← 叙利亚努斯

亚里士多德《形而上学》注释

§153.8-154.15

相数的构成与几何量度的生成

叙利亚诺针对亚里士多德关于理念合成的数之问题(1085a1),引不动的推动者为例予以反驳;通过区分相数与数学数化解了单子相继顺序的疑难(1085a3);并阐明了几何量度由‘一’与‘不定之二元’生成的学说(1085a7)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.109

" Ἔτι εἰ...ἡ δυάς." Δῆλον ὅτι ἐκ τῶν δύο ἰδεῶν· ἔστι γὰρ παρ’ ἡμῖν κατὰ τὸν μοναδικὸν ἀριθμὸν ὑφισταμένη. εἰ δέ, ὅτι καὶ ἕκαστον τῶν εἰδῶν ἑκάστῳ τε τῶν ἄλλων καὶ πᾶσιν ἅμα συντάττεται, καὶ ἐν αὐτῇ τῇ φύσει τῶν ὄντων θέλοι τις εἶναι σύνταξιν τῆς αὐτοδυάδος πρὸς τὸ τριαδικὸν παράδειγμα, καὶ ζητοίη πῶς τὰ συναμφότερα δύο, χαρακτῆρι φήσομεν τῆς αὐτοδυάδος κατεχόμενα·1 παντὶ γὰρ ἑνὶ τῷ πρὸς αὐτὴν συνταττομένῳ μεταδίδωσιν ἡ δυὰς τοῦ ἑαυτῆς ἰδιώματος, ὥσπερ αὖ πάλιν καὶ ἡ τριὰς τοῦ ἑαυτῆς τρισὶ πᾶσι συμφύεσθαι πρὸς ἄλληλα βουλομένοις. οὐ μὴν οὕτω μετέχει τὰ πρῶτα τῶν ὄντων τοῦ εἰδητικοῦ μέτρου τῶν ἀριθμῶν ὡς τὰ ἐγκόσμια πράγματα, ἀλλ’ ὥς φαμεν ἡνῶσθαι πρὸς ἄλληλα καὶ μετέχειν ἀλλήλων τὰ θεῖα τῷ πάντα εἶναι ἐν πᾶσι. ταυτὶ μὲν οὖν παρὰ τῶν πρεσβυτέρων οἰητέον λέγεσθαι. ἀπόκριναι δὲ καὶ αὐτὸς πρὸς ὁμοίαν ἐρώτησιν· εἰ τὸ κινοῦν τὴν ἀπλανῆ χωριστὸν αἴτιον ἓν καὶ τὸ τὴν Κρονίαν σφαῖραν ἕν, ἄμφω δυάς· ἐκ τίνος οὖν αὕτη ἡ δυάς; οἶμαι ὅτι φαίης ἄν ‘ἐκ τῶν δύο νῶν᾽· ἡμεῖς γὰρ αὐτοὺς ἔξωθεν ἀριθμοῦμεν οὐχ ὡς ἀριθμοῖς, ἀλλ’ ὡς ἀριθμητοῖς λοιπὸν προσιόντες’. οὕτως οὖν καὶ ἐὰν καὶ αὐτὸς ἀριθμῇς δύο ἢ τρεῖς τῶν ἰδεῶν, ἀριθμητὰς μὲν αὐτὰς ποιεῖς, ἐρεῖς δὲ συγκεῖσθαι ἐξ ἰδεῶν, ἑκάστῃ τῶν ἰδεῶν ὡς μονάδι χρώμενος.

“此外,如果……二元。” 显然是由这两个理念构成的;因为它在我们这里是依照单子性的数而实立的。但是,如果由于每个相都与其余每个相以及一切相同时排列在一起,有人希望在存在者自身的本性中也存在二元自身与三元范型的排列,并探究这两者结合在一起如何是二,我们将说它们是被二元自身的特征所持存的。因为二元将其自身的特质赋予给每一个与它排列在一起的一,正如三元又将其特质赋予给一切意图彼此结合成三的事物一样。然而,最初的存在者分有数的相的尺度,并不像世俗事物那样,而是如我们所言,神圣事物因‘一切在一切之中’而彼此结合并相互分有。因此,应当认为这些是先贤们所说的。但你自己也回答一个类似的问题吧:如果推动恒星天球的分离原因是‘一’,推动土星天球的原因是‘一’,两者合起来是一个二元;那么这个二元是由什么构成的呢?我认为你会说‘由两个理智构成;因为我们是从外部去数它们,不再把它们当作数,而是当作被数的事物来对待’。因此,若你自己也数两个或三个理念,你就是把它们当作被数的事物,并且你用每个理念作为单子,从而会说这是由理念构成的。

