- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:149.14-150.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德对相数局限于十数所提出的质疑(如十一数的产生、虚空与比例的归属、奇数与偶数的原理),叙利亚努通过阐明源始单子与十数的特殊关系、排斥虚空的宇宙完满性以及单子作为一切奇数之相的作用,为柏拉图学派的学说进行辩护。
" Ἔτι ἄτοπον... περιττόν." Λείπει τῷ λόγῳ, τὸ γὰρ τέλειον ἦν·1 ἔτι ἄτοπον εἰ ὁ ἀριθμὸς οὐ μέχρι τῆς ἑνδεκάδος, ἐπεὶ καὶ τὸ ἓν μᾶλλον τῆς δεκάδος ὂν καὶ εἶδος αὐτῆς, καὶ τὰ ἑξῆς. εἶδος μὲν οὖν εἴρηται τῆς δεκάδος παρ’ αὐτοῖς οὐ τὸ τυχὸν ἕν, ἀλλ’ ἡ ἀρχηγικὴ μονάς, ἣν ὁριζόμενοι καὶ εἶδος εἰδῶν ἔλεγον εἶναι, ὅτι πάντων ἔχει τῶν ἀριθμῶν ἐν ἑαυτῇ τὰ εἴδη. ἀλλ’ ὅμως καὶ εἰ πάντων εἶδός ἐστι τῶν ἀριθμητικῶν εἰδῶν, μάλιστα τῆς δεκάδος ἂν ῥηθείη· μιμεῖται γὰρ αὐτὴν ἡ δεκάς, ὅπερ ἐστὶν ἡ μονὰς πρὸς πάντας ἁπλῶς τοὺς ἀριθμούς, τοῦτο καὶ αὐτὴ ταῖς μεθ’ ἑαυτὴν δεκάσι καὶ ἑκατοντάσι καὶ χιλιάσι γιγνομένη·2 διὸ καὶ “δευτερωδουμένα μονὰς” ὠνομάζετο. καθάπερ οὖν ὁ νοῦς εἶδος μέν ἐστι πάντων, μάλιστα δὲ τῆς ψυχῆς, οὕτω καὶ ἡ μονὰς εἰ καὶ πάντων, ἀλλὰ μάλιστα τῆς δεκάδος. τῇ δὴ τοιαύτῃ μονάδι καὶ τὸ ἀγένητον ἂν μάλιστα πρέψειεν, οὐχὶ τῇ ἐν τοῖς ἕνδεκα. οἶδε δὲ καὶ αὐτὸς δι’ ἣν αἰτίαν ἄχρι τοῦ δέκα προῆγον τὸν ἀριθμόν· ἡ γὰρ ὑστάτη τελειότης αὐτὸς ἦν ἡ πᾶν περιέχουσα ἐν ἑαυτῇ. τοῦ δὲ κενοῦ παράδειγμα μὲν ἐν τοῖς ἀριθμοῖς οἱ ἀκριβέστεροι τῶν λόγων οὐκ ἀπολιμπάνουσιν, ἐπεὶ μηδ’ ἐν τοῖς οὖσιν ἔστι κενόν, ὡς ἐν ε̄ βίβλῳ τῆς τῶν Πυθαγορείων δογμάτων συναγωγῆς δείκνυσιν Ἰάμβλιχος. τὰς δὲ χώρας τῶν ἀριθμῶν καὶ μάλιστα τὰς ἁρμονίας, αἳ καὶ αὐταὶ συμπληροῦνται πάντως ὑπὸ τῶν ἀριθμῶν, ὑπόμνησιν ἔλεγον φέρειν τῆς χώρας τῶν ὅλων ὡς κενῆς μὲν ὑπαρχούσης τῷ οἰκείῳ λόγῳ, συμπληρωθείσης δὲ ὑπὸ τῆς νοερᾶς δημιουργίας καὶ τῆς περιφορᾶς τοῦ αἰθέρος, ἣ πάντα σφίγγουσα καὶ συνάγουσα πρὸς ἑαυτὰ κενὴν οὐδεμίαν ἐᾷ χώραν ἐν τῷ παντί, συμπαθῆ δὲ πρὸς ἑαυτὸν διόλου καὶ ἀλληλουχούμενον ἀποφαίνει τὸν κόσμον· ὥσπερ οὐδ’ ἡ μονὰς ἡ τῶν ἀριθμῶν ὑποστατικὴ χώραν κενὴν ἀπολείπειν ἠνέσχετο, συμπληρώσασα τοῖς ἐφεξῆς ἀριθμοῖς ἀπαραλείπτως πάσας τὰς ἀριθμητικὰς ὑποδοχάς. ἀναλογία δὲ πᾶσα ὅτι ἐντὸς δεκάδος θεωρεῖται, πρόδηλον· καὶ γὰρ ἡ ἀριθμητικὴ ἐν τῇ κατὰ φύσιν προόδῳ τοῦ ἀριθμοῦ, καὶ ἡ γεωμετρικὴ ἐν τῷ ᾱ β̄ δ̄, ᾱ γ̄ θ̄, καὶ ἡ ἁρμονικὴ ἐν τοῖς β̄ γ̄ ς̄, γ̄ δ̄ ς̄. πάντα οὖν, φησίν, ἀπεδίδοσαν ταῖς ἀρχαῖς, τουτέστι τῇ τε μονάδι καὶ τῇ δυάδι, στάσιν μὲν καὶ τὸ ἀγαθὸν μονάδι, κίνησιν δὲ καὶ τὸ κακὸν δυάδι. δύναιντο δ’ ἂν ἀρχὰς λέγειν καὶ τὰς δύο συστοιχίας ἐν τοῖς ἄχρι δεκάδος ἀριθμοῖς, καὶ μάλα εὖ, ἐπειδὴ κἀν τοῖς οὖσι τὰ μὲν τῶν ἀρχῶν ἐξήρτηται μόνων, τῆς τε μιᾶς καὶ τοῖν μετ’ αὐτὴν δυοῖν, τὰ δὲ καὶ εἰδητικὴν αἰτίαν προσείληφε· διότι δέ, λόγος πλείων. Ὃ δὲ ἀντιτίθησιν αὐτοῖς πρὸς τῷ τέλει, λίαν εὐδιάλυτον. εἰ γάρ, φησί, διὰ τὸ ἓν ἡ τριάς, πῶς οὐχὶ διὰ τὴν τριάδα καὶ ἡ πεντὰς καὶ πᾶς ὁ περιττός, ὥσπερ ὁ ἄρτιος πᾶς διὰ τὴν δυάδα; ἐροῦμεν δὲ ὅτι πρῶτος καὶ ἀσύνθετος ἀριθμὸς μονάδι ἔοικεν εἰδοποιεῖσθαι μόνῃ, δεύτερος καὶ σύνθετος πρὸς τῇ μονάδι καὶ ἄλλο ἔχει μέτρον· διὸ πάντων τῶν περιττῶν ἡ μονὰς εἶδος, ὥσπερ ἡ δυὰς τῶν ἀρτίων. ὅλως γὰρ ἀναλογεῖν οὐ τὴν τριάδα χρὴ τῇ δυάδι κατὰ τὸ ἀρχικόν, ἀλλὰ μᾶλλον τὴν μονάδα. διὰ τούτων δὴ τῶν ἐκείνου λέξεων πέφηνε καὶ κατ’ αὐτὸν ἑτέρα τις αἰτία, δι’ ἣν ἄχρι δεκάδος τὰ παραδείγματα προάγουσι τῶν ἀριθμῶν· εἰ γὰρ τὰ αἴτια πάντων θεωρεῖν ἐν αὐτοῖς βούλονται, πάντων δὲ ὁρῶσιν αἰτίας ἐν τοῖς ἄχρι δεκάδος, περίεργον ἂν εἴη τῶν ἑξῆς ἀποτίθεσθαι παραδείγματα· καὶ ἔτι τὰ ἕνδεκα οὐ τὴν μονάδα ἔχειν λέγοιτ’ ἂν ὀρθῶς πρὸς τῇ δεκάδι τὴν αἰτίαν τῆς δεκάδος, ἀλλὰ τὸ ἓν τὸ οἱονεὶ μόριον3 τῆς δεκάδος καὶ τῆς δυάδος καὶ ἑκάστου τῶν ἄλλων ἀριθμῶν.
