← 叙利亚努斯

亚里士多德《形而上学》注释

§159.16-160.28

形式数与单元数的区分及作为原因的形式

叙利亚努斯反驳了亚里士多德在《形而上学》第13卷(M)第9章中对前人数学理论的评述,指出亚里士多德的反驳仅针对单元数,并未触及形式数。他还讨论了第13卷与第14卷之间分卷传统的差异,并重申了柏拉图主义关于形式超越普遍者与个别物而作为统一原因的学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.123

" Ὁ δὲ πρῶτος... τἀναντία." Ἐπαινεῖ Πλάτωνα διακρίναντα τῶν εἰδῶν τὰ μαθήματα, καθάπαξ δέ φησι πάντας ὀρθῶς λέγειν κατά τι, κατὰ δὲ τὸ ὅλον διαμαρτάνειν· οἵ τε γὰρ πρῶτοι μὴ προσιέμενοι τὸν εἰδητικὸν ἀριθμὸν ἀρέσκουσιν αὐτῷ οἵ τε μέσοι ἕνα μόνον εἰπόντες εἶναι (εἰ καὶ τὰ μάλιστα προσποιοῦνται δύο λέγειν) οἵ τε διακρίναντες τὸν εἰδητικὸν ἀπὸ τοῦ μαθηματικοῦ· πάντας δὲ οἴεται διαμαρτάνειν τἀληθοῦς, ὅτι περ ὅλως χωριστοὺς ἀριθμοὺς ὑπέθεντο. ῥητέον οὖν ὅτι οὔθ’ ἱστόρηται τὰ κατ’ αὐτοὺς ὑγιῶς οὔτε ἐγκεκωμίασται οὔτε πολλῷ πλέον ἐγκέκληται.1 αἴτιον δ’ ὅτι... Ἐπίχαρμον. δῆλος ἦν εἰς κωμῳδίαν ὁρῶν πρὶν καὶ Ἐπιχάρμου μνησθῇ. ἀρτίως... ἔχον. πᾶν μὲν οὖν τοὐναντίον· βαθέως τε γὰρ καὶ σὺν πολλῇ βασάνῳ τἀκείνων εἴρηται καὶ μόγις ἐλαχίστοις ἐν πολλῷ χρόνῳ τὸ παρ’ αὐτοῖς ἀληθὲς ἀναφαίνεται.

“第一个人……相反的事物。” 他称赞柏拉图区分了数学对象与形式,但径直指出所有人都在某种程度上言之有理,但就整体而言却犯了错误。因为最初的人[斯珀西波斯等]不接受形式数,这合乎他的心意;中间的人[克塞诺克拉底等]主张只有一种数(即便他们极力装作在谈论两种数),以及将形式数与数学数区分开来的人也是如此;但他认为所有人都没有把握真理,因为他们完全设定了分离的数。因此必须说,关于他们的学说既未得到健全的叙述,也未受到称赞,更谈不上受到了合理的指控。“其原因在于……埃庇卡尔摩斯。”甚至在提到埃庇卡尔摩斯之前,他就显然着眼于喜剧了。“刚刚……存在。”然而事实完全相反;因为那些古人的言论既深奥又经过了严密的检验,他们之中的真理在漫长的时间里仅勉强显现给极少数人。

