- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:13.29-14.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努探讨了《形而上学》B卷第2章(996a21)的难题,论证了不动之物与数学对象同样具有朝向善的致动原因与目的原因,并反驳了最上层学问不认识所有原因的论点。
" ἔτι... φύσιν." Ὁ συλλογισμὸς τοιοῦτος· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν περὶ τὰ ἀκίνητα ἔχουσιν· αἱ περὶ τὰ ἀκίνητα ἔχουσαι πάντα τὰ αἴτια οὐ γιγνώσκουσιν, ἐπεὶ μηδ’ ἔστιν ἐν τοῖς ἀκινήτοις ποιητικὸν ἢ τελικὸν αἴτιον· αἱ πρῶται καὶ κάλλισται τῶν ἐπιστημῶν οὐ πάντα τὰ αἴτια γιγνώσκουσιν. ἐν τούτοις πάλιν ἡ μείζων ψευδής·1 ἔστωσαν μὲν γὰρ αἱ θεωρητικαὶ τῶν ἐπιστημῶν αἱ πρῶται καὶ κάλλισται, τούτων δὲ αὐτῶν ἡ μὲν φυσικὴ 〈περὶ τὰ〉 κινούμενα ἔχουσα μὴ προταττέσθω, αἱ δὲ μαθηματικώτεραι καὶ ἡ πρώτη φιλοσοφία καλλίους αὐτῆς ἔστωσαν· ἀλλὰ διὰ τί μὴ πάντα θεωροῦσι τὰ τῶν ἐπιστητῶν αἴτια; ὅτι, φαῖεν ἄν, οὐδὲ ἔχει τὰ ἀκίνητα ποιητικὸν αἴτιον ἢ τελικόν. ἀλλὰ μάλιστα μὲν ἔχει, εἴ γε ἐξ ἀρχῆς καὶ ταῦτα καὶ μὴ ἐκ τοῦ αὐτομάτου παρῆλθεν εἰς τὰ ὄντα· πᾶν γὰρ τὸ ὅπως ποτὲ ὂν ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς· πλῆθος δὲ ἀρχὴ εἶναι οὐ δύναται· ὥστε ἔχοι ἂν καὶ ποιητικὴν αἰτίαν καὶ τελικήν· τοῦ γὰρ ἀγαθοῦ χάριν καὶ ἔστι τὰ ἀκίνητα καὶ γιγνώσκει καὶ γιγνώσκεται. ἔπειτα δὲ ἕτερον ἦν τὸ ἐξ ἀρχῆς προκείμενον· οὐ γὰρ εἰ ἐκλείποντος αἰτίου δυνατὸν ἐπιστήμην τοῦ πράγματος γενέσθαι, προὔκειτο σκοπεῖν, ἀλλ’ εἰ ὄντων αἰτίων διαφόρων μὴ μία ἐπιστήμη, πολλαὶ δὲ ταὐτὰ ἐπισκέψονται· ὃ νῦν οὐ κατεσκεύασται. μᾶλλον δ’ ἄν τις εἰς τὸ ἀντικείμενον ἐκ τούτων ὁρμηθεὶς ἐπιχειρήσειεν· εἰ γὰρ πᾶσαι αἱ περὶ τὰ ἀκίνητα διατρίβουσαι πάντα τὰ ὑπάρχοντα τοῖς ὑποκειμένοις αἴτια γιγνώσκουσι καὶ οὐδὲν τῶν ὑπαρχόντων αὐτοῖς παρορῶσι, καὶ ἡ σοφία πάντα ἂν γιγνώσκοι τὰ τοῦ ὄντος ᾗ ὂν αἴτια. ἑξῆς δὲ ὁ λόγος κατασκευάζειν μὲν ἐπιχειρεῖ, ὅτι τελικὴν αἰτίαν οὐκ ἔχει τὰ μαθήματα· ψεῦδος δὲ λαμβάνει, ὅτι τὸ οὗ ἕνεκα πράξεώς τινός ἐστι τέλος· οὐ γὰρ μόνων τῶν πράξεών ἐστι τὰ τέλη, ἀλλὰ πολλῷ πλέον τῶν θεωριῶν· τοῦ γὰρ ἀγαθοῦ χάριν καὶ 〈τῆς〉 πρὸς τὸ θεῖον ἐξομοιώσεως καὶ τῆς ἀληθινῆς ἡμῶν σωτηρίας θεωρεῖν ἐφιέμεθα, τῶν δὲ πράξεων τὸ τέλος καὶ μερικὸν καὶ οὐδὲ κυρίως τέλος. εἰ δὲ οἱ γεωμέτραι μὴ χρῶνται τῇ τοῦ τέλους ἀποδόσει, δεικνύντες τὰ καθ’ αὑτὰ τοῖς σχήμασιν ὑπάρχοντα, θαυμαστὸν οὐδέν. οὐδὲ γὰρ τὸ ὑποκείμενον αὐτοῖς ἐπισκέπτονται, εἴτε ἔστιν εἴτε μή, οὔτε τὸ τέλος πολυπραγμονοῦσιν οὔτ’ ἄλλο οὐδὲν πλὴν τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς σχήμασι 〈καὶ〉 τοῖς μεγέθεσι, καὶ διὰ τοῦτο οὐκ ἐπιστήμονες ἂν εἶεν· ᾧ γὰρ ἀρχή, φησίν, ὃ μὴ οἶδε, τελευτὴ δὲ καὶ μεταξὺ ἐξ ὧν οὐκ οἶδε, τίς μηχανὴ τὴν τοιαύτην ὁμολογίαν ποτὲ ἐπιστήμην γενέσθαι;2 ἀλλ’ ὅ γε πρῶτος φιλόσοφος καὶ διὰ τί ὁ κύκλος εἰς ἑαυτὸν συννεύει καὶ τί μιμεῖται τῶν ὄντως ὄντων, καὶ τί πρῶτον τῶν σχημάτων, καὶ τίς ἡ ἐν αὐτοῖς τάξις καὶ πόθεν, οἷς πάντως ἡ τἀγαθοῦ συνεισέρχεται αἰτία, πάντως ἐπισκέπτεται. γελοῖος δὲ καὶ Ἀρίστιππος μαγειρικὴν μὲν οἰόμενος τέλους τινὸς ἕνεκα τοιόνδε παρασκευάζειν ὄψον, τὰς δὲ μαθηματικὰς εἰς ἀληθῆ συμπεράσματα 〈ἀπὸ〉 ἐπιστημονικῶν προτάσεων καταντώσας ἀεὶ μὴ νοῦ γεννήματα καὶ μιμήματα νομίζων δεικνύναι τὰ πράγματα περὶ ἃ διατρίβουσι· πόθεν γὰρ ἡ ἐν αὐτοῖς ἀλήθεια, πόθεν ἡ τάξις ἢ τὸ ἄφραστον κάλλος συνεισέρχεται, πόθεν ἡ ἐξ αὐτῶν περιαγωγὸς καὶ ἀναγωγὸς ὠφέλεια ταῖς ψυχαῖς, εἰ μὴ πολὺ πρότερον αὐτοῖς ἀπὸ νοῦ πολὺ τὸ τῆς τἀγαθοῦ μοίρας ἐνδέδοτο;3
