← 叙利亚努斯

亚里士多德《形而上学》注释

§157.1-158.12

量度原理与质料同异的辩护

叙利亚努针对亚里士多德关于量度原理与数之原理的批评(1085a35–1085b12)作出回应,在质料同异之外申明形式因的作用,将对数的连续性的诘难斥为仅着眼于物体的观点,并论证质料性单子源于这两大原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.117

" Εἰ μὲν... ἔσται γραμμή." Πρῶτον μὲν ἡ ἑτέρα τῶν ἀρχῶν οὐχ ὡς ὕλη τῶν μεγεθῶν ἀλλ’ ὡς τῆς ὕλης ὑποστατική, εἴπερ ἀνάλογον ἕστηκε τῇ ἀορίστῳ δυάδι. ἔπειτα τίς ἀνάγκη τῆς αὐτῆς ὕλης οὔσης τὰ αὐτὰ ἄντικρυς ἀποτελεῖσθαι; γένοιτο γὰρ ἂν διαφορὰ παρὰ τὸ εἰδοποιὸν αἴτιον,1 ὥσπερ ἐπὶ τῶν κοσμικῶν στοιχείων· πῦρ γὰρ καὶ ἀήρ, ὕδωρ τε καὶ γῆ τῇ αὐτῇ μὲν ὕλῃ χρῆται, ταὐτὰ δὲ ἄντικρυς ἀλλήλοις οὐκ ἔστιν. ἀλλὰ καὶ συλλαβὴ καὶ λέξις καὶ λόγος τοῖς αὐτοῖς ὑποκειμένοις χρῶνται (τὰ γὰρ στοιχεῖα τῆς φωνῆς ὕλη πάντων ἐστὶ τούτων), ἀλλ’ ὅμως τὰ μέν ἐστιν αὐτῶν ἁπλούστερα τὰ δὲ συνθετώτερα· καὶ τῶν μὲν συνθετωτέρων οὐδὲν ἄνευ τῶν ἁπλουστέρων εἶναι δύναται, ὥσπερ οὐδὲ σῶμα χωρὶς ἐπιπέδου καὶ γραμμῆς, τὰ δὲ ἁπλούστερα καὶ καθ’ ἑαυτὰ θεωρεῖται, ὥσπερ δὴ καὶ ἡ γραμμή. εἰ δὲ καὶ διάφοροι μὲν αἱ ὗλαι, ἕποιντο δὲ αἱ μὲν τῶν ἁπλουστέρων ταῖς τῶν συνθετωτέρων, αἱ δὲ τῶν πολυσυνθετωτέρων μηκέτι ταῖς τῶν ἁπλουστέρων, οὐχ ὁρῶ πῶς ἢ τὰ αὐτὰ ἔσται τὰ ἀποτελούμενα ἢ πάντῃ διεζευγμένα ἀλλήλων. τὸ μὲν οὖν διαιρετικὸν αὐτοῦ δεχόμεθα, τὰ δὲ ἑπόμενα ταῖς διαιρέσεσιν οὐδεμίαν ἔχειν ἀνάγκην φήσομεν.

“如果……将是一条线。” 首先,诸原理中的另一者并非作为量度的质料,而是作为产生质料者[确立],如果它确实与不定二元相类比地确立。其次,在质料相同的情况下,有什么必然性会产生完全相同的事物?因为差异可以源于形式因,正如在宇宙诸元素的情形中一样;火与气、水与土使用相同的质料,但彼此并非完全相同。甚至音节、词与句子也使用相同的底层质料(因为声音的元素是所有这些的质料),但尽管如此,它们中有些更为单纯,有些则更为复合;而且更为复合者无一能够在没有更为单纯者的情况下存在(正如物体不能脱离面与线而存在一样),而更为单纯者甚至可以独立被考察,正如线确实如此。然而,即使质料彼此相异,且更为单纯者的质料伴随着更为复合者的质料,而更多复合者的质料不再伴随更为单纯者的质料,我看不出所产生的事物怎么会要么彼此相同,要么完全彼此分离。因此,我们接受他的区分,但我们要说,从这些区分中得出的推论毫无必然性。

§3.118

"Ἔτι πῶς μὲν... τοιαῦτα." Καὶ οἱ πλῆθος ποιοῦντες τῶν ἀρχῶν τὴν ἑτέραν καὶ οἱ δυάδα ταὐτὰ διανοούμενοι διαφόροις ὀνόμασι κέχρηνται· οὔτε γὰρ πλῆθος οἷον τὸ ἀπογεννώμενον οὔτε δυάδα πλῆθός τι οὖσαν ἐθέλουσιν αὐτὴν εἶναι, ἀλλὰ ποσότητος γεννητικὴν εἰδοποιουμένης ἀπὸ τῆς μονάδος. τὸ δὲ περὶ ἀθέτων καὶ ἀναφῶν καὶ ἀΰλων πραγμάτων ὄντος τοῦ λόγου πυνθάνεσθαι,2 πότερον μίξει ἢ θέσει ἢ κράσει ἢ γενέσει τὴν συνέχειαν τῶν ἀριθμῶν ἀνατίθεμεν, ἀτεχνῶς εἰς σώματα βλεπόντων ἀνθρώπων καὶ οὐδὲ τῶν σωμάτων τὰ συνεχέστερα φήσομεν εἶναι ταῦτα προβλήματα· δῆλον γὰρ ὅτι ἕκαστος τῷ ἑαυτοῦ εἴδει καὶ διὰ τὸ ἑαυτοῦ εἶδος εἷς τέ ἐστι καὶ ὡμοίωται τῇ ἀρχῇ τῇ μοναδικῇ τῶν ἀριθμῶν.

“此外,如何……此类事物。” 把诸原理中的另一者视为多的人,与视之为二元的人,都在想着同一件事,只是使用了不同的名称;因为他们希望它既不是像被生成者那样的多,也不是作为某种多的二元,而是由单子赋予形式的量的产生力。然而,在讨论无位置、不可触且非质料的事物时,去追问我们究竟将数的连续性归于混合、位置、掺和还是生成——我们要说,这些问题完全属于仅仅着眼于物体的人,而且甚至不是着眼于物体中较为连续者的人;因为显然,每一个[数]凭借自身的形式并通过自身的形式,既是一,又被同化于数的单子性原理。

§3.119

"Μάλιστα... καὶ ἑνός." Εὖ μὲν ζητεῖ πόθεν ἑκάστη τῶν ὑλικῶν μονάδων, εὖ δὲ καὶ ἀπογιγνώσκει μὴ εἶναι τὴν ὑλικὴν ὅπερ τὴν ἀρχηγικήν, ἣν αὐτό γε τὸ ἓν κέκληκε· τοῦτο γὰρ καὶ ἡμεῖς διαμαρτυρόμενοι διατετελέκαμεν. οὐκέτι μέντοι τὰ ἑξῆς ἀναγκαῖον ἕπεσθαι· οὔτε γὰρ ἐκ μορίου τῆς δυάδος φαμὲν αὐτὴν ὑφίστασθαι (ἅπασα γὰρ ἀρχὴ πλήθους ἀδιαίρετος), οὔτε εἰ ἐκ τῆς δυάδος ὑφίσταιτο, πλῆθός ἐστιν ἤδη· οὔτε γὰρ ἡ δυὰς πλῆθος οὔθ’ ὅμοια ἑαυτῇ γεννᾷ. ῥητέον οὖν πρὸς τὴν πρώτην ἐρώτησιν, ὅτι αὕτη ἡ μονὰς ὑφίσταται μὲν ἐκ τῆς τὸ ὑποκείμενον γεννώσης αἰτίας τῶν ἀριθμῶν, ἔσχε δέ τι καὶ τῆς ἀρχικῆς μονάδος, ὡς καὶ αὐτὸς νῦν τε συγχωρεῖ * * * * καὶ ἐκ τῶν ἀρχῶν ὑφίσταται, καὶ οὐ μερίζεται ἡ δυάς, οὐδὲ ἀριθμὸς ἔσται ἐν αὐτῇ πρὸ ἀριθμῶν, ἀλλ’ αἰτία τῆς τῶν ἀριθμῶν ὕλης. τὰ δὲ αὐτὰ δύναιτ’ ἄν τις καὶ περὶ τῆς ὕλης ἀπορῆσαι τῶν γενητῶν καὶ λῦσαι τὰς ἀπορίας ταῖς ἀνὰ λόγον ἀποκρίσεσιν. εἰ γὰρ ζητοίη πότερον ἐκ τοῦ πλήθους ἢ ἐξ ἑνὸς ὑπέστη, ἐροῦμεν προελθεῖν μὲν αὐτὴν ἐκ τῆς αὐτῆς αἰτίας τῆς δυοποιοῦ καὶ ἀπειροδυνάμου, καταδέξασθαι δὲ αὐτὴν καὶ τῆς σεμνοτέρας ἀρχῆς ἴνδαλμα, καθὸ καὶ ἓν ἀμηγέπῃ λέγεται εἶναι, ἕτερον μὲν ἔχουσαν τὸ ἓν καὶ τὸ ἀνείδεον καὶ τὸ ἀνούσιον παρὰ τὰ ἐν τῷ ἀρχηγικῷ ἑνί,3 καὶ μᾶλλον ἀντικειμένως· ἰνδάλματα δ’ οὖν ἐκείνων ἔσχατα δέχεσθαι, καθὰ καὶ ἀνομοίως ὁμοιοῦται πρὸς αὐτό.