§3.124

"Ἀλλὰ... οὐθὲν μᾶλλον." Εὖ πάνυ κατεστοχάσατο ἡμῶν ὁ φιλόσοφος, ὅτι κἂν μυριάκις τοσαῦτα συνθῇ παίγνια πρὸς τοὺς ἁλόντας τῷ θαύματι τῆς παλαιᾶς φιλοσοφίας, οὐδὲν ἀνύτει· πάσας γὰρ ἐποιήσατο τὰς ἐπιχειρήσεις ὡς πρὸς μοναδικοὺς ἀριθμούς, τῶν δὲ θείων οὐδεὶς τοιοῦτος, ἀλλὰ μόνος εἴπερ ὁ μαθηματικός. ἐπεὶ ὅτι καὶ αὐτὸς ὁμολογεῖ μηδὲν εἰρηκέναι πρὸς τὰς ἐκείνων ὑποθέσεις μηδ’ ὅλως παρακολουθεῖν τοῖς εἰδητικοῖς ἀριθμοῖς, εἴπερ ἕτεροι τῶν μαθηματικῶν εἶεν, μαρτυρεῖ τὰ ἐν τῷ δευτέρῳ τῶν Περὶ τῆς φιλοσοφίας2 ἔχοντα τοῦτον τὸν τρόπον· “ὥστε εἰ ἄλλος ἀριθμὸς αἱ ἰδέαι, μὴ μαθηματικὸς δέ, οὐδεμίαν περὶ αὐτοῦ σύνεσιν ἔχοιμεν ἄν· τίς γὰρ τῶν γε πλείστων ἡμῶν συνίησιν ἄλλον ἀριθμόν;” ὥστε καὶ νῦν ὡς πρὸς τοὺς πολλοὺς τοὺς οὐκ εἰδότας ἄλλον ἢ τὸν μοναδικὸν ἀριθμὸν πεποίηται τοὺς ἐλέγχους, τῆς δὲ τῶν θείων ἀνδρῶν διανοίας οὐδὲ τὴν ἀρχὴν ἐφήψατο. Μέχρι τούτων ἔνιοι τὸ Μ προάγουσι, τὰ δὲ ἑξῆς τοῦ τρίτου προβλήματος ὄντα τῷ Ν προσνέμουσι· ζητήσει γὰρ λοιπόν, εἰ ἀρχαὶ τὰ εἴδη καὶ οἱ ἀριθμοί. τὰ μέντοι πολλὰ τῶν βιβλίων κατὰ τὴν τοῦ Ἀλεξάνδρου διαίρεσιν ἐν τοῖς ἑπομένοις ἔχει τὴν τῶν βιβλίων τομήν. διαφέρει δὲ ἡμῖν οὐδὲν πρὸς τὸ προκείμενον οὔθ’ οὕτως οὔτ’ ἐκείνως τὰ βιβλία διαιρούμενα, μέχρι γε μηδὲν τῶν λεγομένων ἀνῶμεν ἀνεξέταστον.

“但是……并不更甚。” 这位哲学家对我们作了极其准确的猜度,因为即使他针对那些为古代哲学的奇妙所折服的人编写一万倍这样的儿戏之作,他也毫无成效;因为他所有的论证都是如同针对单元数而作的,但在神圣的数中没有一个是这种性质的,如果有的话,也只有数学数如此。因为他自己也承认对他们的假说未发一词,并且如果形式数确实不同于数学数,他就根本无法理解形式数,这一点由《论哲学》第二卷中的下列文句作证:“因此,如果理念是另一种数,而非数学数,我们将对它毫无理解;因为在我们大多数人中,有谁能理解另一种数呢?”因此,如今他也只是针对那些除了单元数之外别无所知的大众进行反驳,而根本没有触及那些神圣人物的思想实质。有些人将第13卷(M)推进到这里,并将属于第三个探讨课题的后续部分划归第14卷(N);因为他接下来将探讨形式与数是否为本原。然而,多数手抄本按照亚历山大的划分,将两卷的分界置于接下来的段落中。但对于眼前的任务而言,无论各卷是如此划分还是按彼种方式划分,对我们都没有任何差别,只要我们不放过所言之事中的任何一项而不加考察。

§3.125

"Περὶ δὲ... τῆς νῦν." Περὶ μὲν γὰρ τῶν φυσικῶν ἀρχῶν ἔν τε τῇ Φυσικῇ τὰ δοκοῦντα ἑαυτῷ λέγει κἀν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς πρὸς πολλοὺς τῶν πρεσβυτέρων ἀποτείνεται· περὶ δὲ ἠθικῶν ἀρχῶν ἢ λογικῶν οὐ τῆς παρούσης εἰπεῖν προθέσεως, εἴρηκε δὲ καὶ περὶ τούτων ἐν Ἠθικοῖς καὶ ἐν Ἀποδεικτικοῖς κἀν τῷ Γ τῆσδε τῆς πραγματείας. ὅσα δὲ οἱ... λέγουσι. προείρηται πολλάκις, ὅτι πανταχοῦ μὲν ἀρχαὶ τὸ ἓν καὶ μετ’ αὐτὸ μονὰς καὶ ἡ ἀόριστος δυάς, οἰκείως δὲ καθ’ ἑκάστην τῶν ὄντων τάξιν αὗται θεωροῦνται. προσεκτέον δὲ οἷς λέγει καὶ θεωρητέον, εἴ τι τούτων τῶν ὑποθέσεων ἀνατρεπτικὸν λέγεται.