§3.110

"Ἀπορήσειε...ὁποτεραοῦν." Ἃ μὲν ἐν τούτοις ἀπορεῖ, τοιαῦτά ἐστιν. ἆρα τοῦ ἑνὸς τοῦ πρώτου τὴν πρώτην τῆς δυάδος μονάδα τακτέον ἐφεξῆς ἢ οὔ;2 εἴτε γὰρ τάξαιμεν, ἔσται δυὰς πρὸ δυάδος· εἴτε μή, τίς ἂν εἴη τούτου αἰτία; καὶ ὅλως πότερον τὴν δυάδα φήσομεν αὐτὴν ἐφεξῆς εἶναι τῷ ἑνὶ ἢ τὴν ἐν τῇ δυάδι μονάδα ὡς ὁμοιοτέραν οὖσαν τῷ ἑνί; ῥητέον δὲ ὅτι πρὸς μὲν τὸν εἰδητικὸν ἀριθμὸν οὐδ’ ἀπορεῖσθαι χρὴ τὰ περὶ τῶν τοιούτων μονάδων, καθὰ πολλάκις ἐπεσημηνάμεθα· πρὸς δὲ τὸν μαθηματικὸν εἰ λέγοιτο, φήσομεν τὰς ἐν ἑκάστῳ μονάδας τῶν ἀριθμῶν καθ’ ἑαυτὰς μηδενὶ εἶναι ἐφεξῆς, ὅπου γε οὐδὲ ἐνεργείᾳ εἰσὶ καθ’ ἑαυτάς· ὅταν δὲ κρατηθῶσι τῷ εἴδει τοῦ οἰκείου ἀριθμοῦ, τότε ἀλλήλαις μέν εἰσιν ἐφεξῆς, ταῖς δὲ ἐν ἄλλῳ ἀριθμῷ οὐκ ἂν ἐφεξῆς εἶναι λέγοιντο, ἀλλὰ μᾶλλον οἱ κατὰ τὴν φυσικὴν ἔκθεσιν ἐκκείμενοι ἀριθμοὶ οὗτοι λέγοιντ’ ἂν ἐφεξῆς ἀλλήλοις κεῖσθαι.

“人们也许会质疑……无论哪一个。” 他在这些文字中所质疑的问题是这样的。是否应当把二元中的第一个单子紧接着第一的一依次排列,还是不应当?因为如果我们这样排列,就会在二元之前有一个二元;如果不这样排列,其原因又是什么呢?并且总体而言,我们应当说二元自身紧接着一依次排列,还是说二元中的单子作为更相似于一而依次排列呢?但必须指出,关于相的数,人们甚至不应当就此类单子提出疑难,正如我们多次指出的那样;但若是针对数学的数而言,我们将说每个数中的诸单子就其自身而言并不与任何事物相承继,既然它们就其自身而言甚至并不在现实中存在;而当它们被其固有之数的相所统摄时,它们彼此是相承继的,但不能说它们与另一个数中的单子相承继,相反,那些依照自然展示而陈列出来的数本身,才会被说是彼此相承继地放置着的。