“此外,荒谬的是……奇数[亦然]。” 这一表述有所欠缺,因为完整的表述本是:“此外,如果数不到十一数,这是荒谬的,因为一也比十数更是存在,且是十数的相”,等等。那么,在他们那里被称为十数之相的,并非随意的某一个一,而是源始的单子;他们在给它下定义时,也称其为相之相,因为它在其自身之内具有一切数的相。但尽管如此,即便它是一切数之相的相,也可以说尤其应当是十数的[相];因为十数模仿了它:单子单纯地对一切数所是的,十数自身对居于其后的各个十、百、千也成为如此;因此它也被称为“重复的单子”。于是,正如理智固然是一切之相,但尤其应是灵魂之[相],单子同样地,即便是一切之[相],但也尤其应是十数之[相]。对这样一种单子而言,不生也确实最为相称,而不是对十一中的[一]。而他自己也知道究竟出于何种原因他们把数推展到十;因为这本身就是将一切包容于自身的终极完满。另一方面,更为严谨的论述并没有在数中留下虚空的范本,因为在存在物之中也没有虚空,正如扬布里柯在《毕达哥拉斯学说集成》第五卷中所指出的那样。但他们曾说,数的处所,特别是诸和谐(它们自身也完全被数所充满),带来了对整体之空间的忆念:该空间按照其特有的理则固然作为虚空而存在,但已被理智造物活动和以太的回转所充满;这[回转]将万物束紧并聚合在一起,在全宇宙中不留下任何虚空的处所,并使宇宙整体呈现为一个对自己互感相通且紧密联结的整体;正如赋予数以定立的单子也不容忍留下虚空的处所,而是借助接续的诸数毫无遗漏地填满了所有数的受纳者那样。而且很显然,一切比例都在十数之内被考察:因为算术比例在数的自然进程中被考察,几何比例在 ᾱ β̄ δ̄ 与 ᾱ γ̄ θ̄ 中被考察,调和比例在 β̄ γ̄ ς̄ 与 γ̄ δ̄ ς̄ 中被考察。于是他说,他们将万物归结于诸原理,即归结于单子与二元:将静止与善归于单子,将运动与恶归于二元。但他们也可以把直到十数为止的数中的两个对应行列表称为诸原理,而且非常恰当,因为在存在物之中,有些事物仅悬挂于诸原理——即那单一的[原理]及其后的两个[原理],而另一些事物则还附加接受了形式原因;至于为何如此,则需要更详尽的论述。至于他在末尾向他们提出的反驳,则是极易消解的。因为他说,如果三数是由于一,那么为何五数以及一切奇数不也是由于三数呢,正如一切偶数都是由于二元一样?但我们将说,第一的、不可复合的数似乎仅由单子赋予形式,第二的、复合的数则在单子之外还具有另一种尺度;因此单子是一切奇数的相,正如二元是偶数的相一样。因为一般而言,就本源性而言,应当与二元相对应的不是三数,而更是单子。于是,通过他的这些话,即便按照他自己,也显露出了另一个原因,即他们为何将数之范本推进到十数为止:因为如果他们希望在它们之中考察万物的原因,并且在直到十数的诸数中看到了万物的原因,那么为接续者设定范本便是多余的;而且此外,十一数也不能被正确地说是除了十数之外还拥有作为十数之原因的单子,而是拥有可谓是十数、二元以及其他各数之部分的那个一。
- 3.101Λείπει τῷ λόγῳ, τὸ γὰρ τέλειον ἦν
λείπει 此处作无人称动词使用,意为“缺乏”或“欠缺”。τῷ λόγῳ 为涉及或领域的与格(“在论述中/表述中”)。接续的 τὸ γὰρ τέλειον ἦν 使用了未完成过去时,带有虚拟或补充的色彩(“因为完整的形式本应是”),补足了亚里士多德原文中的省略,从而明确其论证的逻辑形式。
- 3.101ὅπερ ἐστὶν ἡ μονὰς πρὸς πάντας ἁπλῶς τοὺς ἀριθμούς, τοῦτο καὶ αὐτὴ ταῖς μεθ’ ἑαυτὴν δεκάσι καὶ ἑκατοντάσι καὶ χιλιάσι γιγνομένη
由相关代词从句 ὅπερ ... τοῦτο 引出的比例对应结构。在关系从句中由 πρὸς πάντας ἁπλῶς τοὺς ἀριθμούς 表达关系,在主句中则由与格 ταῖς μεθ’ ἑαυτὴν δεκάσι... 承担对应的对象。分词 γιγνομένη 与主语 ἡ δεκάς 一致,表示方式或原因(“通过成为……”)。
- 3.101καὶ ἔτι τὰ ἕνδεκα οὐ τὴν μονάδα ἔχειν λέγοιτ’ ἂν ὀρθῶς πρὸς τῇ δεκάδι τὴν αἰτίαν τῆς δεκάδος, ἀλλὰ τὸ ἓν τὸ οἱονεὶ μόριον
带宾格的不定式短语 τὰ ἕνδεκα ... ἔχειν 作为被动态带有 ἄν 的希求法(λέγοιτ' ἄν)的主语。ἔχειν 的宾语通过 οὐ τὴν μονάδα ... ἀλλὰ τὸ ἓν 形成对比,前者 τὴν μονάδα 带有同位语 τὴν αἰτίαν τῆς δεκάδος,后者 τὸ ἓν 带有同位语 τὸ οἱονεὶ μόριον。
