← 叙利亚努斯

亚里士多德《形而上学》注释

§138.1-139.12

单子的差异性与数之质料中的运算

叙利亚努注疏亚里士多德《形而上学》1082b22–34,解释柏拉图派主张相数单子互异以避免部分与整体的相融包含,并指出加法合成与分割等运算并不发生在数的形相自身上,而是发生在作为潜能的数之质料中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.76

" Ἀλλ’ οὐκ... ἀριθμοί." Ὅτι μὲν οὐκ ἐνδέχεται δύο δυάδας ἀδιαφόρους εἶναι ἐν τῷ εἰδητικῷ ἀριθμῷ, εὖ λέγει· ὅτι δὲ τῇ αὑτοῦ ὑποθέσει ἠκολούθησε, ποσότητος μοναδικῆς μεταδούσῃ τοῖς νοεροῖς εἴδεσιν,1 ὁμολογεῖν οὐκ ἐθέλει.

“然而并非……数。” 他说在理念数中不可能有两个无差别的二项,固然说得好;但他遵从了自身将单子性的量性赋予理智诸相的假定,这一点他却不愿承认。

§3.77

"Τοῦτο μὲν γὰρ... ἀναιροῦσιν." Λέγουσι μέν, φησίν, ἑαυτοῖς ἀκόλουθα οἱ τῶν ἰδεῶν τὸν ἀριθμὸν ἐκ διαφερουσῶν μονάδων συνεστάναι φάσκοντες, ἵνα μὴ πολλὰς ἰδέας τοῦ αὐτοῦ ποιεῖν ἀναγκασθῶσι καὶ ἀπολιμπάνειν δυάδας καὶ ἐν τετράδι καὶ πεντάδι καὶ ἑξάδι καὶ ὅλως ἐν πᾶσιν ἀριθμοῖς ἀδιαφόρων οὐσῶν τῶν μονάδων.2 ἔτι δὲ κἀκεῖνο κατ’ αὐτὸν λέγουσιν ὀρθῶς πρός γε τὴν ἑαυτῶν ὑπόθεσιν, ὅτι οὐ χρὴ τῷ δύο προστιθέντας μονάδα τὸν τρία ποιεῖν ἐκεῖ. οὐ γὰρ ἀδιάφοροί εἰσιν αἱ ἐν τῷ δύο καὶ ἐν τῷ τρία μονάδες ἀλλ’ ἀσύμβλητοι· ὥστε χρὴ χωρίζειν ἕκαστον τῶν ἀριθμῶν καὶ ἀεὶ ἀπ’ ἄλλης ἀρχῆς ἐπὶ τὰς ἑξῆς μεταβαίνειν. εἰ γὰρ οἱ μὲν ἀριθμοὶ ἰδέαι, αἱ δὲ ἰδέαι οὐ περιέχονται ὑπ’ ἄλλων ἰδεῶν ὥστε μέρος εἶναι τῶν περιεχουσῶν, οὐδ’ ἂν ἀριθμοὶ μέρη εἶεν ἄλλων ἀριθμῶν· ὑπάρξει δὲ αὐτοῖς τοῦτο, εἰ διάφοροι εἶεν αἱ ἐν αὐτοῖς μονάδες. ταῦτα δέ, φησίν, καὶ εἰ σῴζει τὴν αὐτῶν ὑπόθεσιν, ἀλλ’ ἀνατρέπει πολλὰ τῶν ἀριθμητικῶν θεωρημάτων· διὸ πρὸς μὲν τὴν ἑαυτῶν ὑπόθεσιν ὀρθῶς λέγουσιν, ἁπλῶς δὲ οὐκ ὀρθῶς. ὅτι δὲ οἱ ἄνδρες ἐκεῖνοι τοιαύτας μονάδας οὐκ ᾤοντο εἶναι καθάπαξ ἐν τῷ εἰδητικῷ ἀριθμῷ, ἄλλως δὲ αὐτοὺς τοὺς ἀριθμοὺς μονάδας λέγοντες διαφόρους πρός τε ἑαυτοὺς καὶ πρὸς τὴν φύσιν ὡμολόγουν τὴν τῶν πραγμάτων, οὐ θέλει προσποιεῖσθαι.