§3.111

"Ὁμοίως... εὐλόγοις." Βουλόμενοι, φησί, καὶ τὰ μεγέθη παράγειν ἀπὸ τῶν δύο ἀρχῶν τοῦ τε ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, ἐκ μὲν τῆς δυάδος φασὶ τήν τε γραμμὴν τὸ μακρὸν καὶ βραχὺ λαβεῖν, τό τε ἐπίπεδον τὸ στενὸν καὶ πλατύ, τό τε στερεὸν τὸ βαθὺ καὶ ταπεινόν· ταῦτα γὰρ εἴδη ἐκάλουν τοῦ μεγάλου καὶ μικροῦ τοῦ ἐν τῇ ἀορίστῳ δυάδι. τὴν δὲ κατὰ τὸ ἕν, φησίν, ἀρχὴν οὐχ ὁμοίως εἰσῆγον ἅπαντες, ἀλλ’ οἱ μὲν αὐτοὺς τοὺς ἀριθμοὺς τὰ εἴδη τοῖς μεγέθεσιν ἔλεγον ἐπιφέρειν, οἷον δυάδα μὲν γραμμῇ, τριάδα δὲ ἐπιπέδῳ, τετράδα δὲ στερεῷ (τοιαῦτα γὰρ ἐν τοῖς περὶ φιλοσοφίας ἱστορεῖ περὶ Πλάτωνος)· οἱ δὲ μεθέξει τοῦ ἑνὸς τὸ εἶδος ἀπετέλουν τῶν μεγεθῶν.3 ταῦτα δὲ οὔτε πάντα ψευδῶς λέγει περὶ αὐτῶν οὔτε διηρθρωμένως παραδέδοται. ἀλλ’ ὅμως ἴδωμεν τίνα φησὶν ἀδύνατα τούτοις ἕπεσθαι.

“同样……合乎情理的[论据]。” 他说,先贤们意图从‘一’与‘不定之二元’这两个原理中引申出量度,便说线从二元中接受了‘长与短’,面接受了‘窄与广’,体接受了‘深与浅’;因为他们把这些称为不定之二元中‘大与小’的种。他说,至于依存于‘一’的原理,并非所有人都以同样的方式引入;而是有些人说数本身将诸相赋予量度,例如将二元赋予线,三元赋予面,四元赋予体(因为他在《论哲学》中对柏拉图作了这样的记载);另一些人则通过分有‘一’而成全量度的相。他关于他们所说的这些事情既非全盘虚假,这些学说也并非以清晰分明的方式流传下来。然而,还是让我们看看他说从这些观点中会引申出哪些不可能的结论。

语法注3 条
  1. 3.109εἰ δέ... καὶ ἐν αὐτῇ τῇ φύσει τῶν ὄντων θέλοι τις εἶναι σύνταξιν τῆς αὐτοδυάδος πρὸς τὸ τριαδικὸν παράδειγμα, καὶ ζητοίη πῶς τὰ συναμφότερα δύο, χαρακτῆρι φήσομεν τῆς αὐτοδυάδος κατεχόμενα

    由 εἰ δέ 引导的条件句包含两个祈愿语气动词 θέλοι 和 ζητοίη,主句为主节动词 φήσομεν。分词 κατεχόμενα 作谓语性分词,省去了 εἶναι,构成了由 φήσομεν 统摄的宾语从句结构:“我们将说[它们]被二元自身的特征所持存”。

  2. 3.110ἆρα τοῦ ἑνὸς τοῦ πρώτου τὴν πρώτην τῆς δυάδος μονάδα τακτέον ἐφεξῆς ἢ οὔ;

    动形容词 τακτέον 带宾格宾语 τὴν πρώτην τῆς δυάδος μονάδα,而副词 ἐφεξῆς(相继、紧接着)则支配位于其前方的属格 τοῦ ἑνὸς τοῦ πρώτου。整句意为:“是否必须把二元的第一单子紧接着第一的一依次排列?”

  3. 3.111οὐχ ὁμοίως εἰσῆγον ἅπαντες, ἀλλ’ οἱ μὲν αὐτοὺς τοὺς ἀριθμοὺς τὰ εἴδη τοῖς μεγέθεσιν ἔλεγον ἐπιφέρειν, ... οἱ δὲ μεθέξει τοῦ ἑνὸς τὸ εἶδος ἀπετέλουν τῶν μεγεθῶν

    由 οἱ μέν 和 οἱ δέ 构成的对比结构并置了两种学说。前者以 αὐτοὺς τοὺς ἀριθμούς(数本身)为不定式的宾格主语,以 τὰ εἴδη(诸相)为宾语附于 ἐπιφέρειν(赋予、带给量度);后者以 μεθέξει τοῦ ἑνὸς(借由一的分有)为工具与格,以 τὸ εἶδος τῶν μεγεθῶν(量度的相)为直接宾语受 ἀπετέλουν(成全、构成)支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:153.8-154.15