← 叙利亚努斯

亚里士多德《形而上学》注释

§154.16-155.24

量度原理的共存与几何图形的引申

叙利亚努驳斥了亚里士多德关于量度诸原理是否共存的两难推论,主张通过同一性与他者性达成中间性的共存。他进而论述了几何图形、角及其固有属性(如直与曲)是如何从单子与不定之二元这两大原理中引申出来的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.112

" Ἀπολελυμένα... ἐπίπεδον." Εἴτε, φησί, μὴ σύνεισιν ἀλλήλαις αἱ ἀρχαὶ τῶν μεγεθῶν, ἀπολελυμέναι ἀλλήλων αἱ διαστάσεις ἔσονται (τὰ γὰρ ἐκ διαφόρων ἀρχῶν ὑποστάντα οὐκ ἀναγκάζεται ἅμα εἶναι), ὥστε ἐπίπεδον ἔσται ἄνευ γραμμῆς· εἴτε σύνεισι, ταὐτὸν ἔσται ἡ γραμμὴ τῷ ἐπιπέδῳ καὶ τῷ στερεῷ τὸ ἐπίπεδον. ταῦτα δὲ γράφων ὅτι μὲν καὶ αὐτὸς ἑαυτοῦ συναισθάνεται,1 πάνυ πέπεισμαι· οὐ μὴν ἀλλὰ καὶ παρ’ ἐκείνων ὑπολαμβανέτω λέγεσθαι, ὡς οὐκ ἔστιν ἀνάγκη ἢ ταὐτὰ εἶναι ἢ κεχωρίσθαι ἀλλήλων, ἀλλ’ ἔστι τι μεταξὺ τὸ συνεῖναι μὲν ταυτότητι, ἑτερότητι δὲ διακεκρίσθαι ἀπ’ ἀλλήλων. ὅλως δὲ τὰς μὲν ἀρχὰς ἅμα οὔσας εὔλογον ἑτερότητι διαφέρειν, ὥσπερ καὶ τοὺς τῆς φύσεως λόγους ἅμα ὄντας καὶ πάντας ἐν ἀμερεῖ διέκρινεν ἡ ἑτερότης· τὰ δὲ ἐκ τῶν ἀρχῶν ἁπλᾶ μὲν ὄντα καὶ ἄνευ τῶν συνθέτων ὁρᾶται, προϊόντα δὲ εἰς τὸ πρόσω καὶ συνθετώτερον δεῖται πάντως τῶν ἁπλουστέρων. διὰ τοῦτο γραμμὴ μὲν ἄνευ ἐπιπέδου καὶ τοῦτο χωρὶς στερεοῦ θεωρεῖται, ἐν δὲ τῷ τελείῳ μεγέθει πάντα χρὴ παραλαμβάνεσθαι.

“游离的……面。” 他说,如果量度的诸原理彼此并不共存,各个维度就将彼此游离(因为由不同原理实立的事物并不必然同时存在),从而将会有没有线的面;但如果它们共存,线就将与面同一,面也与体同一。他在写下这些话时,我完全确信他自己也意识到自己的[强词夺理];然而,也应当从那些哲人[柏拉图派]的角度来理解这一说法:既没有必然性说它们要么同一要么彼此分离,而是在其间存在着某种中介,即以同一性共存,却以他者性彼此区分。总的来说,诸原理在同时存在的同时因他者性而有别是合乎情理的,正如他者性也区分了自然的诸理路一样——它们同时存在并且全部存在于不可分之中;另一方面,由诸原理所产生的事物,作为单纯者即便没有复合者也可以被观察到,但当它们向前推进并变得更为复合时,则全然需要那些更为单纯者。因此,线可以不伴随面而被观照,面也可以离开体而被观照,但在完全的量度中,一切都必须被涵括在内。

§3.113

"Ἔτι δὲ γωνίαι... ἀποδοθήσεται." Πῶς ἔτι ταῦτα, φησίν, ἐκ τῶν πολυθρυλήτων ἀρχῶν δύνανται ποιεῖν; τί γὰρ ἐν τούτοις τὸ ὑπερέχον καὶ 〈τί〉 τὸ ἐλλεῖπον; τὸ μὲν οὖν περὶ τῶν γωνιῶν καὶ πρόχειρόν ἐστιν· ὅτι γὰρ ἡ ὀρθὴ κατὰ τὴν μονάδα μᾶλλον, ὀξεῖα δὲ καὶ ἀμβλεῖα κατὰ τὴν ἀόριστον δυάδα, ἀφ’ ἧς τό θ’ ὑπερέχειν καὶ ὑπερέχεσθαι, πρόδηλον. καὶ τῶν σχημάτων δὲ τὰ μὲν τῇ ἰσότητι καὶ ταυτότητι κατεχόμενα καὶ ὁμοιότητι πρὸς τὴν μονάδα μᾶλλον ὁρᾷ, τὰ δὲ ἀνισότητι καὶ ἑτερότητι καὶ ἀνομοιότητι πρὸς τὴν δυάδα. λέγω δὲ οὐχ ὅτι καὶ ἕκαστον οὐκ ἐκ τῶν δύο ἀρχῶν· καὶ γὰρ ἡ σφαῖρα καὶ ὁ κύκλος καὶ τὸ ἰσόπλευρον τρίγωνον καὶ τετράγωνον καὶ κύβος μετέχουσι δυάδος κατὰ τὸ ἑαυτῶν ποσὸν καὶ οἱονεὶ διαστατόν, καὶ πάλιν δοκίδες καὶ βωμίσκοι καὶ σκαληνὰ τρίγωνα καὶ ἑτερομήκη προσήκουσι μονάδι, τὸ εἶδος ἐξ αὐτῆς ὑποδεχόμενα· ἀλλ’ ὅμως ὅπερ ἐπὶ τῶν ἀριθμῶν εἰώθαμεν λέγειν, ὡς ἕκαστος μὲν ἐκ τῶν δυοῖν, μᾶλλον μὴν ὁ μὲν περιττὸς κρατεῖται τῷ τῆς μονάδος ἰδιώματι, ὁ δὲ ἄρτιος τῷ τῆς δυάδος, οὕτω καὶ ἐπὶ τῶν γωνιῶν καὶ τῶν σχημάτων φαμὲν πάντα μὲν ἐκ τῶν δυεῖν ἀρχῶν, μᾶλλον μὴν ἑτέρων ἕτερα τῇδε ἢ τῇδε προσῳκειῶσθαι.2