“因为一方面这……消除。” 他说,那些声称诸相的数由有差别的单子构成的人,说出了与自身相一致的话,以免在单子无差别的情况下被迫就同一事物设定许多相,并在四项、五项、六项以及总括而言的一切数中留下二项。此外,据他说,就至少针对他们自己的假定而言,他们说在彼处不应通过给二增加单子来造成三,亦是正确的。因为在二中和在三中的单子并不是无差别的,而是不可比的;因此必须将每个数隔开,始终从另一个始原过渡到接续者。因为如果数是理念,而理念不被其他理念所包含以至于成为包含者的部分,那么数亦不会成为其他数的部分;而如果它们之中的单子各异,这一点便会归属于它们。他说,这些主张即使保全了他们自己的假定,却推翻了算术的许多定理;因此,针对他们自己的假定而言他们说得对,但绝对而言是不对的。然而,彼时的那些人根本不认为在理念数中存在这样的单子,而是以另一种方式将诸数本身称为有差别的单子,从而无论与自身还是与事物的本性都相一致,这一点他却不愿予以正视。

§3.78

"Ἐπεὶ... διαφοράν." Εἰώθασι, φησίν, ἀπορεῖν, πότερον ἀπὸ τοῦ δύο ἐπὶ τὸν τρία δεῖ μεταβαίνειν καὶ τέσσαρα καὶ πέντε καὶ ὅλως κατὰ σύνθεσιν ἀριθμεῖν, ἢ κατὰ διαίρεσιν ἀπὸ τῆς δεκάδος λαμβάνειν ἓν δύο τρία τέσσαρα· αὐτοῖς μὲν γὰρ οὐδέτερον τούτων ἀρέσκει. ἡμῖν δέ, φησί, ῥητέον ὅτι γελοῖον ἐξ οὕτως ἐπιπολαίου ζητήματος ἕκαστον τῶν ἀριθμῶν αὐτὸ ποιεῖν καὶ ἰδέαν. ἀποκριτέον τε πρὸς αὐτοὺς ὅτι ἀμφοτέρως ποιοῦμεν· ὡρισμένου μὲν γὰρ τοῦ μεγίστου διαιροῦμεν, ἀορίστου δὲ ὄντος συντίθεμεν.3 ταῦτα δὲ ὅτι πρὸς μὲν τὸν εἰδητικὸν ἀριθμὸν οὐδαμῶς ἀνάγεσθαι δύναται, πρὸς μέντοι τὸν μαθηματικὸν πῇ μὲν πῇ δὲ οὔ, πολλάκις ἐπεσημηνάμεθα· ὡς καὶ τὴν ἀπορίαν τῶν πρεσβυτέρων λίαν ἐπιστήμονα φαίνεσθαι καὶ τὴν ἀπάντησιν τοῦ Ἀριστοτέλους μὴ πάντῃ ψευδῆ· ὁ μὲν γὰρ ἐνεργείᾳ τρία ὁ τὸ εἶδος καταδεξάμενος τῆς τριάδος εἷς ἐστι καὶ οὐκ ἂν μονάδα προσλαβὼν τέσσαρα γένοιτο (πῶς γὰρ τὸ τῆς τριάδος εἶδος εἰς τὸ τῆς τετράδος μεταπεσεῖν δυνήσεται;)· ὁ δὲ δυνάμει τρία ὁ ἐν ταῖς τρισὶ μονάσι θεωρούμενος, ὁ ἄνευ τοῦ εἴδους 〈τῆς〉 τριάδος ἐπινοούμενος, εἰ μονάδα προσλάβοι, ποιήσειεν ἂν τὸ ὑποκείμενον τοῦ τέσσαρα, ὃ ἐν ὅσῳ μέν ἐστιν ἄμορφον οὐκ ἀδυνατεῖ μονάδα προσλαβὸν ποιῆσαι τὸ ὑποκείμενον τοῦ πέντε, κρατηθὲν δὲ τῷ τῆς τετράδος εἴδει τὸν τέσσαρα μόνως ποιεῖ.4 αἱ οὖν διαιρέσεις καὶ οἱ πολλαπλασιασμοὶ κατὰ τὴν ὕλην καὶ τὴν ποσότητα τῶν ἀριθμῶν ἐπιτελοῦνται, οὐ κατὰ τὰ εἴδη· ταῦτα γὰρ οὐ μόνον αὐτὰ ἀκίνητα, ἀλλὰ καὶ οἷς ἂν ἐπιγένηται, τούτοις μίαν ἐπιφέρει μορφὴν τὴν ἑαυτῶν.

