← 叙利亚努斯

亚里士多德《形而上学》注释

§145.3-146.6

单子的前后关系与神圣之数的有限无限

叙利亚努针对亚里士多德关于单子在二自身之先还是在后的难题(1083b32)作出回应,批评其混淆了通常认可的数学单子与形式本原;针对数是有限还是无限的两难(1083b36),他解释说神圣之数在能力上是无限的,但在显现上是有限的,通过特定的完全秩序(如三、四、七、十)体现神圣存在的不同序列。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.90

" Ἔτι προτέρα... δυοποιὸς ἦν." Ἡ μονὰς ἢ προτέρα τῆς αὐτοδυάδος * *. εἰ δὲ ἡ αὐτοδυὰς ἰδέα, καὶ ἡ πρεσβυτέρα ταύτης ἡ μονὰς ἰδέα· ἐκ τίνος οὖν προῆλθεν; οὐ γὰρ δὴ ἐκ τῆς ἀορίστου δυάδος· ἐκείνη γὰρ καὶ τὰ ἁπλᾶ διπλασιάζει. ἐν δὴ τούτοις οὐ διορίζει μὲν περὶ ποίας λέγει μονάδος, δῆλος δέ ἐστι περὶ τῆς συνεγνωσμένης προτείνων τὴν ἀπορίαν, ἥτις οὔτε ἔστιν ἐν τῷ εἰδητικῷ ἀριθμῷ καὶ ἐν ὑστάτοις τῶν μαθηματικῶν ἀπέρριπται, οὐδὲ τῆς μοναδικῆς δυάδος ἁπλῶς οὖσα πρεσβυτέρα, ἀλλ’ ἴσως μὲν γενέσει, οὐσίᾳ δὲ οὐδαμῶς· τοιαῦτα γὰρ τὰ ὑλικὰ αἴτια. παράγεται δὲ καὶ αὕτη καὶ πᾶν τὸ ὑποκείμενον τῶν μαθηματικῶν ἀριθμῶν ἀπὸ πασῶν μὲν τῶν ἀρχῶν, μάλιστα δὲ ἀπὸ τῆς οἰκείας ἑαυτοῖς δυάδος· αὕτη γὰρ διαιρουμένων τῶν ἀριθμῶν εἰς εἶδος μὲν καὶ ὕλην τῆς ὕλης ἐστὶ μᾶλλον ἀρχή, εἰς δὲ ἄρτιον καὶ περιττὸν τοῦ ἀρτίου μᾶλλον ἐξηγεῖται·1 ταῦτα δὲ ποιοῦσα καὶ πρὸς τούτοις ἄλλα πολλὰ καὶ θαυμαστὰ περὶ τοὺς ἀριθμοὺς εἰκότως δυοποιὸς κέκληται· δυὰς γάρ πως πᾶσα ὕλη καὶ πᾶς ἄρτιος καὶ πᾶς ἑτερομήκης καὶ εἴ τι ταύτῃ προσήκει τῇ συστοιχίᾳ.

“此外,在先……曾是制造二的。” 单子是在二自身之先[抑或在后]。如果二自身是相,那么比它更古老的单子也是相;那么它出自何物?绝非出自不定之二;因为后者甚至使单纯之物倍增。在这些论述中,他虽然没有明确区分他所谈论的是哪一种单子,但显然他是就众所公认的[单子]提出难题的,这种单子既不存在于相数之中,又被抛弃于数学实体的最底层,它并非绝对比单子式的二更古老,而或许在生成上更古老,但在实质上绝非如此;因为质料因就是此类性质的。然而,此[单子]以及数学之数的整个基底虽然都从所有的本原中产生出来,但主要是从它们所固有的二中产生出来的;因为当数被区分为相与质料时,此[二]毋宁是质料的本原,而当被区分为偶数与奇数时,它毋宁统领偶数。它行使这些作用,此外还在数方面行使许多其他奇妙的作用,因而理所当然被称为“制造二者”;因为所有的质料、所有的偶数、所有的长方形数,凡属于这一个对立序列者,都在某种意义上是二。

