← 叙利亚努斯

亚里士多德《形而上学》注释

§158.13-159.15

二元的非质料性与多之分割的辩护

叙利亚诺斯批评亚里士多德试图通过将二元中的多进行分割以及将维度引入原理解释来难倒毕达哥拉斯派与柏拉图主义者,并维护了诸原理的非质料本质。他进而指出,后继者的误解与词语的同名异义给亚里士多德的批判提供了口实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.120

" Ἔτι ζητητέον... καὶ τὸ ἕν." Οὐ περὶ τῶν ἀριθμῶν ἐπιζητεῖ νῦν εἴτε πεπεράτωνται εἴτε μή (τοῦτο γὰρ προὔτεινε πρότερον), ἀλλὰ περὶ τοῦ πλήθους τοῦ ἐν τῇ δυάδι, οὗ τῷ μερισμῷ γεννᾶσθαι τὰς μονάδας ὑπέθετο. φανερὸν δὲ γέγονεν αὐτοῦ τὸ βούλημα διὰ τοῦ συμπεράσματος· λέγει γάρ· ποῖον οὖν [ὅτι] πλῆθός ἐστι στοιχεῖον καὶ τὸ ἕν; ῥητέον οὖν ὅτι μηδ’ ὅλως ἐστὶ πλῆθος ἐν δυάδι διακεκριμένον, κἂν πλῆθος ὀνομάζηταί ποτε ὡς αἰτίαν ἔχουσα καὶ περιέχουσα1 γεννητικὴν τοῦ πλήθους ἐν ἑαυτῇ.

“此外还须探究……以及一。” 他现在所追问的,不是关于数究竟是有限的还是非有限的(因为他早先提出过这个问题),而是关于二元之中的多,他曾假定单子是由这多的分割而生成的。而他的意图通过结论已经变得明晰;因为他说:“那么,究竟何种多是元素,连同‘一’一起?”因此应当说,在二元中根本不存在被区分开的多,即使它有时被称为多,也是因为它自身中具有并包含着产生多的原因。

§3.121

"Ὁμοίως... μεγέθη οὔ." Τὸ μὲν ζητεῖν πόθεν αἱ πολλαὶ στιγμαὶ τὴν ὑπόστασιν ἔσχον καὶ τὰ μεγέθη, φιλόσοφον, τὸ δὲ τοιαύτας ἀποκρίσεις ἑαυτῷ διδόναι, τὰς ὑποθέσεις ἐστὶ τῶν ἀνδρῶν σπουδάζοντος εἰς ἀπορίαν καταβαλεῖν2 ἐκ παντός. εἰσὶν οὖν αἱ μὲν πολλαὶ στιγμαὶ ταῖς ὑλικαῖς ἀνάλογον μονάσιν, ὥστε ἔχουσιν αἰτίαν μὲν τὴν ὑλοποιόν, ἴνδαλμα δὲ καὶ αὗται τῆς ἀρχῆς τῆς εἰδοποιοῦ καταδέχονται· τὰ δὲ μεγέθη τὰς μὲν διαστάσεις ἐκ τῆς ἑτέρας ἔχουσι τῶν ἀρχῶν τῆς ὑλοποιοῦ, τοὺς δὲ λόγους ἐκ τῆς μοναδικῆς. οὔτε οὖν διάστημα χρὴ καλεῖν τὴν τοῦ διαστήματος γεννητικὴν ἀρχὴν οὔτε μόρια τοῦ διαστήματος ἐπινοεῖν, ἀφ’ ὧν αἱ στιγμαί· οὐ μόνον ὅτι μόρια διαστήματος οὐκ ἔστιν ἀμερῆ, ἀλλ’ ὅτι μήτε διάστημά ἐστιν ἡ ἑτέρα τῶν ἀρχῶν μήτ’ ἐπὶ τῆς τὸ πλῆθος ὑφιστάσης δυάδος μονάδας λέγομεν αἰτίας εἶναι τὰς ἐν αὐτῇ τῶν ἔξω προελθουσῶν μονάδων. ταῦτα γὰρ πάντα δριμέως ἐπινενόηται παρ’ αὐτοῦ διασύρειν τὰς τῶν Πυθαγορείων ἀρχὰς προθυμουμένου.