“此外,角……将被归结。” 他说,他们怎么还能从那些常被谈论的原理中产生这些东西呢?因为在这些东西中,什么是超过者,什么是不足者呢?关于角的问题是显而易见的;因为直角更多是依照单子,而锐角和钝角则是依照不定之二元(由此产生超过与被超过),这是昭然若揭的。而在诸图形中,那些被平等、同一与相似所执持的图形更多地朝向单子,而那些被不平等、他者性与不相似所执持的图形则朝向二元。但我并不是说各个图形不是出于这两种原理;因为球、圆、等边三角形、正方形和正方体也依照其自身的量以及可以说维度的特质而分有二元,反之,梁形、小祭坛形、不等边三角形和长方形也属于单子,从单子中接受其相;然而,正如我们在数的情形中所习惯说的那样:尽管每一个数都出自两个原理,但奇数更多地被单子的特质所统摄,偶数则被二元的特质所统摄,同样在角和图形的情形中,我们也说虽然一切都出自这两个原理,但某些比另一些更亲近于这一原理或那一原理。

§3.114

"Ταὐτό τε... στερεά." Ὅτι μὲν ὥσπερ τὸ περιττὸν καὶ τὸ ἄρτιον ἀριθμῶν πάθη καθ’ αὑτά, οὕτω καὶ μήκους μὲν τὸ περιφερὲς καὶ εὐθύ, πλάτους δὲ τὸ στενὸν καὶ πλατύ, βάθους δὲ τὸ ταπεινὸν καὶ ὑψηλόν, δεῖ συγχωρεῖν.3 ἀλλ’ ἐπειδὴ ταῦτα οὐκ ἀναιτίως ἐν αὐτοῖς, δῆλον ὡς ἀπὸ τῆς ἀρχῆς αὐτοῖς ἥκει τῆς οἰκείας, καὶ εἰ μὲν ὀρθοῦ καὶ στάσεως αὐτοῖς μεταδίδωσι, μᾶλλον ἀπὸ τῆς μονάδος εἰς αὐτὰ πρόεισιν, ὡς ἡ ὀρθὴ κατὰ τὰς γωνίας· εἰ δὲ καθ’ ὑπεροχὴν ὁρᾶται καὶ ἔλλειψιν τῷ τε μᾶλλον καὶ ἧττον συνοικεῖ, [καὶ] παρὰ τῆς δυάδος αὐτὰ δέχεται. οὐδ’ ἐκεῖνοι οὖν τὰ ἐν τοῖς μεγέθεσι πάθη τῶν μεγεθῶν ἀρχὰς ἔλεγον, ἀλλὰ τὰ ἐξ ὧν ταῦτα τοῖς μεγέθεσι παραγίγνεται, ὧν μίαν εἶναι πηγὴν τὴν οἰκείαν αὐτῶν ἀόριστον δυάδα.

“同样的事情……立体。” 必须承认,正如奇与偶是数固有的属性一样,圆周与直线是长度的固有属性,窄与广是宽度的属性,而浅与高则是深度的属性。但既然这些属性并非无缘无故地存在于它们之中,显然它们是从其固有的原理降临到它们之中的;如果[原理]将正直与稳定赋予它们,它就更多是从单子发散到它们之中,如同角中的直角那样;但如果它是依照过度与不足而被观察,并与‘更多与更少’共存,它们则是从二元接受这些属性。因此,那些哲人并不是把量度中的属性称为量度的原理,而是把这些属性在量度中赖以产生的东西称为原理,并且他们认为其中的一个源头就是它们固有的不定之二元。

语法注3 条
  1. 3.112ὅτι μὲν καὶ αὐτὸς ἑαυτοῦ συναισθάνεται

    动词 συναισθάνομαι(察觉、意识到)支配反身代词属格 ἑαυτοῦ。此处指出亚里士多德自己也隐约意识到其提出的两难论证之牵强。

  2. 3.113μᾶλλον μὴν ἑτέρων ἕτερα τῇδε ἢ τῇδε προσῳκειῶσθαι

    在由 φαμέν 所支配的间接引语不定式结构中,宾格主语 ἕτερα(某些事物)与受比较级副词 μᾶλλον 支配的比较属格 ἑτέρων(比另一些事物)相对。与格 τῇδε ἢ τῇδε(与这一或那一原理)依存于动词 προσῳκειῶσθαι。

  3. 3.114Ὅτι μὲν ... δεῖ συγχωρεῖν

    句首以 ὅτι 引导的名词性从句作为后置的无人称结构 δεῖ συγχωρεῖν(必须承认)的宾语从句,构成了语序倒置。从句内部则是通过 ὥσπερ ... οὕτω ... 展开的对称比较结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:154.16-155.24