“既然……差异。” 他说,人们惯常提出疑难:究竟应当从二过渡到三、四、五,并且总括而言按照合成来计数,还是应当按照分割从十项中取得一、二、三、四;因为对他们而言,这两种方式都不合意。但他说,我们应当指出,根据如此浅薄的探讨就将每个数设定为自身且设定为相,乃是可笑的。并且应当向他们答复说,我们以两种方式行事:因为当最大数被限定时,我们进行分割;而当其无规定时,我们进行合成。然而,我们屡次指出,这些事情绝不可能被归入理念数,但对于数学数而言则在某种意义上可以,在另一种意义上不行;从而使先辈们的疑难显得极具学识,而亚里士多德的回答亦非全然错误:因为接受了三项之相的现实的三乃是一,绝不可能通过增添单子而变成四(因为三项之相怎能转变为四项之相呢?);但在三个单子中被观照到的、脱离三项之相而被构想的潜能的三,若增添单子,便会产生四的基底,只要它是无相的,它并非不可能通过增添单子而产生五的基底,但一旦被四项之相所掌控,便唯独产生四。因此,分割与乘倍是按照数的质料与量性来施行的,而不是按照诸相;因为诸相不仅自身不动,而且凡它们所临及者,便将自身单一的形状赋予它们。

语法注4 条
  1. 3.76ποσότητος μοναδικῆς μεταδούσῃ τοῖς νοεροῖς εἴδεσιν

    与格分词短语 μεταδούσῃ 作为述语性分词修饰前面的阴性与格名词短语 τῇ αὑτοῦ ὑποθέσει。动词 μεταδίδωμι 支配被给予之物的属格(ποσότητος μοναδικῆς)以及接受者的与格(τοῖς νοεροῖς εἴδεσιν)。

  2. 3.77ἀπολιμπάνειν δυάδας καὶ ἐν τετράδι καὶ πεντάδι καὶ ἑξάδι καὶ ὅλως ἐν πᾶσιν ἀριθμοῖς ἀδιαφόρων οὐσῶν τῶν μονάδων

    不定式 ἀπολιμπάνειν 与 ποιεῖν 并列,均由 ἵνα μὴ . . . ἀναγκασθῶσι 支配。末尾的 ἀδιαφόρων οὐσῶν τῶν μονάδων 是属格独立结构,起条件或假定作用(“若单子是无差别的”),构成了在四、五等数中留下二项的前提条件。

  3. 3.78ὥρισμένου μὲν γὰρ τοῦ μεγίστου διαιροῦμεν, ἀορίστου δὲ ὄντος συντίθεμεν

    两个对仗的属格独立结构(ὡρισμένου . . . τοῦ μεγίστου 与 ἀορίστου . . . ὄντος)在此充当条件从句。中性名词化最高级 τὸ μέγιστον(“最大的数”)是前者的主语,并在后一分句中作为 ὄντος 的逻辑主语被承前省略。

  4. 3.78ὃ ἐν ὅσῳ μέν ἐστιν ἄμορφον οὐκ ἀδυνατεῖ μονάδα προσλαβὸν ποιῆσαι τὸ ὑποκείμενον τοῦ πέντε, κρατηθὲν δὲ τῷ τῆς τετράδος εἴδει τὸν τέσσαρα μόνως ποιεῖ

    关系代名词 ὃ 先行词为紧邻的 τὸ ὑποκείμενον τοῦ τέσσαρα(“四的基底”)。以 ὃ 为主语,构成了 μέν 从句(οὐκ ἀδυνατεῖ . . .)与 δέ 从句(κρατηθὲν . . . ποιεῖ)的对立。分词 προσλαβόν(条件:“若增添”)与分词 κρατηθέν(时间/条件:“一旦被掌控”)分别修饰各自的主动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:138.1-139.12