解,借助回忆说为苏格拉底对形式的分离作出辩护,论证了科学证明的成立依赖于理智中的形式实体而非内在普遍者或抽象概念,并说明同名指称乃是基于范型与影像关系的合理论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.127

" Αἴτιον δὲ... ἐστί." Καὶ ἡμεῖς εἴπομεν ἐν τοῖς ἔμπροσθεν, ὡς οὔτε ἡρακλειτίζοντες ἦλθον ἐπὶ τὰ εἴδη οὔτε Σωκράτης ὑγιῶς ἐπαινεῖται διὰ τὸ μὴ χωρίσαι τῶν αἰσθητῶν τὰ καθόλου· οὐ γὰρ ἀχώριστα μόνα ᾤετο εἶναι [τὰ] καθόλου, ἀλλὰ καὶ τοιαῦτα μὲν οἷα δή ἐστι καὶ τὰ ἀόριστα. οὐ μὴν ἀλλὰ καὶ χωριστά,1 ὡς ὁ περὶ τῆς ἀναμνήσεως δηλοῖ λόγος προχειρότατος ὢν αὐτῷ Σωκράτει, “ὃν σύ, φησίν, εἴωθας θαμὰ λέγειν”, καὶ πολλῷ δικαιότερός ἐστιν ἐπαινεῖσθαι διὰ τὴν ὑπεροψίαν μὲν τῶν αἰσθητῶν, ἐνθεαστικὴν δὲ περὶ τὰ θεῖα τῶν εἰδῶν ἀναστροφήν. ἀλλὰ ταῦτα μὲν προείρηται. ἐπειδὴ δὲ σαφῶς ὁμολογεῖ μὴ εἶναι λαβεῖν ἐπιστήμην ἄνευ τῶν καθόλου, ποίων καθόλου, ζητήσομεν παρ’ αὐτοῦ μαθεῖν. ἆρα τῶν ἀχωρίστων; ἀλλὰ ταῦτα μόριά ἐστι τῶν αἰσθητῶν καὶ ὕλης ἐπέχει λόγον ὡς πρὸς αὐτὰ καὶ οὔτε πρότερα αὐτῶν ἐστιν οὔθ’ ὕστερα· τὰς δὲ ἀποδείξεις καὶ τὰς ἐπιστήμας ἐξ αἰτίων καὶ προτέρων καὶ οἰκείων παραγίγνεσθαι πολλάκις διισχυρισάμεθα· καὶ μὴν καὶ τοῦτο παρ’ αὐτοῦ λαβόντες ἔχομεν οὐ μόνον ἐν ἄλλαις πραγματείαις, ἐν αἷς προηγουμένους τοὺς περὶ τούτων ποιεῖται λόγους, ἀλλὰ κἀν τοῖς ὀλίγον ἔμπροσθεν εἰρημένοις, ὅτι τὸ κατηγορούμενον καθόλου ἕτερόν τί ἐστι τοῦ ὡς μέρους ὑπάρχοντος τῷ ἀτόμῳ καὶ εἰς ταὐτὸν αὐτῷ συνδραμεῖν οὐκ ἄν ποτε δύναιτο. εἰ τοίνυν αἱ ἀποδείξεις πᾶσαι ἐκ τῶν καθόλου κατηγορουμένων, οὐκ ἂν εἶεν ἐκ τῶν ὑπαρχόντων τοῖς πράγμασιν. ἔπειτα εἰ διὰ τῶν καθόλου τῶν ἀχωρίστων αἱ ἀποδείξεις, πρῶτον μὲν οὐ κατὰ παντὸς τοῦ ἀνθρώπου τὸ ζῷον εἰρήσεται· τὸ γὰρ ἐν τῷ ἀνθρώπῳ ζῷον οὐ δήπου καὶ τὸ λογικὸν ἢ τὸ γελαστικὸν ἢ τὸ θνητὸν περιέχει. καθόλου δὲ καταφάσεως ἀνῃρημένης ἴσμεν ὅτι κινδυνεύουσι καὶ συλλογισμοὶ πάντες ἀνῃρῆσθαι, μήτοι γε δὴ ἀποδείξεις περιλείπεσθαι.2 εἶτα τίνα ἔσται τὰ ἀποδεικτά, εἰ δι’ ὧν αἱ ἀποδείξεις, ταῦτα καθόλου καὶ ἀχώριστα; οἱ μὲν γὰρ χωριστὰ ποιοῦντες τὰ δι’ ὧν αἱ ἀποδείξεις ἅμα μὲν ἐξ αἰτίων τὰ αἰτιατὰ δεικνύουσιν, ἅμα δὲ τὰ ἀποδεικτὰ δύνανται δεικνύναι, καὶ ἐν χωρισταῖς ὄντα οὐσίαις, καὶ ἐν ἀχωρίστοις μὲν καθολικώτερα δέ. ἀλλὰ χωριστὰ μὲν ποιήσομεν τὰ δι’ ὧν αἱ ἀποδείξεις, ὑστερογενῆ δὲ καὶ ἀνούσια, ὥσπερ ὁ κατ’ ἐπίνοιαν ἄνθρωπος ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐν ταῖς φαντασίαις ἡμῶν ἢ ταῖς δόξαις τὴν ὑπόστασιν εἰληφώς; ἀλλ’ οὕτω πάλιν οὔτε ἐκ προτέρων οὔτε ἐξ αἰτίων αἱ ἀποδείξεις ἔσονται, ἐξ ὑστέρων δὲ καὶ αἰτιατῶν, καὶ ἔτι διὰ τῶν μὴ ὄντων τὰ ὄντα γνωριοῦμεν, ὃ πάντων ἐστὶν ἀλογώτατον. εἰ ἄρα καὶ πρὸς ἡμᾶς αὐτοὺς καὶ πρὸς τὰ πράγματα συμφωνήσομεν, τῶν μὲν αἰσθητῶν τοὺς φυσικοὺς λόγους προθήσομεν, τούτων δὲ τὰς ἐννοίας ἡμῶν τὰς θεωρούσας τὰ ὄντα διὰ τῆς τῶν καθόλου λόγων ἀναπλώσεως, ἐξ ὧν καὶ ἀπόδειξις φύεται καὶ πᾶν ἐπιστήμης γένος, αὐτῶν δὲ πάλιν τούτων τὴν ἐν νῷ κρατιστεύουσαν τῶν ὅλων εἰδητικὴν οὐσίαν. αἱ δὲ πρὸς τὰ θεῖα ταῦτα δόγματα τῶν ἐνστάσεων ἀπαντῶσαι αἱ μὲν τυφλῶν εἰσιν ἀνθρώπων, αἱ δὲ οὐ χαλεπῶς διελέγχονται.