“关于……当前的[考察]。” 因为关于自然本原,他在《物理学》中陈述了自己的看法,并在《论生成与消灭》中针对许多古代思想家展开论述;至于论及伦理或逻辑的本原,则不属于当前的意图,尽管他在《伦理学》、《后分析篇》以及本论著的第四卷(Γ)中也谈及了这些。“凡他们……所说的。”此前已多次指出,在一切领域中,本原都是一,其后是单子与不定二元,并且这些是根据存在的每一等级而被适当地考察的。我们必须注意他所说的话,并考察是否谈及了足以推翻这些假说的任何内容。

§3.126

"Οἱ μὲν οὖν... πρότερον." Εἰκότως οὕτω σοι φαίνονται λέγειν, ἐπειδὴ μόνας οὐσίας εἶναι τὰς ἀτόμους τίθεσαι· οἱ δὲ μᾶλλον μὲν καθ’ ὑπερβολὴν δυσεπινόητον τῶν σῶν οὐσιῶν οὐσίας εἶναι τὰ εἴδη τίθενται, μᾶλλον δὲ περιληπτικὰ τῶν καθόλου ἑνιαίως τε προειληφέναι καὶ τῶν καθόλου καὶ τῶν ἀτόμων τὰς αἰτίας,3 οὔτε καθόλου ὄντα κατὰ τοὺς τῆς ψυχῆς λόγους οὔτε ἄτομα καὶ ἓν ἀριθμῷ κατὰ τὰ ἐν τῇ ὕλῃ τῶν ἐσχάτων εἰδώλων φαντάσματα.

“因此他们……以前。” 他们对你而言显得是这样说的,这是自然的,因为你假定只有不可分个别物才是实体;而他们则假定形式作为实体,是以一种极其难以想象的方式超越于你的实体之上的,甚至假定它们包容普遍者,并且以统合的方式预先把握了普遍者与不可分个别物的原因,它们既不是按照灵魂的理性原则而言的普遍者,也不是按照质料中最低劣影像的幻象而言的不可分且数目为一的事物。

语法注3 条
  1. 3.123οὔθ’ ἱστόρηται τὰ κατ’ αὐτοὺς ὑγιῶς οὔτε ἐγκεκωμίασται οὔτε πολλῷ πλέον ἐγκέκληται

    三个完成时被动态动词(ἱστόρηται, ἐγκεκωμίασται, ἐγκέκληται)并列,共同支配主语 τὰ κατ’ αὐτούς(“关于他们的事情”)。副词短语 πολλῷ πλέον(“更不用说”)接续前面的双重否定(οὔτε... οὔτε),进一步强调了对其批评(ἐγκέκληται)的不当与不足。

  2. 3.124ἐπεὶ ὅτι καὶ αὐτὸς ὁμολογεῖ μηδὲν εἰρηκέναι πρὸς τὰς ἐκείνων ὑποθέσεις μηδ’ ὅλως παρακολουθεῖν τοῖς εἰδητικοῖς ἀριθμοῖς, εἴπερ ἕτεροι τῶν μαθηματικῶν εἶεν, μαρτυρεῖ τὰ ἐν τῷ δευτέρῳ τῶν Περὶ τῆς φιλοσοφίας

    该句由原因连接词 ἐπεί 统领,主句谓语为 μαρτυρεῖ,主语是中性复数短语 τὰ ἐν τῷ δευτέρῳ τῶν Περὶ τῆς φιλοσοφίας(《论哲学》第二卷中的内容)。其作证的内容由 ὅτι 从句表达,从句中 ὁμολογεῖ 支配两个不定式 μηδὲν εἰρηκέναι 和 μηδ’ ὅλως παρακολουθεῖν。

  3. 3.126οἱ δὲ μᾶλλον μὲν καθ’ ὑπερβολὴν δυσεπινόητον τῶν σῶν οὐσιῶν οὐσίας εἶναι τὰ εἴδη τίθενται, μᾶλλον δὲ περιληπτικὰ τῶν καθόλου ἑνιαίως τε προειληφέναι καὶ τῶν καθόλου καὶ τῶν ἀτόμων τὰς αἰτίας

    在 μᾶλλον μέν... μᾶλλον δέ... 的对称结构中,主要动词 τίθενται(“他们假定”)支配两个带逻辑主语的不定式结构:前半部分为[εἶναι τὰ εἴδη οὐσίας...](“形式作为实体……”),后半部分为[περιληπτικὰ [εἶναι]... ἑνιαίως τε προειληφέναι... τὰς αἰτίας](“[形式]包容普遍者,且预先把握了原因……”),其中承前省略的不定式 εἶναι(以与 τὰ εἴδη 一致的中性复数形容词 περιληπτικά 作表语)通过 τε 与不定式 προειληφέναι 并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:159.16-160.28