← 叙利亚努斯

亚里士多德《形而上学》注释

§143.29-145.2

关于从本原生成单子与不定之二的辩护

叙利亚努斯探讨了亚里士多德在1083b19–23中关于数的存有地位以及诸单子从一与不定之二中生成所提出的疑难。他指出亚里士多德的推论建立在将一切数归结为单子式数学之数的错误条件前提之上,并从新柏拉图主义角度阐明了不定之二与诸单子在各个存在序列中的多层级本性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.88

" Εἰ τοίνυν... αὐτόν." Ἡ μὲν ἀγωγὴ συλλογιστική, τὸ δὲ συνημμένον1 οὐχ ὑγιαίνει· πάντας γὰρ μοναδικοὺς ὑπεθέμεθα τοὺς ἀριθμοὺς καὶ τὰ ἑνὸς ἴδια ἐπὶ πάντας ἠνέγκαμεν, εἶθ’ οὕτως ἐδόξαμέν τι λέγειν πρὸς αὐτούς. καὶ οἱ μὲν παλαιοὶ καὶ μακάριοι ἄνδρες καὶ τὰ ἄτακτα διὰ τῶν ἀριθμῶν ἔλεγον τάττεσθαι· ἡ δὲ πρὸς αὐτοὺς ἀντιλογία καὶ τὰ περὶ τῶν ἀριθμῶν θεῖα νοήματα συγχεῖ καὶ ἐπιταράττει.

“因此,如果……其自身。” 其论证方式是推论性的,但其条件命题并不健全;因为我们假定了所有的数都是单子式的,并将属于一[类数]的固有属性施加于所有的数之上,然后才自以为在针对他们说出某种道理。并且,古代至福的先哲们曾说即使无秩序的事物也通过数得到秩序化;而针对他们的反驳甚至扰乱并动荡了关于数的神圣观念。

§3.89

"Ἔτι... μονάδος." Ὃ ἀπορεῖ τοιοῦτόν ἐστιν. ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τὰ τε ἄλλα γεννῶσι καὶ τὰς μονάδας. ἐπεὶ οὖν * * ἐν τῇ ἀορίστῳ δυάδι, λέγω δὴ τοῦ τε μεγάλου καὶ τοῦ μικροῦ, ἢ αἱ μὲν ἐκ τοῦ μεγάλου αἱ δὲ ἐκ τοῦ μικροῦ, οὐκ ἀπὸ πάντων ἑκάστη τῶν στοιχείων οὐδ’ ἴσαι αἱ μονάδες, ἀλλὰ πρὸς τῷ διάφοροι εἶναι καὶ ἐναντίωσιν ἕξουσι πρὸς ἀλλήλας, εἴ γε αἱ μὲν μεγάλαι αἱ δὲ μικραὶ ἔσονται. ἥ τε τριὰς πόθεν ἕξει τὴν τρίτην μονάδα, ἀπὸ τοῦ μεγάλου ἢ ἀπὸ τοῦ μικροῦ; εἰ μὴ ἄρα διὰ ταύτην, φησί, τὴν ἀπορίαν τὸ ἓν ἐν τῇ τριάδι καὶ παντὶ τῷ περιττῷ μέσον ποιοῦσιν, ἵνα ἴσαι ὦσιν αἵ τε ἐκ τοῦ μεγάλου γιγνόμεναι καὶ αἱ ἐκ τοῦ μικροῦ μὴ μόνον ἐν ἀρτίῳ, ἀλλὰ καὶ ἐν περιττῷ ἀριθμῷ. εἰ δὲ ἑκάστη μονὰς ἐκ [τῆς] τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἴσων ἀλλήλοις γενομένων τῇ κράσει, πρῶτον πῶς ἔσται μία φύσις αὐτὴ ἡ δυὰς ἡ ἐκ τοῦ μεγάλου καὶ τοῦ μικροῦ; δῆλον γὰρ ὅτι 〈εἰ〉 καὶ ἡνώθη ὕστερον ἰσασθέντα, ἀλλ’ οὖν ἦν πρὸ τῆς ἑνώσεως δύο. ἔπειτα δὲ τί διοίσει μονὰς δυάδος; εἰ γὰρ ἐν τῇ μονάδι δυάς ἐστιν ἰσασθεῖσα καὶ ἡ δυὰς αὐτὸ τοῦτο λέγεται δυὰς εἶναι, τί διοίσουσιν ἀλλήλων; τοιαῦτα δὴ προτείναντος τοῦ Ἀριστοτέλους2 τὴν μὲν ἀόριστον δυάδα, εἴτε τὴν πρώτην εἴτε τὴν ψυχικὴν εἴτε τὴν φυσικὴν εἴτε καὶ αὐτὴν τὴν ἐν τῇ ὕλῃ θεωρουμένην τις ἐπισκέπτοιτο, οὐδέποτε φήσομεν μεμερισμένως ἐνεργεῖν ἢ πάσχειν κατὰ τὸ μέγα καὶ τὸ σμικρόν, ἀλλ’ ἑκάστῳ τῶν γεννωμένων ὑπ’ αὐτῆς καὶ τὸ μέγα συνεισφέρειν καὶ τὸ σμικρὸν οἰκείως ἐν ἑκάστῃ τάξει τῶν ὄντων· τὰς δὲ μονάδας, εἰ μὲν τὰς ἐν τῷ μαθηματικῷ σκέπτοιτο νῦν ἀριθμῷ, ἐπεὶ μηδὲ ἄλλας ἐθέλει προσποιεῖσθαι, παράγεσθαι μὲν ἀπὸ πασῶν τῶν ἀρχῶν καὶ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος, οὐ μέντοι διῃρημένως 〈ἔχειν ἐν〉 ἑαυτοῖς τὸ μέγα ἢ τὸ μικρὸν οὐδ’ ἐσχηκέναι ποτέ, ἵνα καὶ διαπορήσωμεν τί διοίσει μονὰς ἑκάστη τῆς αὐτοδυάδος, ἀλλ’ εἶναι ὡς μὲν πρὸς τοὺς ἀριθμοὺς τούς τε ἄλλους καὶ τὴν δυάδα ἀνειδέους καὶ ἀπείρους, κατέχεσθαί γε μὴν ἰνδάλματι καὶ αὐτὰς τοῦ ἑνός· εἰ δὲ περὶ μονάδων λέγοι τῶν ἀύλων (ἔξεστι γὰρ οὐ μόνον ἀριθμούς, ἀλλὰ καὶ μονάδας τὰ εἴδη καλεῖν τὰ νοερά), πολλῷ πλέον ἐροῦμεν ἕκαστον ἀπὸ πασῶν εἶναι τῶν ἀρχῶν, καὶ ἔχειν ἐκ μὲν τοῦ ἑνὸς αὐτὸ τὸ ἑνιαῖον εἶδος καὶ τὸ μοναδικόν, ἐκ δὲ τῆς δυάδος τῆς ἀορίστου τό τε ἀμερὲς καὶ τὸ ἐπὶ πάντα διῆκον ταῖς δημιουργίαις καὶ προνοίαις καὶ ταῖς φρουρητικαῖς δυνάμεσι· τοιαῦτα γὰρ οἶμαι τὰ σμικρὰ καὶ μεγάλα παρὰ τοῖς θείοις ὑποτίθεσθαι χρή.