“这一结合的原因在于……” 我们此前也曾说过,他们既不是因附和赫拉克利特而走向形式的,苏格拉底因未将普遍者从可感觉事物中分离出来而受到称赞也不是健全的说法;因为他并非认为普遍者仅仅是不可分离的,而是认为普遍者也如同不定者那样存在。不仅如此,普遍者也是分离的,正如关于回忆的论说所表明的那样,这一论说对苏格拉底本人而言是最为熟稔的——“你,”他说,“习惯于屡屡谈论的那一论说”——而且他因鄙视可感觉事物、因对神圣的形式怀有神圣的灵感交往,而远为正当地应受称赞。但这些此前已经谈过了。既然他明确承认没有普遍者就不可能获得科学知识,我们就要向他请教,究竟是指哪种普遍者。难道是不可分离的普遍者吗?但这乃是可感觉事物的组成部分,相对于可感觉事物而言处于质料的地位,既不在它们之先,也不在它们之后;而我们曾多次坚称,证明与科学知识源于原因、先在者与本征本原。况且,我们也是从他那里接受并持有这一点的,不仅在他以此为主要议题的其他论著中,而且在刚才所述的内容中,即:作为谓项的普遍者不同于作为部分从属于个别物的事物,绝不能与之合而为一。因此,如果一切证明都源于作为谓项的普遍者,它们就不可能源于事物内在的属性。其次,如果证明是通过不可分离的普遍者作出的,首先,“动物”就不能述说所有的人;因为人中的动物绝不包含理性、可笑性或可死性。而一旦全称肯定命题被取消,我们知道所有三段论都有被取消的危险,更不用说保留证明了。再者,如果用于证明的前提项是普遍且不可分离的,那么被证明的对象又会是什么呢?因为那些将用于证明的项设定为分离的人,既能从原因展示结果,同时又能够展示被证明的对象,无论它们是存在于分离的实体中,还是作为更为普遍的项存在于不可分离的事物中。然而,难道我们要将用于证明的项设定为分离的,却又是后生的且缺乏实质实体的,就像思维中的人通过从可感觉事物中抽象出来而在我们的表象或意见中获得其实存那样吗?但若是这样,证明将再次既不源于先在者,也不源于原因,而是源于后在者和结果,更有甚者,我们将通过非存在者去认识存在者,这是一切之中最不合逻辑的事情。因此,如果我们既要同我们自己保持一致,又要同实际事理相一致,我们就会在可感觉事物之前置入自然理性法则,在这些之前置入我们通过展开普遍理性法则来观照存在者的概念——证明和各门科学知识皆由此产生——而在这些概念之前,又置入在理智中统摄万物的形式实体。至于针对这些神圣教义所提出的异议,一部分出自盲目之人,另一部分则不难被驳倒。

