- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:150.27-151.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努回应了亚里士多德在《形而上学》中就数推展至十数(从点到立体的四元组)以及单子与一的先后问题对毕达哥拉斯派和柏拉图派提出的质疑,指出必须区分作为整体原因的源始单子与作为数之质料构成的极小单子。
" Ἔτι τὰ... μέχρι δεκάδος." Ἔτι, φησί, καὶ ἐκ τῶν μεγεθῶν ἐδείκνυον, ὅτι μέχρι δεκάδος προάγειν χρὴ τὸν ἀριθμόν. ἔλεγον γὰρ ὅτι ἡ μονὰς ποιεῖ τὸ σημεῖον, ὅπερ οὗτος ἄτομον καλεῖ γραμμήν, ἡ δυὰς τὴν γραμμήν, ἡ τριὰς τὸ ἐπίπεδον, 〈ἡ τετρὰς τὸ σῶμα〉, καὶ τούτοις ἀρκεῖται 〈τὸ πᾶν· ὥστε εἰ ταῦτα τῆς δεκάδος οὐσία (συντεθέντα γὰρ ἀποτελεῖ τὴν δεκάδα), τὸ πᾶν ἀρκεῖται〉 τῇ δεκάδι. κείσθω οὖν καὶ αὕτη ἡ αἰτία, εἰ καὶ ἐλαφροτέρα ἐστὶ κατὰ τὸν μαθηματικὸν μόνον ἐξεταζομένη [εἰ] καὶ πολλοστὴν ἔχει τάξιν ἀπὸ τῶν ἐμβριθεστέρων,1 ἀλλ’ οὖν εἰωθυῖα πρός τινων λέγεσθαι. τέτταρες μὲν 〈γὰρ〉 αἱ ἀρχαὶ τῆς ὅλης δημιουργίας, ὡς ἐν ἑτέροις ἀποδείκνυται· παράγεται δὲ τὸ τῆς δεκάδος εἶδος ἐκ τῆς τετρακτύος ἁπανταχοῦ.
“此外……直到十数。” 此外,他说,他们还从量度出发证明应当将数推展至十数。因为他们说,单子产生点(此人称之为不可分的线),二元产生线,三数产生面,〈四数产生立体〉,而万物满足于这些;〈因此如果这些是十数的本质(因为它们合成后便生成十数),那么万物便满足于〉十数。那么,就且设定这也是一个原因吧,即便仅仅按照数学的方式加以考察时它是较为轻浅的,并且比那些更厚重的原因处于远为低下的位次,但无论如何它是某些人惯常谈论的。因为整个造物活动的诸原理有四个,正如在其他著作中所证明的那样;而十数的相在各处皆是由四元组导出的。
"Ἔτι εἰ ἔστι... ὕστερον." Εὖ καὶ ἠπόρησε καὶ ἔλυσεν ἐκ τῶν παρ’ ἐκείνοις εἰωθότων λέγεσθαι· ἡ μὲν γὰρ ἀρχηγικὴ μονὰς καὶ ἀνάλογον οὖσα τῷ θείῳ, ἣν καὶ πάντων μὲν εἰδῶν πάντων δὲ σχημάτων “κορυφὰν” ἔλεγον οἱ ἀπὸ τοῦ διδασκαλείου, κατὰ πάντα πρώτη τῶν ἀριθμῶν· ἡ δὲ τὸ ὑποκείμενον συμπληροῦσα τῶν ἀριθμῶν, ἣν καὶ ὡρίζοντο ποσοῦ τὸ ἐλάχιστον, γενέσει μὲν πρώτη οὐσία δὲ οὔ. ὁ δὲ καίπερ εἰδὼς ταῦτα καὶ οὕτω χρώμενος αὐτοῖς δεξιῶς οὐκ ἐπιτρέπει μεταφέρειν αὐτὰ καὶ ἐπὶ τοὺς ἀριθμούς, ἀλλὰ τῇ ὁμωνυμίᾳ τῆς μονάδος ἀποχρώμενος ταράττειν ἐπιχειρεῖ θεωρίαν ἄριστα τοῖς ἑαυτῆς μέρεσι συμπληρουμένην· ἄκουε γὰρ οἷα τούτοις ἐπισυνάπτει·
“此外,如果……在后。” 他根据在那些人那里惯常谈论的事情,既出色地提出了疑难,又予以了解答。因为那根源性的、与神圣之物相当的单子——学派的人称其为一切相、一切图形的“顶峰”——在各方面皆先于诸数;而那填充诸数之底层的单子——他们将其定义为数量的极小者——在生成上是在先的,但在本质上却不是。然而,他虽然知晓这些,并且如此熟练地运用它们,却不允许将它们也转用到诸数之上,而是利用单子的同名异义性,企图扰乱这一在其自身诸部分上得到了极其完美充实的理论;请听他在其后附加了什么: “那么,究竟如何……原理。”
"Πῶς οὖν... ἀρχή." Ὥσπερ οὖν σὺ ταῦτα διαιρεῖς, καὶ τὸ μὲν εἶδος ἢ τὸ καθόλου κατὰ λόγον φὴς ἀδιαίρετον εἶναι τὸ δὲ στοιχεῖον κατὰ χρόνον, ἐπειδὴ τῆς γενέσεως ὁ χρόνος ἀπ’ αὐτοῦ ἄρχεται, οὕτω νόμιζε κἀκείνους προτείνειν· ποῖον ἓν ἐρωτᾷς; τὸ ἀρχηγικὸν ἢ τὸ ὡς ἐν μορίοις ἐλάχιστον; ὅλως δὲ διαφορᾶς οὔσης παρ’ αὐτοῖς ἑνὸς καὶ μονάδος, περὶ ἧς καὶ τῶν πρεσβυτέρων Πυθαγορείων πολλοὶ διελέχθησαν, ὥσπερ Ἀρχύτας, ὅς φησιν ὅτι τὸ ἓν καὶ ἡ μονὰς “συγγενῆ ἐόντα διαφέρει ἀλλάλων”, καὶ τῶν νεωτέρων δὲ Μοδέρατος καὶ Νικόμαχος, διὰ τί μεταπηδῶμεν ἀπὸ τῆς μονάδος ἐπὶ τὸ ἕν, εἰ μὴ ἄρα μὴ δυσφωρατότερον τὸ ἐκείνων γένηται βούλημα.2
因此,正如你划分这些,并说相或普遍在定义上是不可分的,而元素在时间上是不可分的(因为生成的时期是从它开始的),你也同样应当认为他们提出了这样的问题:你在问哪一种一?是根源性的,还是作为各部分中之极小者的一?一般而言,在他们那里一与单子之间存在着差异——关于这一点,年长的毕达哥拉斯派中的许多人,如阿尔库塔斯,曾讨论过,他说一与单子“虽为同族,却彼此有别”;晚近的人中也有莫德拉图斯与尼科马库斯——既然如此,我们为何还要从单子跳到一呢,难道不是为了使他们的意图变得不那么容易被察觉吗?
