- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:142.1-143.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚诺驳斥了亚里士多德关于毕达哥拉斯派否认分离之数并将物体由数构成的批评;他引用毕达哥拉斯与菲洛劳斯等人的学说,申明他们严格区分了超越的相数与自然之数,并阐明其主张物体由不可分之原因获得立足存在的真实意图。
" Ὁ δὲ.. ἀδύνατόν ἐστιν." Κατὰ μὲν τὸ ἀληθὲς θεωρία Πλάτωνός ἐστι καὶ Πυθαγόρου καὶ τῶν γνησίως τὰ παρ’ αὐτῶν ὑποδεξαμένων δόγματα περὶ τῶν ἀριθμῶν· οὗτος δὲ ὑποδιαιρεῖ, καὶ περὶ ὃ διέτριψαν ἕκαστοι, τοῦτο μόνον αὐτούς φησι πρεσβεύειν. ἀμέλει τοὺς Πυθαγορείους ὡς μὲν ἀχωρίστους τῶν αἰσθητῶν φάσκοντας εἶναι τοὺς ἀριθμοὺς ἐπαινεῖ· ὅτι δὲ συγκεῖσθαί φασι καὶ δημιουργεῖσθαι τὰ σώματα ἐξ αὐτῶν, ταύτῃ μέμφεται. ἔστι δὲ ὁ ἔπαινος ψευδὴς καὶ χείρων τῆς μέμψεως· μᾶλλον δὲ ἄμφω μὲν ψευδεῖς, καὶ ὁ ἔπαινος καὶ ὁ ψόγος, ἀλλ’ ὁ μὲν ἐπὶ μηδὲν αὐτοῖς προσηκούσῃ γέγονεν ὑποθέσει, ὁ δὲ ἐπὶ ἀληθεῖ· δῆλον δὲ πότερος ἐπὶ ποτέρᾳ. τίς γὰρ οὐκ ἂν γελάσειεν ἀκούων, ὅτι οἱ Πυθαγόρειοι χωριστοὺς ἀριθμοὺς οὐκ ᾔδεσαν; αὐτοῦ μὲν Πυθαγόρου διχῶς εἰωθότος ὁρίζεσθαι τοὺς ἀριθμούς,1 καὶ δι’ ἑκατέρου μὲν τῶν ὅρων τὸ πάντῃ χωριστὸν αὐτῶν καὶ ἄχραντον ἐνδεικνυμένου, διὰ δὲ τοῦ ἑτέρου καὶ τὸ δημιουργικὸν αὐτῶν καὶ προνοητικόν τε καὶ φρουρητικὸν τῶν ὅλων ἀναδιδάσκοντος (ὅταν μὲν γὰρ ἔκτασιν καὶ ἐνέργειαν τῶν ἐν μονάδι σπερματικῶν λόγων εἶναι φῇ τὸν ἀριθμόν, τὸν ἀπὸ τῆς οἰκείας ἀρχῆς αὐτογόνως καὶ αὐτοκινήτως προεληλυθότα καὶ τὸν ἐν ἑαυτῷ ἱδρυμένον καὶ ἐν εἴδεσι παντοίοις ἀφωρισμένον παραδίδωσιν· ὅταν δὲ τὸ πρὸ πάντων ὑποστὰν ἐν θείῳ νῷ, ἀφ’ οὗ καὶ ἐξ οὗ πάντα συντέτακται καὶ μένει τάξιν ἄλυτον διηρθρωμένα, τὸν παραδειγματικὸν καὶ ποιητὴν καὶ πατέρα θεῶν τε καὶ δαιμόνων καὶ τῶν θνητῶν πάντων ἀριθμὸν ἀνυμνεῖ)· τῶν δὲ περὶ Ἵππασον ἀριθμὸν εἶναι λεγόντων παράδειγμα πρῶτον κοσμοποιίας, καὶ πάλιν κριτικὸν κοσμουργοῦ θεοῦ ὄργανον, Φιλολάου δὲ διισχυριζομένου τὸν ἀριθμὸν εἶναι συνοχὴν τῆς τῶν κοσμικῶν αἰωνίας διαμονῆς τὴν αὐτογενῆ καὶ κρατιστεύουσαν, ἁπάντων δὲ ὡς εἰπεῖν τῶν ἄλλων Πυθαγορείων κατ’ ἴχνη ταύτης τῆς θεωρίας τὴν περὶ τῶν ἀριθμῶν ὑπόληψιν διαρθρωσάντων. εἰ δὲ ὅτι καὶ τὰ σώματά φασιν ἐκ τῶν φυσικῶν ἀριθμῶν ἐσχηκέναι τὴν ὑπόστασιν, διὰ τοῦτο ἢ περὶ μόνων ἀχωρίστων αὐτοὺς οἴοιτό τις διαλέγεσθαι ἢ καὶ μεγέθη διδόναι τοῖς ἀριθμοῖς, δῆλός ἐστιν ἑκὼν ἢ ἄκων τὴν μὲν ὅλην αὐτῶν διδασκαλίαν παρατρέχων, τὰ δὲ τελευταῖα τῆς ἀριθμητικῆς αὐτῶν θεωρίας ἐπὶ τὸ χεῖρον ἐκλαμβάνειν πειρώμενος· οὔτε γὰρ περὶ μόνων τῶν φυσικῶν ἀριθμῶν οἱ ἄνδρες διαλέγονται οὔτε φύρουσιν εἰς ταὐτὸν 〈τὸν〉 φυσικὸν καὶ μαθηματικὸν οὔτε μέγεθος διδόασι τοῖς τῶν μεγεθῶν αἰτίοις ἀριθμοῖς. ὁ δὲ ὡς τούτων οὕτως ἐχόντων καὶ τὰ ἑξῆς περαίνει.
“另一派……是不可能的。” 按照真理,关于[数]的观照属于柏拉图和毕达哥拉斯,以及那些从他们那里纯正地继承关于数的学说的人们;但他[亚里士多德]进行了细分,并断言每个人所专注的领域,正是他们唯一尊奉的。诚然,他就毕达哥拉斯派主张数不可脱离感觉事物这一点对他们予以赞扬;而就他们主张物体是由数组成并由数塑造这一点而言,他对此予以谴责。然而,这一赞扬是虚妄的,比谴责更为恶劣;更确切地说,两者都是虚妄的,赞扬与斥责皆是如此,但前者是建立在完全不适合他们的假说之上,而后者则是建立在真实的假说之上;哪一者建立在何种假说之上是显而易见的。因为谁在听到毕达哥拉斯派不知道分离之数时会不发笑呢?既然毕达哥拉斯本人习惯于以双重方式定义数,并通过这两种定义的每一种,显明数之全然分离与洁净无染的本性,而通过其中一种定义亦教示数对于万物的造作、前瞻以及保卫的本性(因为当他说数是单子中种子的理则的延展与现实活动时,他所传授的是从其固有本原中自生且自发运动地产生出来的、确立于自身之中并在各类相中得到界定的数;而当他将数称为在神圣理智中先于万物立足存在者,万物皆由此且因之而得配署并保持为不可解散的秩序之分节时,他所赞美的是作为诸神、神灵以及一切可死者的范型、造作者与父亲的数);而希帕索斯之徒称数为宇宙创造的最初范型,又称其为创世之神的审断工具,菲洛劳斯则坚称数是宇宙事物永恒存续的自生且统御性的凝结维系,而几乎所有其他毕达哥拉斯派学者都沿着这一观照的轨迹分节表达了他们关于数的见解。但如果由于他们说物体亦是从自然之数中获得其立足存在,便有人因此认为他们仅仅论述不可分离的数,或者甚至将量度赋予数,那么无论他是有意还是无意,他显然都忽略了他们的整个学说,并试图以恶劣的方式去理解他们算术观照的最终结论;因为这些人既非仅仅论述自然之数,亦非把自然之数与数学之数混为一谈,更未曾将量度赋予作为量度原因的数。然而他却把这些当作是如此这般,进而完成了其后的推论。