“最主要的是……以及一。” 他追问每一个质料性的单子来自何处是正确的,他否定质料性的单子等同于本源的单子(他称之为一本身者)也是正确的;因为这也正是我们不断坚称的。然而,接下来的推论不再必然随之而来;因为我们并不说它由二元的一部分构成(因为多的一切原理都是不可分的),即便它由二元构成,它也并非已经是多;因为二元既不是多,也不产生与自身相似的事物。因此,对于第一个问题应当这样说:这个单子由产生数的底层的因所构成,但它也分享了本源单子的某种东西,正如他自己现在也承认的那样……它由诸原理构成,而二元并不被分割,在二元中数之前也不会存在数,而是存在着数的质料之因。人们对于受生者的质料也可以提出同样的疑难,并通过类比的回答来解决这些疑难。因为如果有人追问它究竟是由多还是由一构成,我们将说它产生自创制二的、具有无限能力的同一之因,并且它也接受了更尊严原理的影像,凭此它在某种意义上也算被称为一,但它所具有的一、无相与无实体性不同于在本源的一之中的那些,毋宁是以对立的方式具有;但无论如何它接受了那些的最末梢影像,正如它以不相似的方式被同化于它一样。

语法注3 条
  1. 3.117παρὰ τὸ εἰδοποιὸν αἴτιον

    介词 παρά 支配宾格表示原因或理由(“由于/凭借形式因”)。上下文阐明在质料相同的情况下为何能产生不同的事物(如火、气、水、土诸宇宙元素之别),原因正归于形式因。此处应排除表示排他或除外(“除了形式因之外”)的读法。

  2. 3.118τὸ δὲ περὶ ἀθέτων καὶ ἀναφῶν καὶ ἀΰλων πραγμάτων ὄντος τοῦ λόγου πυνθάνεσθαι

    句首带定冠词的不定式短语(τὸ ... πυνθάνεσθαι)以主题悬置(prolepsis)的方式置于前部,并在其后的主句 φήσομεν εἶναι ταῦτα προβλήματα ἀτεχνῶς εἰς σώματα βλεπόντων ἀνθρώπων(“我们要说这些是……人的问题”)中由 ταῦτα προβλήματα 在语义上加以承接。尽管其间插入了属格绝对结构和间接疑问从句导致结构离隔,但整体上作为主句评判的对象。

  3. 3.119παρὰ τὰ ἐν τῷ ἀρχηγικῷ ἑνί

    介词 παρά 支配宾格表示差异或对比(“不同于/相比于”)。它与前面的 ἕτερον ... ἔχουσαν 相互呼应,表明质料所具有的“一”、“无相”与“无实体性”与本源的一之中的那些属性截然不同,毋宁是以缺乏与对立的方式呈现的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:157.1-158.12