← 叙利亚努斯

亚里士多德《形而上学》注释

§147.28-149.13

关于相数终于十数及其宇宙完满性的辩护

针对亚里士多德对将相数限定在十以内的学说的责难,叙利亚努反驳称十数象征着宇宙性的完满,而非仅指十个单子式的数,并捍卫了相与自然理则在万物生成中的普遍存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.96

" Ἀλλὰ μὴν... ὑπερέξει." Τῶν θείων ἀνδρῶν δεκάδα τὸν εἰδητικὸν εἰπόντων ἀριθμὸν ὡς κοσμικὸν παράδειγμα καὶ “ὅρον περὶ πᾶσι τεθέντα”, καὶ ὅτι ὥσπερ ἡ δεκὰς ἐντὸς ἑαυτῆς ἔχει πάντα τὸν ἀριθμὸν οὐκέτι κρυφίως ὡς ἡ μονὰς οὐδ’ οὐσιωδῶς ὡς ἡ τετράς, ἀλλ’ ἤδη σὺν ἑτερότητι πλείονι καὶ διαιρέσει, τοῦτον τὸν τρόπον καὶ ἡ νοερὰ δημιουργία πάντα προείληφεν ἐν ἑαυτῇ τὰ τῶν κόσμων εἴδη. καὶ ταύτην τὴν δόξαν ἀπό τε Ὀρφέως καὶ Μουσαίου καὶ τῶν ἐκεῖθεν καταγομένων ὑποδεξαμένων1 ὁ Ἀριστοτέλης ὡς δέκα τῷ ἀριθμῷ ἰδέας αὐτῶν ὑποτιθεμένων οὕτως εὐθύνει τὰς δόξας. καίτοι εἰ δέκα τῷ ἀριθμῷ ὑπετίθεντο, ἑκάστη δὲ δυνάμεις ἔχει ὡρισμένας μὲν ἡμῖν δὲ ἀγνώστους, οὐδ’ ὡς τῶν εἰδῶν τοῦ ζῴου οὐδ’ ὅλως τῶν τῇδε εἰδῶν ἐλάττους ἂν ἦσαν αἱ παραδειγματικαὶ αἰτίαι, εἰ τῇδε μὲν τῇ δυνάμει τῆς τριάδος τόδε τῇδε δὲ τόδε τὴν ὑπόστασιν ἔχειν ἐλέγομεν. ἀλλὰ ταῦτα μὲν ἀφείσθω. δῆλος δὲ πάλιν ἡμῖν γέγονεν ὁ ἀνὴρ ὡς μοναδικῇ προσελθὼν τῇ παρὰ τῶν πρεσβυτέρων ἀνυμνηθείσῃ δεκάδι· ὥσπερ οὖν καὶ τὰ ἑξῆς αὐτῷ κατὰ τὴν αὐτὴν ὁδεύει μοῦσαν.

“然而……必将超出。” 神圣的人们将相数称为十,视为宇宙的范本和“置于万物周围的界限”,并且正如十数在其自身之内包含了一切数,不再像单子那样隐秘,也不再像四数那样本质性,而是已经伴随着更多的相异性与划分,理智的造物活动同样以此种方式在其自身中预先包容了宇宙诸相的一切;而且他们从奥菲斯、穆萨埃乌斯以及源自他们的人那里继承了这一见解,然而亚里士多德却把他们当作在数目上设定了十个相那样,对这些见解加以审查。然而,即便他们在数目上设定了十个,每个[相]具有确定却对我们未知的潜能,即便我们说借助三数的这一潜能此物获得其定立,借助另一潜能彼物获得其定立,范本因也绝不会少于动物的诸形式,或者总的来说少于此处的诸形式。但这且置之不理。显而易见,此人再次把古人所颂扬的十数当作单子式的数来对待;因此他接下来的论述也是按照同样的调子进行的。

§3.97

"Ἅμα... ἄνθρωποί γε." Εἴρηται ὅτι οὐ τῶν εἰδητικῶν μόνων ἕκαστος εἷς, ἀλλὰ γὰρ καὶ τῶν μαθηματικῶν, εἴπερ ὁ ἐνεργείᾳ καὶ ὁ σὺν τῷ ἑαυτοῦ εἴδει θεωρούμενος λαμβάνοιτο, ἡ δὲ αὐτοτριὰς οὔτε ἀνθρώπου οὔτ’ ἄλλου τινὸς παράδειγμα ἂν εἴη, ἀλλὰ τῶν μετ’ αὐτὴν ἁπασῶν τριάδων· ὥστε μία πολλῶν αἰτία τῶν μὲν αὐτῇ προσεχεστέρων τῶν δὲ ἐν ἐσχάτοις κειμένων.