"Οὔτε γὰρ ἄτομα... ἀριθμῶν." Ἃ μὲν λέγουσιν οἱ ἄνδρες, ἀνέλεγκτά ἐστι καὶ διαμένει τὸν σύμπαντα χρόνον· τὸ γὰρ ἀληθὲς οὐκ ἐλέγχεται κατὰ τὸν θεῖον Σωκράτην. τὰ δὲ νῦν ἐλεγχόμενα παντὶ μᾶλλον ἢ τοῖς Πυθαγορείοις προσήκει· οὔτε γὰρ τὸν ἀριθμὸν δι’ οὗ μετροῦμεν τὰ αἰσθητὰ τῶν αἰσθητῶν αἴτιον εἶναί λέγουσιν, εἰ καὶ θεωροῖεν εἰκόνας ἐν αὐτῷ τοῦ φυσικοῦ ἀριθμοῦ (ὥσπερ ἐν τῷ βωμίσκῳ τῷ διακόσια δέκα σώματος ἰδέαν ἐμφαίνεσθαι διισχυρίζοντο, ἐν δὲ τῷ ᾱ πυρὸς ἰδέαν, ἀέρος δὲ ἐν τῷ γ καὶ τῆς γῆς ἐν τῷ ζ καὶ ὕδατος ἐν τῷ θ· ταῦτα γὰρ κατά τινα ἀναλογίαν αὐτοῖς ἐλαμβάνετο πρὸς ἔνδειξιν δυνάμεων φυσικῶν)· οὔτε τὰς μονάδας τὰς ἐν αὐτῷ ἢ μέγεθος ἔχειν ᾤοντο ἀδιαίρετον ἢ ὅλως ἐνυπάρχειν τοῖς αἰσθητοῖς· ἀλλ’ ὅταν μὲν ἀδιαίρετα μεγέθη λέγωσιν, ἐπὶ τοὺς αἰτίους τῶν μεγεθῶν ἡμᾶς λόγους ἀναπέμπουσι καὶ ἐπὶ τὴν παραδειγματικὴν αἰτίαν τῶν μεγάλων, ἣν αὐτομέγεθος εἴωθε καλεῖν ὁ μέγας τῷ ὄντι Πλάτων· ὅταν δὲ τὰς μονάδας μέγεθος ἔχειν, τὴν ἐπὶ πάντα διατείνουσαν δύναμιν τῶν δημιουργικῶν ἀνυμνοῦσι μονάδων· ὅταν δὲ μέγεθος ἐξ ἀδιαιρέτων ὑφίστασθαι, οὐχ ὅτι συνελθόντα τὰ ἄτομα καὶ οἱονεὶ συμπαγέντα ποιεῖ τὰς διαστάσεις φασί (τοῦτο γὰρ τὸ Δημοκρίτειον δόγμα καὶ ταῖς γεωμετρικαῖς καὶ πάσαις ὡς εἰπεῖν ταῖς ἐπιστήμαις ἀντιφθέγγεται), ἀλλ’ ὅτι τῶν ἀδιαιρέτων ὅσα μέν ἐστιν εἴδη νοερὰ καὶ ἄχραντα δημιουργικά τε καὶ ζωογόνα, ταῦτα μὴ ἐξιστάμενα ἑαυτῶν τά τε ἄλλα καὶ τὸν τῶν σωμάτων ὄγκον ἐν ἐσχάτοις ὑφίστησιν· ὅσα δὲ φυσικὰ καὶ ῥέπει ταῖς ἐνεργείαις εἰς ὕλην, ταῦτα καίπερ ἄογκα καὶ ἀσώματα ὄντα ὅμως τῆς σωματικῆς ἐπισυστάσεως αἴτια τρόπον τινὰ συνόντα τοῖς σώμασι καὶ διὰ τοῦτο καὶ ἀχώριστα τῶν σωμάτων δυνάμενα λέγεσθαι.2 ἐκ δὲ σωμάτων σῶμα δημιουργεῖσθαι ἀπεγίγνωσκον διὰ πολλὰς αἰτίας· ὥστ’ εἴπερ ἀληθὲς τοῦτο, πᾶσά ἐστιν ἀνάγκη τὰ σώματα ἐξ ἀδιαιρέτων ἔχειν τὴν ὑπόστασιν, οὐ μέντοι συγκεῖσθαι ἐξ ἀδιαιρέτων οὐδ’ ἀναλύεσθαι εἰς ἀδιαίρετα εἰ μὴ ἄρα τῷ λόγῳ.