“此外……单子的。” 他[亚里士多德]所质疑的难题是这样的:他们从一与不定之二中产生出其余事物以及诸单子。既然在不定之二中[……],我指的是在大与小之中,若一些[单子]出自大,而另一些出自小,那么并非每个单子都出自所有元素,单子之间亦非相等,而且除了彼此相异之外,它们之间还将具有相反对立,如果确实一些将是大而另一些将是小的话。那么三将从何处获得其第三个单子,出自大还是出自小?他[亚里士多德]说,“除非或许正是由于这一难题,他们才在三以及每一个奇数中使一成为居中者,以便不仅在偶数中,而且在奇数中,从大产生者与从小产生者都彼此相等”。但如果每个单子都出自通过混合而彼此相等的大与小,那么首先,出自大与小的二自身何以会是一个自然本性?因为显而易见,即使被等同化之物在后来合一了,但无论如何它们在合一之前是二。其次,单子与二有何不同?因为如果在单子中存在着一个被等同化的二,并且二自身亦被说成正是这个二,那么它们彼此之间又有何不同?在亚里士多德提出了诸如此类的论据之后,对于不定之二,无论人们考察的是最初之二、抑或是灵魂之二、抑或是自然之二、抑或是甚至在质料中被观照之二自身,我们决不会说它按照大与小以分割的方式活动或受动,而是说它在其所产生的每一事物中,在存在的每一个序列里以固有的方式共同带入大与小;而关于诸单子,如果他现在考察的是数学之数中的单子(既然他甚至不愿承认还有其他单子),[我们将说]它们虽然从所有的本原、即从一以及不定之二中被引出,但决非以分割的方式在自身中拥有或曾拥有过大或小(以至于我们亦会质疑每个单子与二本身有何不同),而是相对于其余之数以及二而言,它们既无相亦无限,但它们自身无论如何亦被一的影像所把持;而如果他所谈论的是非质料的单子(因为不仅可以将理智之相称为数,亦可称之为单子),我们将更有理由说,每一个都是从所有的本原中产生出来的,并且从一中获得统相本身与单子特性,从不定之二中获得不可分性以及通过造作、前瞻与保卫的诸能力延伸至万物之性;因为我认为在神圣事物之中,必须将小与大假定为具有此等性质。

语法注2 条
  1. 3.88τὸ δὲ συνημμένον

    逻辑学术语,指“假言前提”或“条件命题”。此处指前文引文(1083b19:Εἰ τοίνυν ... ἀνάγκη ...)中亚里士多德的条件句。叙利亚努斯认为其论证形式(ἀγωγή)虽符合三段论,但该条件命题本身并不成立。

  2. 3.89τοιαῦτα δὴ προτείναντος τοῦ Ἀριστοτέλους

    该句以开头的独立属格结构(“在亚里士多德提出了诸如此类的前提之后”)统摄,随后展开叙利亚努斯反驳的长大复合句。其骨架由 μέν 和 δέ 构成两个对比分支:其一是针对不定之二的论述(τὴν μὲν ἀόριστον δυάδα ... οὐδέποτε φήσομεν ...),其二是针对诸单子的双层假设与论述(τὰς δὲ μονάδας, εἰ μὲν ... [我们当说] ... εἰ δὲ ... πολλῷ πλέον ἐροῦμεν ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:143.29-145.2