“同时……至少是人。” 前面已经说过,不仅相数中的每一个是一,而且如果取现实的、同其自身之相一同被考察的数,数学之数中的每一个也是一;而三数自身绝不会是人或任何其他[个别感觉事物]的范本,而是居于其后的所有三数的范本;因而一个原因是诸多事物的因,其中一些更切近于它,另一些则处于最底层。

§3.98

"Καὶ εἰ... ἄνθρωπος." Γελοίως δὲ καὶ ταῦτα 〈καὶ〉 φορτικῶς ἀναγέγραπται καὶ μόνως ἂν ἔχοι χώραν, εἰ μοναδικὸν οἱ ἄνδρες ἐποίουν τὸν τῶν εἰδῶν ἀριθμὸν καὶ ἕκαστον τῶν μοναδικῶν πολλαχῶς ἔλεγον ὑφεστάναι, οὐκ ἐν ἑαυτῷ μόνον ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἑαυτοῦ μείζοσι θεωρούμενον.

“而且如果……人。” 这些论点也是荒唐且粗鄙地被记录下来的,只有当那些人把诸相之数当作单子式的数,并且说每一个单子式的数以多种方式定立,不仅在自身中被考察,而且在比其自身更大的一切事物之中被考察时,这些论点才有立足之地。

§3.99

"Ἄτοπον... ἀριθμῶν." Οὐκ ἄτοπον, εἰ ἐνθυμηθείης ὅτι τῶν ἁπλῶν εἰσι φύσεων αἱ ἰδέαι2 καὶ οὐ τῶν ἐκ στοιχείων ἐπισυντιθεμένων ὁμοφυῶν, ὅθεν καὶ πάντα μὲν τὸν ἀριθμὸν τὸν εἰδητικὸν δεκάδα προσηγόρευον διὰ τὰς προειρημένας αἰτίας, οὐ μὴν ἀλλὰ καὶ ἑκάστου τῶν μοναδικῶν ἀριθμῶν τῶν ἄχρι δεκάδος ἰδέαν ἀπετίθεντο· ἁπλούστατοι γὰρ οὗτοι καὶ εἰδικὴν ἔχοντες πρὸς ἀλλήλους διαφοράν· ἡ δὲ ἑνδεκὰς σύνθεσίς ἐστι δυοῖν προϋπαρχόντων ἀριθμῶν.

“荒谬……数的。” 如果你考虑到相属于单纯的本性,而非属于由同类元素复合而成的事物,这就并不荒谬。因此,出于前述理由,他们固然将一切相数称为十数,然而也为直到十数为止的每一个单子式的数设定了相;因为这些数是最单纯的,并且彼此之间具有种差;而十一数则是两个预先存在的数的复合。

