← 叙利亚努斯

亚里士多德《形而上学》注释

§140.23-141.33

非单子式的相数与作为始原的超越之一

叙利亚努指出理念之数并非单子之数,并主张若承认‘一’是超越实体的万物始原,便必然确立相数的存在,进而针对亚里士多德对数的分类及批判(特别是针对斯珀西波与色诺克拉底的反驳)为毕达哥拉斯—柏拉图传统的真实主张进行辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.82

" Ὅτι μὲν οὖν... τῶν τρόπων." Εἰ μὲν ἀριθμοὶ μοναδικοὶ εἶεν αἱ ἰδέαι, πᾶσαι τῶν μονάδων αἱ ὑποθέσεις ἐπ’ αὐτῶν ἐλέγχονται· κἄν τε γὰρ ἀδιάφοροι ὦσιν αὐτῶν αἱ μονάδες, πολλὰ τὰ ἄτοπα (οὐδὲν γὰρ διοίσει τοῦ μαθηματικοῦ ἀριθμοῦ ὁ εἰδητικός), κἄν τε διαφέρουσαι, πλασματώδης ὁ λόγος, κἂν αἱ μὲν οὕτως αἱ δὲ ἐκείνως ἔχειν ὑποτεθῶσιν. εἰ δὲ μὴ μοναδικὸν εἶναί τις λέγοι τὸν τῶν ἰδεῶν ἀριθμόν, ὑπ’ οὐδενὸς τῶν ὑπ’ αὐτοῦ ῥηθέντων ἐνοχληθήσεται· οὐδὲν γὰρ ὅλως εἴρηται πρὸς αὐτόν.

“可见……诸种方式。” 如果诸相是单子之数,那么关于单子的一切假说在它们身上都被驳倒了;因为无论它们的单子是无差别的,许多荒谬便会随之而来(因为相数将与数学之数毫无差异),还是它们是有差别的,这一说法便是虚构的编造,即便假设一些单子是如此而另一些单子是如彼,情况亦是如此。但如果有人说诸相之数不是单子性的,他就不会被他所说的任何话所困扰;因为对他根本没有说出任何反驳。

§3.83

"Ἀλλὰ... τὸ ἕν." Εἴπερ εἶέν τινες ταῦτα λέγοντες, δικαίως ὑπ’ αὐτοῦ κακίζονται. ἀλλὰ μήποτε τῷ μὲν τῶν ἰδεῶν ὀνόματι οὐ κατεχρῶντο, διὰ δὲ τῶν μαθηματικῶν ὀνομάτων περὶ τῶν θείων οὐσιῶν ᾐνίττοντο·1 πῶς γὰρ ἂν τὸ ἓν καὶ τὸν ἀριθμὸν προέταττον τῶν ὅλων, εἰ μὴ τὸ ὑπερούσιον ἓν καὶ τὰ ὄντως ὄντα καὶ τὸν τῶν ἰδεῶν προσεκύνουν διάκοσμον; ὁ δ’ οὖν Ἀριστοτέλης ἀκόλουθα τῇ ἑαυτοῦ ὑποθέσει καὶ ταῦτα γράφει· ἄτοπον... πάντα ἐστίν. καλῶς ὁρᾷ τὴν πρὸς ἑαυτὸ τοῦ δόγματος συμφωνίαν· εἰ γὰρ εἶεν ἑνάδες καθ’ ἑκάστην τάξιν τῶν ὄντων ἡγεμονικὴν ἀξίαν ἔχουσαι καὶ πᾶσαι προεληλύθασιν ἀπὸ τοῦ ἑνὸς τοῦ ὑπερουσίου καὶ πάντων ἐξῃρημένου, δεῖ τὸν εἰδητικὸν εἶναι ἀριθμόν.

