← 叙利亚努斯

亚里士多德《形而上学》注释

§155.25-156.35

普遍者与数之分离及各层级的存在模式

叙利亚努考察了亚里士多德关于普遍者与数之分离的论辩(1085a23–29),阐释了普遍者与数在可感觉事物、自然、灵魂与知性中的层级存在,捍卫了从分离之数向理念数的上升,并解释了将几何原理类比于算术原理的其他派别学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.115

" Πάντων... τὸ ἀδύνατον." Ὅτι μὲν εἰ τὰ καθόλου χωριστά ἐστι, καὶ οἱ ἀριθμοί, συγχωρεῖ, ἀπογιγνώσκει δὲ καὶ τούτων κἀκείνων τὸ χωριστόν, ἀδύνατα λέγων ἕπεσθαι πολλὰ τοῖς χωρίζουσιν αὐτὰ τῶν αἰσθητῶν. ἡμεῖς δὲ οἰόμεθα μὲν εἶναι καὶ τὰ τῶν αἰσθητῶν ἀχώριστα· καὶ γὰρ ἐν ἐμοὶ τὸν κατατεταγμένον εἶναι τἀνθρώπου λόγον καὶ ἐν σοὶ καὶ ἐν παντὶ τῷ ὁμοειδεῖ, ἔτι δὲ τὸ ζῷον ἐν λέοντι καὶ ἵππῳ καὶ ἀνθρώπῳ καὶ κυνί, τόν τε πέντε ἐν τοῖς δακτύλοις καὶ τὴν δυάδα ἐν μυκτῆρσι καὶ ὀφθαλμοῖς καὶ χερσὶν εἰ τύχοι καὶ ποσίν. ἀλλ’ ἐπειδὴ οὐκ ἀναιτίως ταῦτα, ἀλλὰ κατά τινας ὡρισμένας ἐπιτελεῖται φύσεις (ἀεὶ γὰρ οὕτω τά γε μὴ πεπηρωμένα), πᾶσά ἐστιν ἀνάγκη εἶναί τι καὶ ἐν τῇ ὅλῃ φύσει ζῷον χωριστὸν τῶν αἰσθητῶν, καθ’ ὃ τοῦτο τὸ φαινόμενον δημιουργεῖται, καὶ ἔτι ἐν τῇ ἀνθρώπου φύσει πεντάδα, καθ’ ἣν ἡ χεὶρ ἀεὶ τοσούτοις ἄκροις ἐπικοσμεῖται, καὶ δυάδα καθ’ ἣν οἱ ὀφθαλμοὶ δύο καὶ οἱ μυκτῆρες· εἰ δὲ μηδὲ ἡ φύσις ἀφ’ ἑαυτῆς ἔχει ταῦτα, ἥκει δὲ ἐξ ἑτέρας εἰς αὐτὴν αἰτίας, ὥσπερ καὶ ἀπ’ αὐτῆς εἰς τὴν ὕλην, καὶ πρὸ φύσεως εἶναι τά τε καθόλου καὶ τοὺς ἀριθμούς,1 οὐχ οὕτω δὲ ὡς ἐν φύσει· οὐδὲ γὰρ ἡ φύσις εἶχεν ὡς ἐδίδου τῇ ὕλῃ, ἀλλ’ ἀμερῶς καὶ δραστικῶς, ψυχὴ δὲ ἔτι ἁπλούστερον καὶ ἀυλότερον, καὶ τὸ ψυχῆς ὑπέρτερον κατὰ τὴν ὑπεροχὴν τῆς οὐσίας καὶ τὴν τῶν εἰδῶν ἔχει σύζησιν. ἐκεῖνό γε μὴν παραφυλακτέον ὡς εὖ παρ’ αὐτῷ λεγόμενον τὸ ἢ ἅμα εἶναι χωριστὰ τοὺς ἀριθμοὺς καὶ τὰ καθόλου ἢ ἅμα ἀχώριστα·2 ἐξ ὧν συναγάγοις μὲν 〈ἂν〉 πολλὰ καὶ ἄλλα (κἂν γὰρ ὁποτερονοῦν αὐτῶν κατασκευάσῃς, συναγάγοις 〈ἂν〉 καὶ θάτερον), οὐ μὴν ἀλλὰ κἀκεῖνο, ὅτι εἰ εἰσὶν ἰδέαι, ἀριθμοί εἰσιν αἱ ἰδέαι· αὐτοῦ γὰρ ὁ λόγος, ὅτι εἰ ἔστι τὰ καθόλου, εἰσὶ καὶ ἰδέαι. καὶ δεχόμεθα τὸ συνημμένον, οὐχ ὅτι 〈τὰ〉 καθόλου ἰδέαι (πῶς γάρ, ὅπου τὰ μὲν ἐν ψυχῇ, αἱ δὲ ἐν νῷ;),3 ἀλλ’ ὅτι τῶν ἀνεπτυγμένων εἰδῶν ὄντων ἔστι καὶ τὰ τούτων ἀμερέστερα καὶ ἀρχηγικώτερα. εἰ τοίνυν οἱ ἀριθμοί εἰσι χωριστοί, ἔστι τὰ καθόλου· εἰ δ’ ἔστι τὰ καθόλου, εἰσὶν ἰδέαι· εἰ ἀριθμοί εἰσι χωριστοί, εἰσὶ καὶ ἰδέαι. ὥσπερ οὖν ὁ εἴδη καταδεξάμενος εἶναι χωριστὰ οὐ πρότερον λήγει τῆς ἀνόδου, πρὶν ἂν ἐπὶ τὰ ἁπλούστατα ἔλθῃ, οὐκέτι παρ’ ἄλλων καὶ δεύτερα, παρ’ ἑαυτῶν δὲ καὶ πρῶτα· οὕτως ὁ χωριστὸν ὑποθέμενος ἀριθμὸν οὐ λήξει πρότερον ἀνιών, πρὶν ἂν ἐπὶ τὰς ἰδέας ἐλθὼν τὴν ἕνωσιν αὐτῶν ἴδῃ τὴν πρὸς τοὺς ἀριθμούς· οἱ μὲν γὰρ μοναδικοὶ κεχωρισμένην ἔχουσι τοῦ εἴδους τὴν ποσότητα, οἱ δὲ θεῖοι τὸ πᾶν ἑαυτῶν εἶδος ἔχουσιν.