§3.100

"Ἔτι δὲ καὶ... τὰ εἴδη ἐστίν." Οὕτω καὶ οἱ τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ τὸ πᾶν ἐπιτρέποντες ἐπιχειρεῖν ἠδύναντο· ἐπεὶ γὰρ ἔνια γίγνεται ἐκ ταὐτομάτου καὶ κατὰ σέ, τί κωλύει πάντα γίγνεσθαι τυχαίως; ἀλλ’ οἶμαι φαίης ἂν πρὸς αὐτούς, ὅτι ταῦτα μὲν τῶν ἐπ’ ἔλαττόν ἐστιν ἐνδεχομένων,3 ὅσα δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἢ ἀεὶ οὕτως ἐπιτελεῖται, ταῦτα φύσεώς ἐστιν ἔργα καὶ νοῦ πρός τι τέλος ὁρώντων. τοιαῦτα οὖν ἀκούειν καὶ παρ’ ἐκείνων τὴν πρώτην ὑπολάμβανε. ποῖα δὲ καὶ φὴς ἄνευ εἰδῶν γίγνεσθαι; τῶν τε γὰρ φύσει πρώτων τὰ εἴδη οὐσιώδη καὶ ἐν νῷ, τῶν τε ἐσχάτων 〈καὶ〉 ἀνουσίων οὐδὲν ὅτι μὴ κατὰ λόγους ἐπιτελεῖται φυσικούς, τά 〈τε〉 τεχνητὰ κατὰ τὰ ἐν τῇ τέχνῃ εἴδη καὶ αὐτὸς συγχωρεῖς δημιουργεῖσθαι, ὡς πολλαχοῦ μέν, σαφέστατα δὲ ἐν τῷ Ζ τῆσδε τῆς πραγματείας συγκεχώρηται. εἰ μὴ ἄρα ἢ τὰ πρακτὰ λέγοις ἢ τὰ ἀπὸ τύχης καὶ ταὐτομάτου· τούτων δὲ τὰ μὲν οὐκ ἔστιν οὕτως ὡς εἴωθε παρ’ ἡμῖν θρυλεῖσθαι· οὐδὲν γὰρ ἀναιτίως ὑφίσταται· τὰ δὲ πρακτὰ καὶ εἰ μὴ ἀεὶ κατὰ τὰ αὐτὰ προυπάρχοντα εἴδη ἔχοι, ἀλλ’ οὖν τῶν πράξεων προϋπάρχοντα· προανεγείρασα γὰρ ἐν τῇ φαντασίᾳ ἢ τῇ δόξῃ τὴν ὅλην διάθεσιν † τῷ ἐν ἡμῖν κυρίως τῶν πράξεων.

“此外,而且……相存在。” 照此,那些将万物托付给机遇与自发的人也可以进行论证:既然按照你的说法也有某些事物自发产生,那么有什么阻止万物凭借机遇而产生呢?但我认为你会对他们说,这些属于极少发生的偶发情况,而凡是大部分情况下或始终如此实现的事物,都是朝向某种目的瞻望的自然与理智的作用。因此,请理解你首先也会从他们那里听到这样的话。而且你究竟说哪些事物是在没有相的情况下生成的呢?因为对于本性上原初的事物,其相是本质性的且在理智之中;对于最低等且无实体的事物,没有一件不是按照自然理则实现的;人工制品是你自己也赞同按照技艺中的相而制作出来的,正如在许多地方,且在本文集的第七卷中最清楚地被承认的那样。除非你指的是实践行为,抑或是来自机遇与自发的事物;而在这些事物中,后者并不像我们之间惯常风传的那样存在,因为没有任何事物毫无原因地定立;而实践行为即便不具有始终以同样方式预先存在的相,然而至少〔具有〕先于行为存在的〔相〕;因为在想象或信念中预先唤起的整体心向,乃是通过我们之中主管行为的要素[而起作用的]。

语法注3 条
  1. 3.96Τῶν θείων ἀνδρῶν δεκάδα τὸν εἰδητικὸν εἰπόντων ἀριθμὸν ... ὑποδεξαμένων

    句首的属格分词短语(Τῶν θείων ἀνδρῶν ... εἰπόντων ... ὑποδεξαμένων)构成独立属格结构,交代了背景语境,与主句主语 ὁ Ἀριστοτέλης 相对照。它陈述了柏拉图学派将十数作为宇宙界限并从古老传统中继承这一学说的背景,进而引出主句动词 εὐθύνει τὰς δόξας。

  2. 3.99τῶν ἁπλῶν εἰσι φύσεων αἱ ἰδέαι

    属格短语 τῶν ἁπλῶν ... φύσεων 与系动词 εἰσί 结合,充当表语性的领属属格(predicative genitive of possession/characteristic),意为“相属于单纯的本性”,作为 αἱ ἰδέαι 的述语。

  3. 3.100τῶν ἐπ’ ἔλαττόν ἐστιν ἐνδεχομένων

    短语 τῶν ἐπ’ ἔλαττον ἐνδεχομένων(“罕见发生的事物”)是表属性或所属的属格,与 ἐστιν 结合构成主语 ταῦτα 的表语,在亚里士多德物理学语境中与 ὡς ἐπὶ τὸ πολύ(“在多数情况下”)形成固定对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:147.28-149.13