§3.128

"Οἱ δ’ ὡς... ἐξέθεσαν." Ἐξέθεσαν μὲν εἶπεν οἷον μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις.3 ὅτι δὲ καίπερ πλουτοῦντες νοήμασιν οἱ περὶ Πλάτωνα ὅμως διὰ τὸ τὴν τῶν ὄντων πρόοδον εἰκόνας ἔχειν ἐν ταῖς τελευταίαις τάξεσι τῶν πρώτων ἦλθον ἐπὶ τὸ κυρίως μὲν τοῖς θείοις ἐφαρμόζειν ταῦτα τὰ ὀνόματα, δευτέρως δὲ καὶ πολλοστῶς τοῖς αἰσθητοῖς, δῆλόν ἐστι τοῖς συνετωτέροις. ὥστε συμβαίνειν... τῶν εἰρημένων. οὔτε γὰρ πάντα ὅσα ἐστὶν ἐν νῷ δεδύνηται τὸ αἰσθητὸν ἔχειν, καὶ ἔνια 〈ἐκ〉 τῶν τῇδε συνεισῆλθε τῇ τῶν πραγμάτων προόδῳ, ὥσπερ διάστημα καὶ τόπος προαίρεσίς τε ἡ ἀμφίβολος περὶ τὴν ἡμετέραν οὐσίαν. διό μοι δοκεῖ καὶ αὐτὸς τὸ σχεδὸν προσθεῖναι. ῥητέον δὲ ὅτι οὐδ’ ὧν εἰκόνας ἔχει νοητῶν τὸ αἰσθητόν, οὐδὲ τούτοις εἰς ταὐτὸν ἔρχεται· ἄλλο γὰρ αἰτία ποιητική τε καὶ παραδειγματική, καὶ ἄλλο τὸ ὑπ’ αὐτῆς καὶ κατ’ αὐτὴν ἀποτελούμενον· εἰ δὲ ὡμοίωται τὰ τελευταῖα τοῖς μέσοις καὶ τοῖς πρώτοις, τί ἂν ἄτοπον εἴη τοῖς αὐτοῖς ὀνόμασιν ἐπὶ πάντων κεχρῆσθαι; καὶ γὰρ σὺ ζῷον εἶναί φῃς τόν τε πρῶτον θεὸν τό τε αἰσθητὸν καὶ τὸ γεγραμμένον, καὶ οὐδεὶς ἐπ’ αὐτῷ τούτῳ δυσχεραίνει.

“而他们……列举出了。” 他说“列举出了”,意思是指他们使之仿佛成了个别的;因为列举(展现)就是如此。但柏拉图学派虽然思想深邃,却由于存在的流溢在最末阶层中保有前列阶层的影像,从而将这些名称本原性地适用于神圣事物,次要地且派生地适用于可感觉事物,这对于明达之人而言是显而易见的。“以致造成……在所说的诸事物中。”因为可感觉事物未能包容存在于理智中的一切,并且在此处的某些事物是随着事物的流溢而一并进入的,例如间隔、场所,以及关涉我们实体的模棱两可的选择。因此在我看来,他自己也加上了“几乎”一词。但必须说明的是,可感觉事物即使对于那些它承载其影像的理智对象,也绝未与之混同为一;因为动力因和范型因是一回事,而由它并按照它完成的事物则是另一回事。如果最末的事物已被同化于中介与居首的事物,那么对所有事物使用相同的名称又有什么荒谬之处呢?因为事实上你也说第一神、可感觉的动物以及画出的动物都是“动物”,而且没有人对此感到不满。

语法注3 条
  1. 3.127οὐ γὰρ ἀχώριστα μόνα ᾤετο εἶναι [τὰ] καθόλου, ἀλλὰ καὶ τοιαῦτα μὲν οἷα δή ἐστι καὶ τὰ ἀόριστα. οὐ μὴν ἀλλὰ καὶ χωριστά

    句首否定词 οὐ 修饰 μόνα,构成限定否定(“他并非认为普遍者仅仅是不可分离的”)。随后的 ἀλλὰ καί... οὐ μὴν ἀλλά... 形成双重层进转折对比,指普遍者固然有如不定者那样的内在状态,但更具有独立分离的实在性。

  2. 3.127μήτοι γε δὴ ἀποδείξεις περιλείπεσθαι

    惯用连词短语 μήτοι γε δή 接在否定或破除性分句之后,表示更有甚者的反诘或否定(“更不用说……”)。紧承前文“一切三段论皆濒临取消”,意指作为三段论特定高级形式的“证明”绝无幸免留存的可能。

  3. 3.128Ἐξέθεσαν μὲν εἶπεν οἷον μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις.

    叙利亚努在此解释亚里士多德所用动词 ἐξέθεσαν 的含义,涉及逻辑学中的“列举/外化”(ἔκθεσις)。句中 οἷον μερικὰς ἐποίησαν 意为“使之仿佛成为个别的”,省略的宾语为阴性复数宾格(指代形式/理念 ἰδέαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:160.29-162.16