"Ὥσπερ... μία." Οὕτως οὖν καὶ ἡ μονὰς ἡ τὸ ὑποκείμενον συμπληροῦσα τῶν ἀριθμῶν, ἀνάλογον τῇ ὀξείᾳ παραλαμβανομένη, καὶ προτέρα καὶ ὑστέρα τῶν ἀριθμῶν, λόγῳ μὲν ὑστέρα γενέσει δὲ πρεσβυτέρα. ἀμφοτέρως δὴ ποιοῦσι τὸ ἓν ἀρχήν. ἀλλ’ οὐ τὸ αὐτό, ὦ θαυμάσιε, ἀλλὰ τὸ μὲν ἀρχηγικὸν κατὰ πάντας τρόπους ὡς αἴτιον τῶν ὅλων, τὸ δὲ τῶν μορίων ἐλάχιστον ὡς τὴν ὀξεῖαν τῆς ὀρθῆς. ἔστι δὲ ἀδύνατον. τὸ αὐτό, ὦ θαυμάσιε·3 διὸ καὶ τὰ ἑξῆς προσιέμεθα μέν, οὔ φαμεν δὲ κατὰ τῶν ἀνδρῶν εἶναι. τὸ μὲν... ὡς ὕλη. ὁ μὲν ἀριθμὸς πρότερός ἐστιν ὡς εἶδος καὶ ὡς οὐσία, ἡ δὲ μονὰς ὡς μέρος καὶ ὡς ὕλη· πρόσθες ὅτι ἡ ὑποκειμένη τοῖς ἀριθμοῖς.
“正如……一。” 因此,那填充诸数之底层的、被视为与锐角相当的单子,对于诸数而言也是既先又后,在定义上是在后的,但在生成上则是更古老的。于是,他们以两种方式使一成为原理。但这并不是同一个一,卓越的人啊!相反,一者作为万物的原因在一切方面皆是根源性的,而另一者则作为各部分的极小者成为原理,如同锐角相对于直角一样。“但这是不可能的”[亚里士多德说]:同一事物[兼具两者是不可能的],卓越的人啊!因此,我们固然接受接下来的话,但我们声称这并非针对那些先贤。“一者……作为质料”:数作为相和本质是在先的,而单子则作为部分和质料[是在先的];请补充说:是作为处于数之底层的[单子]。
- 3.102κείσθω οὖν καὶ αὕτη ἡ αἰτία, εἰ καὶ ἐλαφροτέρα ἐστὶ κατὰ τὸν μαθηματικὸν μόνον ἐξεταζομένη [εἰ] καὶ πολλοστὴν ἔχει τάξιν ἀπὸ τῶν ἐμβριθεστέρων
κείσθω 为第三人称单数现在时命令式,表示让步或设定(“且设定……吧”)。从句 εἰ καὶ... ἐστὶ... καὶ ἔχει 构成让步条件句(“即便……并且处于……”)。编者所加方括号中的 [εἰ] 应视作重复抄写予以忽略;πολλοστὴν τάξιν ἔχει 表示相对于更为深刻的形而上学原因(τῶν ἐμβριθεστέρων)而言居于极低、极末的等级。
- 3.104εἰ μὴ ἄρα μὴ δυσφωρατότερον τὸ ἐκείνων γένηται βούλημα
连词短语 εἰ μὴ ἄρα(“除非确实”)后面紧接着第二个 μή 搭配虚拟式 γένηται,构成重叠否定。此处带有反讽的反问修辞色彩,意为“除非真的是为了使先贤的意图不致更难被觉察[否则为何要跳跃概念]”。
- 3.105ἔστι δὲ ἀδύνατον. τὸ αὐτό, ὦ θαυμάσιε
ἔστι δὲ ἀδύνατον 是引自亚里士多德原文(参见 1084b23)的断片引文。叙利亚努随即以对话体直接呼告亚里士多德(ὦ θαυμάσιε),通过补入省略来回应:“[同一事物两者兼具确实是]不可能的,卓越的人啊”。此处 τὸ αὐτό 作为省略了的主语,承接述词 ἀδύνατον。
