← 叙利亚努斯

亚里士多德《形而上学》注释

§152.1-153.7

潜在的质料单子与根源原理的区分

叙利亚努注解了1084b20–32,肯定了亚里士多德关于质料单子在被固有相赋形之前仅是潜在而非现实的论点,并指出这与毕达哥拉斯派的原意相符。他再次强调根源性单子与质料性单子的区分,反唇相讥亚里士多德自己在类的部分与整体问题上陷入自相矛盾,并论证不能凭借最底层的质料与最高原理之间表面上的“不相似的相似”来颠倒事物的本然秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.106

" Ἔστι γάρ πως... ἑκατέρα." Τὸ μὲν ἓν ἑκάτερον καὶ ἑκατέρα ὡς ἐπὶ τῶν τῆς δυάδος λέγει μονάδων. φησὶ δὲ ὅτι καθ’ ἑαυτὴν ἀποδιαληφθεῖσα τούτων ἑκατέρα δυνάμει ἐστὶ καὶ οὐκ ἐνεργείᾳ, κατά τε τὴν ἀλήθειαν καὶ κατὰ τὴν τῶν πρεσβυτέρων δόξαν· εἰ γὰρ μὴ ἔστι σωρὸς μονάδων 〈ὁ〉 ἀριθμός, ἀλλ’ ἕκαστος ἐξ ὑποκειμένων μέν ἐστι τοσῶνδε μονάδων, κατὰ τὸ εἶδος δὲ συνέστηκε τὸ ἑαυτοῦ, οὐδὲν ἂν εἴη ἡ ἐν τῇ δυάδι μονὰς ἐνεργείᾳ, πρὶν ἂν κοσμηθῇ τῷ εἴδει τῷ οἰκείῳ. τούτοις οὖν προσέχειν δεῖ, ὅτι οὔτε σύστημα μονάδων ἐθέλει τὸν ἀριθμὸν εἶναι οὔθ’ ὅλως εἶναί τι τὰς μονάδας ἐνεργείᾳ, πρὶν ὑπὸ τῶν εἰδῶν κοσμηθῶσιν· εἰ γὰρ καὶ ἄλλου χάριν αὐτὰ παρείληφεν ἐνδείξασθαι βουληθείς, ὅτι τὸ δυνάμει οὐ γενέσει μόνῃ καὶ χρόνῳ τοῦ ὅλου καὶ εἰδοπεποιημένου προτιθέασιν, ἀλλὰ καὶ λόγῳ καὶ οὐσίᾳ [καὶ] (πρὸς ὃ καὶ φθάσαντες ἀπηντήσαμεν, ἄλλην τὴν παρ’ αὐτοῖς ἀρχηγικὴν μονάδα λέγοντες εἶναι καὶ ἄλλην τὴν ὑλικήν), ἀλλ’ οὖν ἱκανὴν ἔχει πρός τε τἀληθὲς καὶ πρὸς τοὺς πρεσβυτέρους συμφωνίαν.1

“因为……各自在某种程度上存在。” 他用“两者各自作为一”与“各自”来指称二元中的诸单子。他说,这些单子中的每一个若就自身单独被把握,那么无论依照真理还是依照先贤的意见,它都是潜在的而非现实的。因为如果数不是单子的堆积,而是每一个[数]一方面由作为底层的这许多单子构成,另一方面则依照其自身的相而确立,那么在二元中的单子被其本有的相装饰之前,它在现实上便什么也不是。因此必须注意这些观点:他既不愿数是单子的集合体,也根本不愿诸单子在被相装饰之前在现实上是某种东西。因为即使他为了另一个目的而采纳了这些观点,意图表明他们把潜在之物置于整体的和已被赋予相的事物之前,不仅在生成和时间上,而且在定义和本质上也如此(对此我们此前已经予以回应,说明在他们那里根源性的单子是一回事,质料性的单子是另一回事),但这无论对于真理还是对于先贤而言,都具有充分的一致性。

§3.107

"Αἴτιον δὲ... ταῦτα δ’ ἅμα τῷ αὐτῷ ἀδύνατον ὑπάρχειν." Ὅτι μὲν ἀδύνατον τῷ αὐτῷ ταῦτα ἅμα ὑπάρχειν, εὖ λέγεις. οὔκουν οὐδ’ ἐκεῖνοι τὴν αὐτὴν μονάδα πάντων τε ἀριθμῶν εἶναι περιληπτικὴν ἔλεγον καὶ μόριον ἑκάστου τὸ ἐλάχιστον, ἀλλ’ εἴρηται ὅτι τὴν μὲν ἀρχηγικὴν τὴν δὲ ὑλικὴν ᾤοντο εἶναι. οὔτ’ οὖν ἐξ ἀμερῶν καὶ ἀτόμων τὰ πράγματα συνετίθεσαν, ὡς οἱ περὶ Δημόκριτον, οὔτε μαθηματικῶς μὲν ἀναστρεφόμενοι μικρὰ περὶ τῆς μονάδος ἐφρόνουν, διαλεκτικῶς δὲ μεγάλα, ἀλλ’ ὡς εἴρηται, περὶ ἑτέρας ἐκεῖνα καὶ περὶ ἑτέρας ταῦτα μονάδος ἔλεγον. ὅρα δὲ μὴ σύ, ὦ θαυμάσιε, τούτοις εἶ περιπετής,2 τὸ ζῷον καὶ ὅλως τὸ γένος νυνὶ μὲν μέρος λέγων τοῦ εἴδους καὶ τοῦ ἀτόμου, νυνὶ δὲ πρότερόν τε τῇ φύσει καὶ περιληπτικώτερον· κἂν γὰρ διαιρῆτε πολλάκις καὶ τὸ μὲν γενικὸν καλῆτε τὸ δὲ γένος, ἔστ’ ἂν μὴ καὶ τῷ γένει διδῶτε ὑπόστασιν, οὐκ ἔνεστιν αὐτὰ μὴ συγχεῖσθαι πρὸς ἄλληλα.