“但是……一。” 若确实有人这样主张,他们受到他的指责是理所应当的。然而,也许他们并没有滥用相的名称,而是通过数学名称对神圣实体有所暗示;因为若非他们敬奉超实体的‘一’、真实存在者以及诸相的系统秩序,他们又怎会把‘一’和数置于万物之上?无论如何,亚里士多德亦按照他自己的假说写下了这些话:“因为荒谬……一切皆[属同一道理]”。他敏锐地看到了该学说自身的内在一致性;因为如果存在着在存在者的每个等级中拥有主导尊严的统一次项,且它们全都产生自超实体的、超越万物的‘一’,那么相数就必定存在。

§3.84

"Εἰ μὲν... ἀλλήλους." Ὁ μὲν οὖν πᾶς λόγος τοιοῦτος· εἰ ὁ μαθηματικός ἐστι μόνος ἀριθμός, οὐκ ἂν εἴη τὸ ἓν ἀρχὴ τῶν πάντων· εἰ δ’ ἔστι τὸ ἓν ἀρχή, κρατεῖ Πλάτων καὶ ἔστιν ὁ εἰδητικὸς ἀριθμὸς καὶ διαφέρει ἕτερος ἑτέρου τῇ οὐσίᾳ. ἡμέτερον δὲ λοιπὸν ἂν εἴη δεικνύναι, ὅτι τὸ ἓν ἀρχὴ τῶν ὅλων, ὃ μήτε νοῦς μήτε ὂν μήτε ἀριθμὸς ὑπάρχον μήθ’ ὅλως ὑπάρχον, ἀλλ’ ἐξῃρημένον καὶ αὐτῆς τῆς ὑπάρξεως καὶ τοῦ εἶναι πάντων ἐστὶν αἴτιον ἀγαθῶν καὶ πᾶσιν οὐσίαν καὶ ἕνωσιν χορηγεῖ· τούτου γὰρ ἱκανῶς κατασκευασθέντος ἔοικε συγχωρήσειν ὁ Ἀριστοτέλης πᾶσι τοῖς γνησίοις τοῦ Πυθαγόρου καὶ τοῦ Πλάτωνος δόγμασιν. ἂν δ’ αὖ... συμβαίνει. οὐδὲν μὲν οὖν, εἰ ὀρθῶς τις αὐτὰ καὶ κατὰ νοῦν ὑπόθοιτο τῶν ἀρχαίων φιλοσόφων. ἀλλὰ μὴν... χωριστόν. εἰ χωριστός, φησίν, ἐστὶν ἀριθμός, ἀνάγκη ἢ τὸν μαθηματικὸν εἶναι πρῶτον ἢ τὸν εἰδητικόν· εἰ δὲ μηδετέρως ἐγχωρεῖ, ἀναιρεῖται καὶ τὸ ἡγούμενον. ἀλλ’ οὔτε τὸ συνημμένον ὑγιὲς πάντῃ (εἰσὶ γὰρ καὶ πρὸ τοῦ εἰδητικοῦ ἄλλοι ἀριθμοί), οὔθ’ ἡ πρόσληψις ἀποδέδεικται2 οὐδ’ ἂν ἀποδειχθείη ποτέ.

“如果一方面……彼此。” 因此,整个论证如下:如果唯有数学之数存在,‘一’便不会是万物的始原;但若‘一’是始原,柏拉图便占了上风,相数亦存在,并且一个相数在实体上与另一个相数不同。那么,剩下的就是我们的任务了:去证明‘一’是万物的始原,它既不作为理智、亦不作为存在、亦不作为数而成立,甚至根本不是立足存在的,而是超越了立足存在本身与存在,是一切善的原因,并向万物赋予实体与合一;因为一旦这一点得到充分确立,亚里士多德看来就会赞同毕达哥拉斯与柏拉图的所有纯正学说。“但若反之……发生。”只要人们正确地且依照古代哲学家的意图来假设它们,就什么[荒谬]也不会发生。“但是确实……分离的。” 他说,如果有分离的数,那么要么数学之数是第一位的,要么相数是第一位的,这是必然的;而若两者皆不可能,那么前件亦被取消。但是,这一条件命题并非完全健全(因为在相数之前还有其他的数),小前提亦未被证明,并且永远无法被证明。

