← 叙利亚努斯

亚里士多德《形而上学》注释

§15.1-16.5

单一一门学问认识四种原因与诸学之争

叙利亚诺斯阐明了亚里士多德在《形而上学》996b1–996b8中如何论证单一门学问应当认识可知对象的全部四种原因,并探讨了若各门学问瓜分原因将导致诸学问争夺首要地位的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16

" Ἀλλὰ... ὑπάρχειν." Τὸ ἀντικείμενον κατασκευάζει, ὃ καὶ ἀληθές ἐστι, τὸ μίαν ἐπιστήμην τὰς αἰτίας πάσας εἰδέναι τοῦ ἐπιστητοῦ, καὶ ἀρεστὸν αὐτῷ. ἔστι δὲ ἡ μὲν τοῦ ὅλου δόγματος ἀπόδειξις σφόδρα καὶ σύντομος καὶ σαφής· ἔνια δὲ τῶν διὰ μέσου δεῖται βραχείας ἐξετάσεως. φησὶ δὲ ὅτι εἰ ἄλλη μὲν τὴν ποιητικὴν αἰτίαν εἰδείη, ἄλλη δὲ τὴν τελικήν (ἐνδέχεται γὰρ τὸ πρᾶγμα πάσας ἔχειν), πολλαί τε σοφίαι ἔσονται καὶ ἀμφισβητήσουσι περὶ πρωτείων καὶ οὐδεμία κατὰ τὸ ἀληθὲς αὐτῶν ἔσται σοφία. ἅπασαι γὰρ ἀτελεῖς ἅτε τὴν τῶν αἰτίων γνῶσιν κατανειμάμεναι· γελοία μὲν γὰρ ἡ τὸ ποιητικὸν αἴτιον εἰδέναι προσποιουμένη, ὅταν μήτε τί ἐστι τὸ πρᾶγμα γιγνώσκῃ, μήτε ἐφ’ ᾧ γέγονεν ἢ ἔστιν. ἀτελὴς δὲ καὶ ἡ τὸ τί ἐστιν ἐπεσκέφθαι λέγουσα, ὅταν μήτε τὴν ἀρχὴν τῆς κινήσεως ἐπίστηται μήτε τὸ οὗ ἕνεκα γιγνώσκῃ· ἡ δὲ τὸ τέλος μὲν ὡς οἴεται προειληφυῖα, μήτε δὲ οὗ τέλος ἐστὶ μήθ’ ὅθεν ὑπέστη τὸ πρᾶγμα γιγνώσκουσα, πῶς οὐκ εὐκαταφρόνητος; ὥστε [οὐκ] ἔστιν ἡ ἐπιστήμη μία, ἢ πάσας τὰς αἰτίας θεωρεῖ.1 ταῦτα μὲν ὅλην περιέχει τῆς κατασκευῆς τὴν δύναμιν. ἐπιδράμωμεν δὲ τὸ ῥητόν· οἷον οἰκίας, ὅθεν μὲν ἡ κίνησις, ἡ τέχνη καὶ ὁ οἰκοδόμος, οὗ δ’ ἕνεκα τὸ ἔργον... λόγος. ταῦτα κατασκευαστικὰ τοῦ πάντα τὰ αἴτια ἐνίοις ὑπάρχειν. τὸ δ’ οὗ ἕνεκα καὶ τέλος τῆς οἰκίας τὸ ἔργον αὐτῆς εἶναί φησι, τουτέστι τὸ σκέπειν ἡμᾶς καὶ φυλάττειν τὰ ἀναγκαῖα τῶν σκευῶν· τοῦτο γὰρ ἔργον οἰκίας καὶ τούτου χάριν τὴν πρώτην ἐγένετο.

“然而……属于。” 他正在确立对立的立场,这一立场也是真实的,即一门学问认识可知对象的全部原因,而这也是他所赞同的。关于整体学说的证明极其简要且明晰,但中间的若干论点需要简短的审视。他说,如果一门学问认识致动原因,另一门学问认识目的原因(因为事物可能具有全部原因),那么将存在许多种智慧,它们将争夺首席,而它们之中没有一种会是符合真理的智慧。因为所有这些学问都是不完满的,因为它们各自瓜分了对原因的认识。确实,当一门学问既不知事物是什么,亦不知它是为了什么而生成或存在时,它自称认识致动原因便是可笑的;而当它既不了解运动的始原,亦不知目的所为何在时,它自称已考察了“是什么”也是不完满的;至于那自以为已经预先掌握了目的、却既不知它是何物的目的亦不知该事物从何而立的学问,又怎能不为人所鄙弃呢?因此,学问要么是一门,要么它观照所有的原因。这些论述包含了整个证明的全部效力。让我们粗略浏览一下原文:“例如对于房屋,运动源于技艺与营造者,而所为了的则是其功能……定义。”这些话确立了在某些事物中存在着全部的原因。并且他说,房屋的目的所为了者及终点就是它的功能,也就是遮蔽我们并守护必需的器物;因为这就是房屋的功能,最初正是为了这个缘故它才得以产生。

