- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:139.13-140.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于单子之差别与增减的批评(1083a1–1083a11),叙利亚努指出这些反驳固然适用于数学数,却不适用于理念数,并阐明了柏拉图主义与毕达哥拉斯主义中本原性单子与公认单子的区分,以及神圣诸单子的阶梯式差异。
" Πάντων... μονάδων." Προείρηται πολλάκις, ὅτι ἄλλως μὲν ἐκεῖνοι μονάδας ἔλεγον καὶ ἀριθμοὺς αὐτὰ τὰ εἴδη, ἄλλως δὲ οὗτος προτείνει οἰκεῖα ὄντα μοναδικοῦ ἀριθμοῦ τὰ προβλήματα, ἐφ’ οὗ καὶ διεῖλεν εὖ καὶ ἐπέκρινε· τῷ γὰρ ὄντι εἰ αἱ μονάδες αἱ ὑποβεβλημέναι τῷ μαθηματικῷ ἀριθμῷ διάφοροι εἶεν, καὶ πολλαχῶς ὁ τρία καὶ πέντε καὶ ἕκαστος ὑποστήσεται καὶ διοίσει ὁ ἐν τῷ ἑπτὰ δοκῶν εἶναι τρία τοῦ ἐν τῷ πέντε καὶ τοῦ ἐν τῷ δέκα.
“在一切之中……单子们的”此前屡次说过,那些人在一种意义上将诸相本身称为单子和数,而他则在另一种意义上提出了属于单子之数的问题,关于后者他确实作了很好的区分和判定;因为事实上,如果作为数学之数基础的单子们是有差别的,那么三和五以及每个[数]就会以多种方式成立,并且在七中显现为三者,将有别于在五中和在十中的三。
"Ἔτι πότερον... ποσοῦ." Καὶ ταῦτα ὡς πρὸς τὰς συνήθως λεγομένας μονάδας κάλλιστα εἴρηται. καὶ μέντοι εἰ γιγνομένους τις ἐπινοεῖ τοὺς μοναδικοὺς ἀριθμούς, τὸ εἶδος τὸ τὴν ποιότητα ἐπιφέρον ὕστερον ὄψεται μορφοῦν τὴν ὑποβεβλημένην αὐτῷ ποσότητα.
“此外,究竟是……量的”这些话就通常所说的单子而言,确实说得极好。不过,如果有人将单子之数构想为生成的,他就会看到带来性质的相,随后塑造了作为其基础的量。
"Ἔτι οὔτ’ ἂν... λέγουσιν." Ὅτι μὲν εἴ τί ἐστιν ἐν τοῖς μετὰ τὰς ἀρχάς, ἀπὸ τῶν ἀρχῶν ὀφείλει παραγίγνεσθαι, λέγει μετρίως· καὶ ὅτι ταῖς συνεγνωσμέναις μονάσιν αἱ ἀριθμητικαὶ ἀρχαὶ τὸ διάφορον οὐκ ἐμποιοῦσιν, ἐπεὶ μηδ’ ὅλως εἰσὶ διάφοροι, καὶ τοῦτο καλῶς· ὅτι δὲ τὸ ἕν, ὅπερ ἀντὶ τῆς ἀρχηγικῆς παρείληφε μονάδος, καὶ εἰ βούλεται μὴ εἶναι ποιόν, οὐ συγχωρεῖ ποιότητος αἴτιον εἶναι, διαφέρεται καὶ πρὸς ἐκείνους καὶ πρὸς τἀληθές,1 ἐπεὶ καὶ δυὰς ἡ ἀόριστος ποσότητος ἂν εἴη μᾶλλον αἰτία, οὐ ποσοῦ καὶ ποιοῦ. ἥκει δὲ πάλιν αὕτη ἡ ὑπόληψις ἀπὸ τοῦ νομίζειν μηδὲν εἶναι τὸν τρία παρὰ τὰς τρεῖς μονάδας· τῷ γὰρ ὄντι εἰ τοῦτ’ εἶχεν οὕτως, ἡ τὸ ποσὸν γεννῶσα δυὰς καὶ τὸ ποιὸν παρῆγε· νυνὶ δὲ ἡ μὲν τὰς ἀπείρους γεννᾷ μονάδας, ἡ δὲ κρείττων ἀρχὴ τοῖς εἴδεσιν αὐτὰς καταλαμβάνει καὶ διαμορφοῖ. εὖ δὲ αὐτοὺς ἀπαιτεῖ λέγειν μὴ μόνον ὅτι διαφέρουσιν αἱ μονάδες, ἀλλὰ τίς ἡ μονάδος διαφορά. καὶ εἰρήκασί γε οὐ τῶν ὑποβεβλημένων τῷ ἀριθμῷ μονάδων διαφοράν (οὐδὲ γὰρ εἶναι βούλονται), ἀλλὰ τούτων τε καὶ τῆς ἀρχηγικῆς αὐτῶν αἰτίας.2 ὅταν μὲν γὰρ λέγωσι μονάδα εἶναι ποσοῦ τὸ ἐλάχιστον ἢ ποσοῦ τὸ πρῶτον καὶ κοινὸν μέρος, τὴν συνεγνωσμένην ὁρίζονται· ὅταν δὲ λέγωσι μονάδα εἶναι εἰδῶν εἶδος, τὴν ἀρχηγικὴν αὐτῶν αἰτίαν ἐνδείκνυνται τὴν πάντων ἐν ἑαυτῇ τὰ εἴδη τῶν ἀριθμῶν προειληφυῖαν, ἣν καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἓν πλῆθος οὐκ ὤκνουν καλεῖν· ἐπεὶ καὶ ὅταν περὶ τῶν θείων μονάδων διαλέγωνται, ἄλλως μὲν τὴν νοητὴν ἀφορίζονται μονάδα, ἀφ’ ἧς ὁ πρώτιστος πρόεισιν ἀριθμὸς “μουνάδος ἐκ κευθμῶνος ἀκηράτου”, ἄλλως δὲ τὴν νοερὰν καὶ δημιουργικήν, ἣν καὶ Δία καλεῖν ἠξίουν, περὶ ὧν πολλοὶ μὲν τῶν πρεσβυτέρων, πολλοὶ δὲ καὶ τῶν νεωτέρων διελέχθησαν, σαφέστατα δὲ ὁ θεῖος Ἰάμβλιχος ἐν ἑβδόμῃ βίβλῳ τῆς τῶν Πυθαγορείων δογμάτων συναγωγῆς. εἰ δέ τις αὐτῷ τῷ Πυθαγόρου Ἱερῷ λόγῳ παρακολουθεῖν δύναιτο, πάσας εὑρήσει τάξεις ἐκεῖ τῶν τε μονάδων καὶ τῶν ἀριθμῶν ἀπαραλείπτως ὑμνουμένας. ἔχομεν οὖν παρ’ αὐτοῖς καὶ τὴν ἀνάγκην τοῦ διαφέρειν ἀλλήλων τὰς μονάδας (καθ’ ἑκάστην γὰρ πρόοδον ἀνάγκη τὴν ἐξηγουμένην τῆς τάξεως ἐκείνης μονάδα πληθύνεσθαι μᾶλλον τῶν πρὸ ἑαυτῆς), καὶ τίνας αὐτῶν οἴεσθαι χρὴ τὰς διαφορὰς εἶναι· ὅσαι γὰρ καὶ οἷαι τῶν ὄντων, τοσαῦται καὶ τοιαῦται καὶ τῶν ἀρχηγικῶν μονάδων αἱ διαφοραί.
“此外,既不能……他们说”他说若有什么存在于诸始原之后的事物之中,它就理应产生于诸始原,这话说得中肯;而算术的始原并未在公认的单子中造成差别,因为单子们根本没有差别,这话亦很妥当。但是,关于他用来代替本原性单子的‘一’,即便他希望它不是具有性质的,他却不承认它是性质的原因,在这一点上,他既同他们相左,亦违背了真理;因为不定的二项亦毋宁是量性的原因,而非量与性质的原因。而这种成见再次来自于认为除三个单子之外三什么也不是;因为事实上,如果情况确是如此,那么产生量的二项也就同时产生性质了;但如今,一方产生无限的单子,而更优越的始原通过诸相将它们掌握并赋予形状。然而,他要求他们不仅要说明单子们有所差别,而且要说明单子的差别究竟是什么,这要求得好。而他们所说的差别,并非作为数之基础的单子们的差别(因为他们根本不希望存在这样的差别),而是这些[公认的单子]与其本原性原因之间的差别。因为当他们说单子是量的最小者,或是量的最初且共同的部分时,他们界定的是公认的单子;而当他们说单子是诸相之相时,他们所指出的则是它们的本原性原因,此原因已在自身之中预先包容了一切数的相,斯多亚派的人们亦毫不迟疑地将它称为‘单一的多数’;因为每当他们探讨神圣的单子时,他们一方面界定了可知单子,最开端的数‘从单子无染的秘穴中’自它流出,另一方面界定了理智的与造物主的单子,他们甚至认为有理由将后者称为宙斯;关于这些,许多先辈以及许多后人皆曾论述,而最清楚的则是神圣的扬布里柯在《毕达哥拉斯学说集成》第七卷中的论述。如果有人能领会毕达哥拉斯的《神圣言辞》本身,便会发现彼处毫无遗漏地赞颂了单子和数的全部等级次序。因此,在他们那里,我们既拥有了单子相互差别的必然性(因为在每一个进展中,引领那个等级的单子必然比它之前的单子更加增衍多数),又拥有了应当认为它们的差别究竟为何〔的说明〕;因为存在者们的差别有多少且为何种,本原性单子们的差别亦有多少且为何种。
- 3.81ὅτι δὲ τὸ ἕν, ὅπερ ἀντὶ τῆς ἀρχηγικῆς παρείληφε μονάδος, καὶ εἰ βούλεται μὴ εἶναι ποιόν, οὐ συγχωρεῖ ποιότητος αἴτιον εἶναι, διαφέρεται καὶ πρὸς ἐκείνους καὶ πρὸς τἀληθές
此从句与前面的 ὅτι μὲν ... λέγει 以及 καὶ ὅτι ... [καλῶς] 相对应,由 ὅτι δὲ 引导的从句表明了主句动词 διαφέρεται(‘相分歧/相左’)所针对的论点(‘在……这一点上’)。在该 ὅτι 从句内部,不定词 εἶναι 的宾格主语 τὸ ἕν 受到插入的关系从句 ὅπερ ... 的修饰,并夹有让步从句 καὶ εἰ βούλεται μὴ εἶναι ποιόν(‘即使他希望它不是具有性质的’),最终连接到谓语动词 οὐ συγχωρεῖ(‘他不承认’),形成多重嵌套结构。
- 3.81ἀλλὰ τούτων τε καὶ τῆς ἀρχηγικῆς αὐτῶν αἰτίας
该属格短语承接前一否定句 οὐ τῶν ὑποβεβλημένων τῷ ἀριθμῷ μονάδων διαφοράν(‘并非数之基础的单子们的差别’)中省略的名词 διαφοράν,表示‘这些[公认的单子]与其本原性原因之间的[差别]’,由连词 τε καὶ 联结两个属格成分。