§3.85

"Φανερὸν... λέγειν." Τοὺς μὲν δύο φησὶ ποιεῖν ἀριθμοὺς καὶ διακρίνειν αὐτούς, ὥσπερ Πλάτωνα (σαφῶς γὰρ τὸν μαθηματικὸν ἕτερον φησιν εἶναι τοῦ εἰδητικοῦ), τοὺς δὲ ἕνα τὸν μαθηματικόν, ὥς τινας τῶν Πυθαγορείων, τοὺς δὲ γιγνώσκειν ἀμφοτέρους, ἕνα δὲ ποιεῖν αὐτούς· αἰνίττεται δὲ Σπεύσιππον ἴσως καὶ Ξενοκράτην, οὓς καὶ χειρίστης ὑποθέσεώς φησι προεστάναι, καὶ δι’ ἃς αἰτίας σαφῶς λέγει. προείπομεν δὲ καὶ ἡμεῖς περὶ τούτων, ὅτι εἰ καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἐκέχρηντο, ἀλλ’ οὖν ᾔδεσαν 〈τὴν〉 κατ’ εἴδη διάκρισιν τῶν διαφόρων ἀριθμῶν, ἐπεὶ καὶ ἄλλως ὁ τοὺς ἀριθμοὺς τούτους μὴ διακρίνων ἀλλὰ συγχέων τόν τε εἰδητικὸν ἀριθμὸν ἔχοντα ἐν ἑαυτῷ τὸν μαθηματικὸν ἀριθμὸν ὑποστάτην τῶν ὅλων ποιεῖ3 [ἑκτὸν τὸν μαθηματικόν] τῷ τε 〈πατρὶ〉 καὶ ποιητῇ τῶν πάντων ἀριθμητικὴν ἕξιν περιτίθησιν· ὧν τί ἂν εἴποι τις ἀπιθανώτερον;

“显然……说。” 他说有些人确立两种数并将它们区分开来,正如柏拉图那样(因为他清楚地说数学之数不同于相数),而有些人确立唯一的数学之数(如某些毕达哥拉斯学派成员),还有些人承认两者却将它们归为一个;他在此暗示的或许是斯珀西波和色诺克拉底,他说这二人倡导了最恶劣的假说,并且清楚地陈述了其缘由。但关于这些人我们先前亦曾说过,即使他们使用了相同的名称,他们终究知道不同数按相的区分;因为在其他方面,不作区分而混淆这些数的人,会使自身中包含数学之数的相数成为万物的立足原因,并将算术品性赋予万物的〈父亲〉和造物主。对于这些,谁还能说出比这更不可信的话呢?

语法注3 条
  1. 3.83ἀλλὰ μήποτε τῷ μὲν τῶν ἰδεῶν ὀνόματι οὐ κατεχρῶντο, διὰ δὲ τῶν μαθηματικῶν ὀνομάτων περὶ τῶν θείων οὐσιῶν ᾐνίττοντο

    此处连词 μήποτε 与直陈式过去时(未完成过去时 κατεχρῶντο 和 ᾐνίττοντο)连用,表达委婉的推测或推论(“也许他们并未……”)。否定词 οὐ 直接修饰 κατεχρῶντο,与后文的 διὰ δὲ ... ᾐνίττοντο 构成并列对比(“未滥用名称,而是通过数学名称有所暗示”)。

  2. 3.84ἀλλ’ οὔτε τὸ συνημμένον ὑγιὲς πάντῃ . . . οὔθ’ ἡ πρόσληψις ἀποδέδεικται

    此处使用了晚期古代逻辑学(源自斯多亚派假言三段论)的标准术语。τὸ συνημμένον 指“条件命题/假言前提”(即“若有分离的数……”),τὸ ἡγούμενον 指其“前件”(“有分离的数”),而 ἡ πρόσληψις 指假言三段论中的“小前提”(即“两种形式皆不可能”)。叙利亚努指出亚里士多德的推论中,条件联结与小前提均未得到确立。

  3. 3.85τόν τε εἰδητικὸν ἀριθμὸν ἔχοντα ἐν ἑαυτῷ τὸν μαθηματικὸν ἀριθμὸν ὑποστάτην τῶν ὅλων ποιεῖ

    主语为前置的实体分词短语 ὁ μὴ διακρίνων ἀλλὰ συγχέων(“不作区分而混淆者”)。主动词 ποιεῖ 支配双宾格结构:宾格短语 τόν τε εἰδητικὸν ἀριθμὸν ἔχοντα ἐν ἑαυτῷ τὸν μαθηματικὸν ἀριθμόν 作直接宾语,ὑποστάτην τῶν ὅλων 作宾语补足语(“使相数……成为万物的立足原因”),并与后文的 τῷ τε 〈πατρὶ〉 ... περιτίθησιν 构成并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:140.23-141.33