§1.17

"Ἔκ... προσαγορεύειν." Εἴρητο περὶ σοφίας ἐν τῷ μείζονι Α, ὅτι ἡ ἀρχιτεκτονικωτέρα τῶν ἄλλων καὶ διδασκαλικωτέρα καὶ πλεῖστα εἰδυῖα καὶ ἀκριβέστατα. φησὶν οὖν ὅτι κατὰ τούτους τοὺς προσδιορισμούς, εἰ μὴ μία τὰ αἴτια πάντα εἰδείη ἀλλ’ ἑκάστη ἕν, ἀμφισβητήσουσιν ἀλλήλαις αἱ ἐπιστῆμαι· βελτίστη μὲν γὰρ καὶ ἀρχικωτάτη ἡ τὸ τέλος καὶ τἀγαθὸν ἐπεσκεμμένη, ἀποδεικτικωτάτη δὲ καὶ ὁριστικωτάτη ἡ περὶ τὸ εἶδος ἀναστρεφομένη. ἐν δὲ ταῖς πράξεσι καὶ πᾶσι τοῖς κινουμένοις ἐὰν μὴ τὴν ἀρχὴν τῆς κινήσεως ἐγνωκώς τις ὑπάρχῃ, σχεδὸν οὐδενὶ τοῦ πράγματος παρακολουθεῖ. τὴν δὲ ποιητικὴν αἰτίαν ἀντίθετον εἶναί φησι τῇ τελικῇ, ὅτι ἡ μὲν ἀρχὴ κινήσεώς ἐστιν ἡ δὲ τέλος. προσεκτέον δὲ πάλιν τῷ ἰδιώματι τῆς φιλοσοφίας αὐτοῦ, ὅτι τῶν κινουμένων μόνων ἀρχὴν εἶναι ποιητικὴν ὑπείληφε, τῶν δὲ ἀκινήτων οὐκέτι. ἀλλὰ ταῦτα μὲν ἐκ πλειόνων ἀθροιστέον· ὅπως δὲ παρίστησι τὸ βασιλικὸν τῆς τὸ τέλος θεωρούσης ἐπιστήμης, ἀκούσωμεν αὐτοῦ λέγοντος· ἡ μὲν.. τἆλλα. καθὸ μὲν γὰρ ἡ σοφία τὸ ἀρχικὸν ἔχει καὶ δεσποτικὸν τῶν ἄλλων ἐπιστημῶν, οὐκ ἂν ἄλλη τις εἴη ἢ ἡ περὶ τοῦ τέλους,2 οὗ χάριν τἆλλα· καὶ γὰρ αὐτὸ τὸ τέλος ἡγεμονικὴν ἀξίαν ἔχει πρὸς τὰ ἄλλα αἴτια· οὗ γὰρ ἕνεκα πάντα γίγνεται, ἐκείνῳ δουλεύει τὰ πάντα καὶ ἐν κόσμῳ καὶ ἐν πολιτείᾳ καὶ ἐν στρατοπέδῳ καὶ ἐν οἴκῳ καὶ ἐν ἑκάστῳ ἡμῶν· τοῦ δὲ ἀγαθοῦ καὶ τοῦ τέλους ἕνεκα πάντα γίγνεται.

“从……称呼。” 在《大阿尔法》中曾论及智慧,说它比其他诸学更具统摄性、更具教导性、且最广泛并最精确地认识事物。因此他说,根据这些限定,如果不是一门学问认识全部原因,而是每一门学问各自认识一种原因,那么诸学问之间将会彼此争执;因为最好且最具统治性的学问乃是考察了目的与善的学问,而最具论证性且最具定义性的则是关涉形式的学问。而在诸行动以及一切运动之物中,如果某人没有认识到运动的始原,他几乎就无法跟进该事物的任何方面。他又说,致动原因与目的原因相对立,因为前者是运动的始端,而后者是末端。这里又必须注意他[亚里士多德]哲学的特异之处,即他认为致动始原仅属于运动之物,而不再属于不动之物。但这些事情必须从更多文献中搜集。然而让我们听听他是如何阐明观照目的之学问的王者地位的:“一门……其余的。”因为,就智慧拥有对其他各门学问的统治与统辖地位而言,它不可能不是关涉目的的学问,其他事物皆为了该目的而存在;因为目的本身对于其他诸原因就具有首领般的尊荣地位;因为凡是万物为了它而生成者,万物便在宇宙中、城邦中、军营中、家庭中以及我们每个人之中皆充当其仆役;而万物皆是为了善与目的而生成的。

语法注2 条
  1. 1.16ὥστε [οὐκ] ἔστιν ἡ ἐπιστήμη μία, ἢ πάσας τὰς αἰτίας θεωρεῖ

    手稿中的 οὐκ 通常被编订者用括号括起并予以删除(Usener/Kroll)。该句既可理解为析取句(“因此,学问要么是一门,要么它观照所有的原因”),亦可理解为引出结论(“因此,学问是一门,即观照所有原因的学问”)。无论何种解法,此句都在表达前文推导出的必然结论:必须有一门统摄可知对象全部原因的唯一样态的学问。

  2. 1.17καθὸ μὲν γὰρ ἡ σοφία τὸ ἀρχικὸν ἔχει καὶ δεσποτικὸν τῶν ἄλλων ἐπιστημῶν, οὐκ ἂν ἄλλη τις εἴη ἢ ἡ περὶ τοῦ τέλους

    由连词 καθό(“就……而言”/“在……的程度上”)引导的从属从句前置,与主句中的 οὐκ ἄλλη τις εἴη ἤ(“不可能是除……之外的他者”)形成呼应。这一结构表达了限制性的逻辑因果关联:只要智慧对于其他诸学问具有统治与统御的属性,它就必然是且只能是关涉目的的学问。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:15.1-16.5