“同样……量度则不然。” 追问诸多的点和量度究竟从何获得其实存,这是具有哲学意味的;但给自己做出这样的回答,则属于一心要使那些先哲的假说陷入困境的人。因此,诸多的点类比于质料性的单子,以致它们既具有造成质料的原因,自身也接受了形式赋予原理的影像;而量度则从诸原理的另一者、即造成质料者那里获得诸维度,并从单子性的原理那里获得本性比例。因此,既不应当把产生维度的原理称为“维度”,也不应当设想点所由出的维度部分;这不仅是因为维度的部分不是不可分的,而且也是因为诸原理的另一者既不是维度,在确立多的二元的情形中,我们也绝不说在它内部的单子是向外发散出的诸单子的原因。因为所有这些都是由极力贬抑毕达哥拉斯派诸原理的他敏锐虚构出来的。

§3.122

"Πάντα... μεγέθη." Ὅτι μὲν τούτων οὐδὲν ὤφθη πρὸς ἔλεγχον ἐκείνων ἀξιόχρεων, μετρίως οἶμαι δεδεῖχθαι. δῆλον δὲ ὅτι οὐδὲ τὰ τοιαῦτα, κἂν μυριάκις μυρία τις ἐπισωρεύῃ, σαλεῦσαι δυνήσεται τἀληθὲς ἐκ τῆς τῶν ἐμφρονεστέρων διανοίας. ἔτι δὲ τὸ... αὐτοῖς. μήποτε οὐκ αὐτοὶ διαφωνοῦσιν, ἀλλ’ οἱ μετ’ αὐτοὺς τὰ μὲν ἠγνόησαν ὅπως εἴρηται, τὰ δ’ οὐ προσεποιήσαντο· δρῶσι δὲ αἱ ὁμωνυμίαι εἰς ἄμφω. οἱ μὲν γὰρ... ἐποίησαν. εἴρηται ὅτι καὶ οὗτοι τὸν εἰδητικὸν ἔσεβον ἀριθμόν, εἴπερ ὅλως προσήκειν ἐσπούδαζον τοῖς Πυθαγορείοις, μαθηματικοῖς 〈δ’〉 ὀνόμασι καὶ ἐπ’ αὐτοῦ χρώμενοι παρέσχον ἀφορμὴν τοῖς βουλομένοις λέγειν, ὅτι τοῦ πρώτου καὶ κρείττονος ἀποστάντες περὶ τὸν δεύτερον καὶ καταδεέστερον πᾶσαν τὴν σπουδὴν κατεβάλλοντο. οἱ δὲ... λέγουσι. ταῦτα πρὸς ἐνίους μὲν ἀπορρίπτει τῶν ἀπὸ Πλάτωνος· εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν ὅπως οἱ ἄνδρες καὶ εἰ ὀνόμασιν ἐχρῶντο τοῖς αὐτοῖς ἐπὶ τῶν διαφόρων λέξεων, ἀλλ’ οὖν ἐπρέσβευον αὐτῶν 〈τὴν〉 διάκρισιν.

“所有这些……量度。” 这些论驳中没有哪一个是足以反驳那些先哲的,我认为这已经被适度地证明了。同样显然的是,哪怕有人累积成千上万条此类论证,也不能将真理从较为明智之人的理智中动摇。 此外……他们。 或许并不是他们自身意见相左,而是后继者们对某些论说的含义懵然不知,对另一些论说则故作不见;而同名异义对这两者都在起作用。 因为有些人……造出。 已经说明过,如果这些人当真致力于归属毕达哥拉斯派,他们也是尊崇形式之数的;但他们由于即使在形式之数上也使用了数学名称,遂给那些存心之人提供了借口,去说他们背离了首要和更优者,将全部精力投入到了次等和低劣者之中。 而另一些人……说。 这些是他向柏拉图学派中的某些人投去的责难;但在前文中已经说明过,那些人哪怕在不同的表达上使用了相同的名称,也依然坚持了它们之间的区分。

语法注2 条
  1. 3.120ὡς αἰτίαν ἔχουσα καὶ περιέχουσα

    阴性单数主格分词 ἔχουσα 与 περιέχουσα 在性数上与分句 κἂν πλῆθος ὀνομάζηται 中由前文 ἐν δυάδι 所引出的隐含主语 ἡ δυάς 一致,而非与中性名词 πλῆθος 一致。

  2. 3.121τὰς ὑποθέσεις ἐστὶ τῶν ἀνδρῶν σπουδάζοντος εἰς ἀπορίαν καταβαλεῖν

    属格分词 σπουδάζοντος 与系动词 ἐστί 构成表示特征或属性的谓语属格(“属于热衷于……的人”)。带冠词的不定词短语 τὸ δὲ ... διδόναι 作整个句子的主语,而 σπουδάζοντος 则支配不定词 καταβαλεῖν 及其宾语 τὰς ὑποθέσεις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:158.13-159.15