“普遍于一切……不可能的结果。” 他承认如果普遍者是分离的,数也是分离的,但他否认这两者的分离,说把它们从可感觉事物中分离出来的人会有许多不可能的后果随之而来。然而我们认为,与可感觉事物不分离的事物也是存在的;因为在我之中存在着人的被分配的理路,在你之中、在每个同种者之中也是如此,此外在狮子、马、人、狗之中存在着动物,在手指之中存在着五,在鼻孔、眼睛,以及例如手和脚之中存在着二元[二]。但既然这些并非无缘无故地发生,而是依照某些被规定的本性得以成就(因为至少非残缺之物总是如此),那么在整个自然中也完全必然存在着某种与可感觉事物相分离的动物,依照它这一显现出的动物得以被制作,并且在人的本性中也存在着五元[五],依照它手总是被饰以如此多的末端,以及存在着二元,依照它眼睛是两只、鼻孔是两个;如果连自然本身也不是从自身拥有这些,而是从另一原因降临到它之中,正如从它降临到质料中一样,那么在自然之前也[必然]存在着普遍者与数——但并非如同在自然中那样存在;因为自然本身拥有它们的方式并不像它给予质料的那样,而是以不可分且主动的方式拥有,而灵魂则以更加单纯且非质料的方式拥有,至于超越灵魂者,则依照其实体的超越性与诸相的共生来拥有它们。然而这一点确实必须予以密切注意,作为由他精辟陈述的内容:即数与普遍者要么同时分离,要么同时不分离;从中你可以得出许多其他结论(因为如果你确立了它们中的任何一个,你也可以得出另一个),而且还能得出如果存在相,相就是数;因为他自己的论证是:如果普遍者存在,相也存在。而我们接受这一假言命题,并非因为普遍者就是相(怎么可能呢,当一者在灵魂中,而另一者在知性中时?),而是因为既然存在展开的相,也就存在比这些相更为不可分、更为本源的相。因此,如果数是分离的,普遍者就存在;如果普遍者存在,相就存在;如果数是分离的,相也就存在。因此,正如承认相分离存在的人,在达到最单纯的、不再由他者而来且次等的、而是由自身而来且居首位的诸相之前绝不会停止上升一样;假定分离之数的人在向上攀升时,在达到诸相并看到它们与数的合一之前,也不会停止;因为单子性的数将量与相分离开来,而神圣的数则拥有它们自身完整的相。