“此外……本性。” 该三段论是这样的:“第一位且最美好的各门学问关涉不动之物;关涉不动之物的学问并不认识所有的原因,因为在不动之物中既无致动原因亦无目的原因;因此,第一位且最美好的各门学问并不认识所有的原因。”在这些前提中,大前提又是虚假的。因为,且让理论学问成为第一位且最美好的,而在这些学问之中,关涉运动之物的物理学且不排在首位,而让更具数学性的学问以及第一哲学比它更为美好;然而,它们为何不观照可知对象的全部原因呢?他们会说,这是因为不动之物既没有致动原因,也没有目的原因。然而,倘若这些[不动之物]确实源自某一本原,而非凭偶然而进入存在者之列,那么它们完全拥有这些原因;因为凡是以任何方式存在的事物,要么是本原,要么源自本原;而多数性不可能成为本原;因此它们既会拥有致动原因,也会拥有目的原因;因为不动之物正是为了善的缘故才既存在、既认识、又被认识。其次,最初所提出的论题乃是另一回事;因为当时所提出的并非去考察在缺少某种原因时一门关于该事物的学问是否可能成立,而是在存在不同原因时,是否并非单一门学问、而是多门学问将考察相同的事物;而这一点现在并没有被确立起来。相反,人们倒可以从这些前提出发来论证对立的立场:因为如果所有从事不动之物研究的学问都认识其底层载体所具有的一切原因,并且不忽略属于它们的一切,那么智慧也将认识作为存在者的存在者的全部原因。 随后,该论证试图确立数学对象不具有目的原因;但它采用了一个虚假的前提,即“所为了的东西〔目的〕乃是某种行动的终点”;因为目的绝不仅属于行动,而是更多地属于观照;因为我们渴望观照正是为了善、为了同化于神圣者、以及为了我们真正的救拔,而行动的目的则是具体的,甚至称不上严格意义上的目的。如果几何学家在证明图形所固有的本质属性时不采用对目的的说明,这也是毫无奇怪的。因为他们甚至并不考察作为其底层载体之物是否存在,亦不探究目的,除了图形与量度所固有的本质属性之外不探求任何其他东西,正因如此他们称不上严格的知晓者;正如[柏拉图]所说:“如果一个人的本原是其所不知者,而结论与中间步骤又是从其所不知者中编织而成,那么有何方法能让这样的共识在任何时候成为学问呢?”然而第一哲学家则必定考察圆为何向自身聚拢、它模仿了真实存在者中的何物、图形中何者为首,以及它们之中的秩序是什么且源于何处——在所有这些之中,善的原因都必然伴随进入。阿里斯提普斯也是可笑的,他一方面认为烹饪术为了某种目的而调配某种菜肴,另一方面却认为从学问性前提始终得出真实结论的数学诸学,并没有把它们所关涉的事物展示为理智的产物与模仿;因为如果不是理智很早以前就将善的丰厚份额赋予了它们,它们之中的真理何在,秩序或不可言喻之美从何伴随进入,源自它们并使灵魂转向与向上的益处又从何而来呢?
- 1.15ἐν τούτοις πάλιν ἡ μείζων ψευδής
在此处被指责为虚假的“大前提”(ἡ μείζων),指形式化三段论中的“关涉不动之物的学问并不认识所有的原因(因为不动之物中既无致动亦无目的原因)”。紧接着的文句正是通过论证不动之物既然源自本原就必然拥有致动与目的原因,来驳斥该命题。
- 1.15ᾧ γὰρ ἀρχή, φησίν, ὃ μὴ οἶδε, τελευτὴ δὲ καὶ μεταξὺ ἐξ ὧν οὐκ οἶδε, τίς μηχανὴ τὴν τοιαύτην ὁμολογίαν ποτὲ ἐπιστήμην γενέσθαι;
关系代词 ᾧ 作领有者与格(省略 ἐστί),指称假定的几何学研习者。此处的 φησί 依据文脉并非指亚里士多德,而是指柏拉图(《理想国》第七卷533c),以此引出近似原话的直接引用。后半句的修辞疑问句 τίς μηχανὴ ... 构成主句。
- 1.15εἰ μὴ πολὺ πρότερον αὐτοῖς ἀπὸ νοῦ πολὺ τὸ τῆς τἀγαθοῦ μοίρας ἐνδέδοτο;
带有过去完成时直陈式(ἐνδέδοτο)的否定条件从句(εἰ μή)构成了与过去事实相反的反事实假定,充当了前面由 πόθεν 引导的数个修辞疑问句的前提条件。该结构表达了“若非早就由理智赋予,又怎会有这些特质”的必然肯定含义。