§3.91

"Ἔτι ἀνάγκη... ἀριθμόν." Ἄφυκτος ἡ διαίρεσις καὶ ἡ αἰτία πάνυ ἐμβριθής· ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν οὐδέτερον ἀφωρισμένως ἔστιν εἰπεῖν, ἀλλ’ ὅτι τὰ μὲν ἐν ἑνὶ χρόνῳ πεπέρανται, τὰ δὲ ἐν τῷ ἀπείρῳ ἄπειρά ἐστιν· ἐπὶ δὲ τῶν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχόντων, ἐφ’ ὧν οὐδὲν δρᾷ χρόνος, ἀνάγκη 〈ἢ〉 τὸ ἄπειρον ἢ τὸ πεπερασμένον παραλαμβάνειν. ῥητέον οὖν ὅτι δυνάμει μὲν ἄπειρα τὰ θεῖα, ἀριθμῷ δὲ χρῆται μὲν πεπερασμένῳ· πόσῳ δέ, οὐκ ἂν εἴποι μερικὴ ψυχή, πλὴν ὅτι τοσοῦτός ἐστιν ὅσον ἴασιν αἱ τούτων ἀρχαὶ καὶ βούλονται παράγειν ἄλλον κατ’ ἄλλην τάξιν τῶν ὄντων.2 εἰ δ’ ὅπου μὲν τριαδικὸν ἢ τετραδικὸν ἀριθμὸν ὑποθοίμεθα, ὅπου δὲ ἑβδομαδικὸν ἢ δεκαδικόν, οὐ δήπου κατὰ τὰ ἄλλα τῶν ἀριθμητῶν οὕτως ἀριθμήσαντες τἀκεῖ θεῖα τοσαῦτα εἶναι ἀπεφηνάμεθα,3 ἀλλ’ ἐπειδὴ πάντα τέλειά ἐστι καὶ ἀρχοειδῆ καὶ ἀγένητα καὶ τῶν ὅλων προληπτικά, διαπρέπει δὲ ἄλλη ἰδιότης ἐν ἄλλοις, εἰ καὶ πάντα ἐν πᾶσιν, ἐν οἷς μὲν τὸ πρώτως τέλειον ἐθεωρήθη, τὸν τούτων ἀριθμὸν τριαδικὸν εἶναι λέγομεν· ἐν οἷς δὲ ἀρχοειδῶς πάντα τὰ ἐγκόσμια περιείληπται, τετραδικόν· ἐν οἷς δὲ ἀγενήτως τὰ γενητὰ προνοίας ἀξιοῦται, ἑβδομαδικόν· ἐν οἷς δὲ διακεκριμένως μᾶλλον καὶ ἤδη νοερῶς πάντα προείληπται, δεκαδικόν. καὶ αὕτη μέν ἐστιν, ὡς ἐν ἐλαχίστοις περὶ μεγίστων εἰπεῖν, ἡ σύμπασα αὐτῶν θεωρία. ὁ δὲ Ἀριστοτέλης μιγνὺς πάλιν τὰς μονάδας τὰς συνεγνωσμένας τοῖς ἐκεῖ θείοις ἀριθμοῖς χαίρει πάντα κυκῶν καὶ ταράττων.

“此外,必然……数。” 此种划分是无可回避的,其根据亦极其有力;因为在感觉事物中,不能确定地说出其中任何一种,而只能说它们在一个时间中是有限的,而在无限的[时间]中是无限的;但对于那些始终处于同一状态与方式、时间对其不起任何作用的事物而言,必然或者采纳无限,或者采纳有限。因此应当说,神圣事物在能力上是无限的,但所使用的数却是有限的;然而这数具体有多大,局部灵魂是无法说出的,只能说其大小取决于它们的本原前进并意图在存在的各个不同等级中引出不同事物的程度。另一方面,即使我们在某些地方假设三性或四性的数,在另一些地方假设七性或十性的数,我们也绝不是像对待其他可数事物那样通过如此计数来宣称那里的神圣事物有那么多;而是因为,尽管万物都完全、具本原形态、不生且预先包含全体,但不同的特异性在不同事物中尤为显著,即便万物互在万物之中:在那些其中首要的完全者被观照到的事物中,我们说它们的数是三性的;在那些以本原形态包容世间万物的事物中,说是四性的;在那些使被生成之物以不生的方式享有前瞻之顾的事物中,说是七性的;在那些更为分明且已然理智地预先包含万物的事物中,说是十性的。若以最少之言谈论最伟大之事,这便是他们的全部观照。但亚里士多德却再次将众所公认的单子与那里的神圣之数混为一谈,以搅乱并动荡一切为乐。

语法注3 条
  1. 3.90διαιρουμένων τῶν ἀριθμῶν εἰς εἶδος μὲν καὶ ὕλην τῆς ὕλης ἐστὶ μᾶλλον ἀρχή, εἰς δὲ ἄρτιον καὶ περιττὸν τοῦ ἀρτίου μᾶλλον ἐξηγεῖται

    绝对属格διαιρουμένων τῶν ἀριθμῶν统摄两个平行的介词短语(εἰς εἶδος μὲν καὶ ὕλην与εἰς δὲ ἄρτιον καὶ περιττόν),并分别引出两个相应的主句谓词(ἐστὶ μᾶλλον ἀρχή与μᾶλλον ἐξηγεῖται)。两句的主语皆为前文的αὕτη(数学之数所固有的二)。

  2. 3.91πλὴν ὅτι τοσοῦτός ἐστιν ὅσον ἴασιν αἱ τούτων ἀρχαὶ καὶ βούλονται παράγειν ἄλλον κατ’ ἄλλην τάξιν τῶν ὄντων

    ἴασιν是动词εἶμι的现在时直陈语气第三人称复数形式。相关代词τοσοῦτος... ὅσον表示限度(“其大小取决于它们的本原前进并意图……的程度”),由介词短语πλὴν ὅτι(“除……之外”)引出,构成对前文不可知性(οὐκ ἂν εἴποι)的唯一限定。

  3. 3.91εἰ δ’ ὅπου μὲν τριαδικὸν ἢ τετραδικὸν ἀριθμὸν ὑποθοίμεθα, ὅπου δὲ ἑβδομαδικὸν ἢ δεκαδικόν, οὐ δήπου κατὰ τὰ ἄλλα τῶν ἀριθμητῶν οὕτως ἀριθμήσαντες τἀκεῖ θεῖα τοσαῦτα εἶναι ἀπεφηνάμεθα

    这是一个混合条件句:条件从句(εἰ... ὑποθοίμεθα)使用祈愿语气表示假设或让步(“即使我们假设”),而主句(οὐ δήπου... ἀπεφηνάμεθα)使用不定过去时直陈语气配合οὐ δήπου坚决否定某种事实性断言(“我们绝未宣称”)。真正的理由由随后的ἀλλ’ ἐπειδή从句给出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:145.3-146.6