§3.116

"Ὅταν γὰρ... ἕτερον." Τῆς μὲν ἀρχηγικῆς μονάδος ἕτερον, ἄλλης δὲ ὑλικῆς οὐχ ἕτερον· ἀδιάφοροι γὰρ πρὸς ἀλλήλας αἱ ὑλικαὶ μονάδες. οἱ μὲν οὖν... ὕλης. ἐκ τῆς ἀντικειμένης, φησί, δυάδος, οἷον μακροῦ βραχέος, στενοῦ πλατέος, ἣν ἡμεῖς ἐκ τῆς ἀρχηγικῆς δυάδος ἤγομεν ἐπὶ τὰ μεγέθη. ἕτεροι... ἀπορεῖν. ἕτεροι δέ, φησίν, οὐ τὰς ἀριθμητικὰς ἀρχὰς καὶ τῶν μεγεθῶν ἀρχὰς ἔλεγον εἶναι, ἀλλ’ ἀνάλογον ταῖς ἀριθμητικαῖς ἀρχαῖς ἵστασαν τὰς γεωμετρικάς, σημεῖον ἀντὶ τοῦ ἑνὸς παραλαμβάνοντες, οὐκ ὂν μὲν ὅπερ τὸ ἕν, 〈ἀλλ’ ἀνάλογον τῷ ἑνὶ ταττόμενον, καὶ ἄλλο τι οὐκ ὂν μὲν ὅπερ δυάς,〉 ἀνάλογον δὲ τῇ ἀρχῇ ταύτῃ παραλαμβανόμενον, 〈ὃ〉 καλεῖ οἷον πλῆθος. ὅτι μὲν οὖν καὶ οὗτοι ταὐτὰ τοῖς προτέροις ἔλεγον, εἰ καὶ μὴ τοῖς αὐτοῖς ὀνόμασιν ἐχρῶντο πρὸς δήλωσιν, παντὶ πρόδηλον. ἴδωμεν δὲ ποῖα καὶ τούτοις φησὶν ἕπεσθαι ἄτοπα.

“因为当……另一个。” 它不同于本源的单子,但并不不同于另一个质料性的单子;因为质料性的诸单子彼此无别。“于是有些人……从质料。”他说,是从对立的二元中,例如长与短、窄与广[产生],我们把它从本源的二元引入到量度中。“其他人……提出疑难。”他说,其他人并不说算术的原理也是量度的原理,而是设立了与算术原理相类比的几何原理,采用点代替一——点虽不是一本身,但被类比地排列于一,又采用不是二元本身但被类比于这一原理的另一种东西,他称之为“类似多”。因此,这些人即使没有使用相同的名称来进行表明,但他们说的与前者是同一回事,这对于所有人都是显而易见的。那么让我们来看看,他说对于这些人又随之产生什么样的荒谬之处。

语法注3 条
  1. 3.115καὶ πρὸ φύσεως εἶναι τά τε καθόλου καὶ τοὺς ἀριθμούς

    不定式 εἶναι 延续了前文 πᾶσά ἐστιν ἀνάγκη εἶναι ... 的句法支配,构成条件句 εἰ δὲ μηδὲ ἡ φύσις ἀφ’ ἑαυτῆς ἔχει ταῦτα... 的主句(归结分句)。应理解为“在自然之前也[必然]存在着普遍者与数”。

  2. 3.115ἐκεῖνό γε μὴν παραφυλακτέον ὡς εὖ παρ’ αὐτῷ λεγόμενον τὸ ἢ ἅμα εἶναι χωριστὰ τοὺς ἀριθμοὺς καὶ τὰ καθόλου ἢ ἅμα ἀχώριστα

    指示代词 ἐκεῖνο 作为动词性形容词 παραφυλακτέον 的主语要素,与带冠词的不定式短语 τὸ ... εἶναι 处于同位关系。ὡς εὖ παρ’ αὐτῷ λεγόμενον 作为述谓性修饰语,意为“作为由他精辟陈述的内容”。

  3. 3.115πῶς γάρ, ὅπου τὰ μὲν ἐν ψυχῇ, αἱ δὲ ἐν νῷ;

    反问句 πῶς γάρ[εἶεν ἄν](“怎么可能呢”)后接具有原因/让步意义的连词 ὅπου(“当……时”)。在主语省略中,τὰ μὲν 指代 τὰ καθόλου(中性复数),而 αἱ δὲ 指代 αἱ ἰδέαι(阴性复数),简练地对比了普遍者与相在存在领域上的差异。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:155.25-156.35