“而原因在于……但这二者不可能同时属于同一事物。” 这二者不可能同时属于同一事物,你说得对。因此,先贤们也没有说过同一个单子既包摄一切数,又是每一个数的极小部分,而是如前所述,他们认为一者是根源性的,另一者是质料性的。所以,他们既没有像德谟克利特一派那样由无部分的、不可分的事物合成诸事物,也没有在进行数学探讨时把单子看得很小、在辩证探讨时把单子看得很大;而是如前所述,他们就一个单子说那些话,而就另一个单子说这些话。但是,卓越的人啊,请省察你自己是否陷入了这些困难之中,因为你谈到动物乃至一般意义上的类时,有时说它是相和个体的部分,有时又说它在自然本性上在先且更具包摄性。因为即使你们经常做出划分,把一者称为类特质而把另一者称为类,只要你们不同时赋予类以实在性,它们就绝不可能不相互混淆。

§3.108

"Εἰ δὲ τὸ ἓν... γεννῶσι γοῦν τὴν δυάδα πρῶτον." Ἐπειδὴ 〈αὐτῷ〉 τῷ ἑνί, φησί, ταὐτὸν δὲ εἰπεῖν τῇ ἀρχηγικῇ μονάδι, ὁμοιοτέρα ἐστὶν ἡ ἐν τῇ δυάδι μονὰς ἤπερ ἡ δυάς (ἡ μὲν γὰρ διαιρετή, ἡ δὲ ἀδιαίρετος), τὸ δὲ τῇ ἀρχῇ ὁμοιότερον πρότερον, προτέρα ἂν εἴη ἡ μονὰς ἡ ἐν τῇ δυάδι τῆς δυάδος· οὔ φασι δὲ ἐκεῖνοι. καὶ εὖ γε, ὦ θαυμάσιε. οὕτω γὰρ ἄν τις καὶ τὴν ὕλην πρεσβυτέραν ἀπέδειξε τοῦ σύμπαντος κόσμου, ἐπειδὴ ἁπλῆ ἐστι καὶ ἀνείδεος, ὑπάρχει δὲ ταῦτα τῇ μιᾷ τῶν πάντων ἀρχῇ. ἀλλ’ οἶμαι τὴν τῶν ὑστάτων πρὸς τὰς ἀρχὰς ἀντικειμένως παραλαμβανομένην ὁμωνυμίαν καὶ κατὰ τὴν θρυληθεῖσαν ἀνόμοιον ὁμοιότητα θεωρουμένην3 οὐ χρὴ ποιεῖσθαι πρόφασιν εἰς μετάθεσιν τῆς εὐταξίας τῶν πραγμάτων.

“如果一……至少他们最先生成二元。” 他说,既然二元中的单子比二元本身更相似于“一”自身——这等于说是相似于根源性的单子(因为一者是可分的,另一者是不可分的)——而与原理更相似的便是在先的,那么二元中的单子就应当在二元之先;但他们并不这样说。这说得很好,卓越的人啊!因为依照这种方式,人们也可以证明质料比整个宇宙更古老,因为质料是单纯且无相的,而这些性质属于万物的唯一原理。但我认为,绝不应当把最末等的事物相对于原理的、在对立意义上被理解的、依照那众所周知的“不相似的相似”而被观想的同名异义性,作为颠倒事物之优良秩序的借口。

语法注3 条
  1. 3.106εἰ γὰρ καὶ ἄλλου χάριν αὐτὰ παρείληφεν . . . ἀλλ’ οὖν ἱκανὴν ἔχει πρός τε τἀληθὲς καὶ πρὸς τοὺς πρεσβυτέρους συμφωνίαν

    这是一个由 εἰ καί(“即使”)与主句的 ἀλλ’ οὖν(“无论如何、然而”)相呼应的长让步句结构。从属分句中分词 βουληθείς 统摄 ὅτι 从句,其间还插入了一个带有关系从句的括号句(πρὸς ὃ καὶ ...);主句的核心谓语则是 ἱκανὴν ἔχει ... συμφωνίαν。

  2. 3.107ὅρα δὲ μὴ σύ, ὦ θαυμάσιε, τούτοις εἶ περιπετής

    ὅρα μή 之后接直陈式现在时(εἶ)的句构,表达对当前事实的顾虑或警惕,暗含说话者认为对方“当下确实已经陷入”该困境的语气(而非未然的虚拟式)。

  3. 3.108τὴν τῶν ὑστάτων πρὸς τὰς ἀρχὰς ἀντικειμένως παραλαμβανομένην ὁμωνυμίαν καὶ κατὰ τὴν θρυληθεῖσαν ἀνόμοιον ὁμοιότητα θεωρουμένην

    名词 ὁμωνυμίαν 由两个并列的分词短语修饰:τὴν ... παραλαμβανομένην 与 [τὴν] ... θεωρουμένην。“不相似的相似”(ἀνόμοιος ὁμοιότης)指最高原理的单纯性与最底层的质料之无相性/单纯性之间那种貌似相同实则对立的反常类比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:152.1-153.7