“因为既非不可分的……数们的。” 先哲们所说的话是无可反驳的,并将存续直至永远;因为按照神圣的苏格拉底的说法,真理是不被驳倒的。但如今被反驳的事物,与其说适用于毕达哥拉斯派,倒不如说适用于任何人;因为他们并不说我们用以度量感觉事物的数是感觉事物的原因,即使他们在那[度量之数]中观照到自然之数的肖像(正如他们坚称在二百一十这一小祭坛数中显现出物体的相,在一中显现出火的相,在三中显现出空气的,在七中显现出大地的,在九中显现出水的相;因为这些是他们按照某种比例把握的,以作为对自然诸能力的指示);他们亦不认为其中的单子拥有不可分割的量度,且根本不认为其内在于感觉事物之中;相反,当他们谈到不可分割的量度时,他们是将我们引向作为量度原因的理则,以及引向大之范型原因,真正伟大的柏拉图习惯称之为“大本身”;当他们说单子拥有量度时,他们是在赞美造作单子延伸至万物的力量;当他们说量度从不可分之物立足存在时,他们并不是说不可分的原子聚合且犹如凝结在一起而构成了广延(因为这一德谟克利特学说既与几何学相冲突,又可以说与一切科学相冲突),而是说在不可分之物中,凡作为理智的、纯洁的、造作且赋予生命的相者,这些在不脱离自身的前提下,在最底层确立了其余事物以及物体的体积;而凡作为自然的、且其现实活动倾向于质料者,这些虽然没有体积且无形体,却以某种方式与物体共存,从而成为物体凝结的原因,并因此亦可被称为不可脱离物体者。而他们出于许多原因断定物体不可能由物体造作出来;所以如果这是真实的,那么物体从不可分之物中获得其立足存在就是必然的,但物体绝不是由不可分之物复合而成,亦非分解为不可分之物,除非纯粹是在理则中。
- 3.86αὐτοῦ μὲν Πυθαγόρου διχῶς εἰωθότος ὁρίζεσθαι τοὺς ἀριθμούς
此句开启了一个修饰前文修辞反问句“谁能不笑”(τίς γὰρ οὐκ ἂν γελάσειεν)的长篇属格绝对分词结构。该结构并列了四个从属的属格分词分句:αὐτοῦ μὲν Πυθαγόρου ... εἰωθότος、τῶν δὲ περὶ Ἵππασον ... λεγόντων、Φιλολάου δὲ διισχυριζομένου 以及 ἁπάντων δὲ ... διαρθρωσάντων,层层罗列了毕达哥拉斯学派诸先贤的权威见解作为证据。
- 3.87ὅσα δὲ φυσικὰ καὶ ῥέπει ταῖς ἐνεργείαις εἰς ὕλην, ταῦτα καίπερ ἄογκα καὶ ἀσώματα ὄντα ὅμως τῆς σωματικῆς ἐπισυστάσεως αἴτια τρόπον τινὰ συνόντα τοῖς σώμασι καὶ διὰ τοῦτο καὶ ἀχώριστα τῶν σωμάτων δυνάμενα λέγεσθαι
该分句(ὅσα δὲ ... ταῦτα ...)与前文的对照分句(ὅσα μέν ἐστιν εἴδη ... ταῦτα ... ὑφίστησιν)形成并列对比。分词 συνόντα 与 δυνάμενα 均为中性主格复数,修饰主语 ταῦτα。表语 αἴτια 省略了系动词 [ἐστίν],构成“这些是……的原因”的完整主谓判断。
