- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:136.18-137.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努驳斥了亚里士多德关于从理念数中抽减单子以构成新数的批评,指出诸相不可分且没有单子充当基底,并阐明理念数分有的是存在的最高诸属(同一性与差异性、相似性与不相似性)而非量的同等与不等。
" Ἔτι... μονάδων." Ταῦτα περὶ μὲν τῶν εἰδητικῶν ἀριθμῶν καὶ ἐν τοῖς φθάσασι καὶ νῦν γελοίως λέγεται· οὔτε γὰρ δύο μονάδες ὑποβέβληνται τῇ αὐτοδυάδι οὔτε τρεῖς τῇ αὐτοτριάδι, οὔτ’ εἰ ἦσαν ὑποβεβλημέναι, δυνατὸν ἦν ἀφαιρεῖν ἐξ ἑκατέρας καὶ ἄλλο τι ποιεῖν, ἐπεὶ καὶ ταυτότης καὶ ἑτερότης ἐν ἑκατέρᾳ αὐτῶν καὶ οὐ δήπου ἀφελὼν ἑκατέρας τὴν ἑτερότητα ἢ τῆς μὲν 〈τὴν〉 ἑτερότητα τῆς δὲ τὴν ταὐτότητα, τρίτον τι μικτὸν ἐξ αὐτῶν ἀποτελέσεις1 καὶ ζητήσεις, πότερον ἀμφοῖν ἐστιν ὕστερον ὡς ἐξ ἀμφοῖν ὑποστάν, ἢ τοῦ μὲν προτέρου αὐτοῖν ὕστερον, τοῦ δὲ δευτέρου πρότερον, ὃ μᾶλλον ἀναγκαῖον εἶναί φησι. πάντα γὰρ ταῦτα ἐκ τῶν ἐνύλων καὶ ὅλως μεριστῶν εἴληπται τὰ ζητήματα, καὶ ἀναξίως ταῖς νοεραῖς καὶ ἁπλαῖς καὶ παντελῶς ἀμερίστοις οὐσίαις προσφέρεται. εἰ δὲ περὶ τοῦ μαθηματικοῦ αὐτὰ προτείνειν ἤθελεν ἀριθμοῦ, μᾶλλον μὲν ἂν ἐκίνησεν ἀπορίαν τὸ προταθέν, οὐ μὴν ἀλλ’ ἐκ τῶν προαγόντων εἶχε καὶ τοῦτο τὴν λύσιν· οὔτε γὰρ ἐκ τοῦ δύο οὔτε ἐκ τοῦ τρία δεόμεθα μονάδας ἀφαιρεῖν, ἵνα ποιήσωμεν ἄλλον δύο (ταῦτα γὰρ περὶ τὰ ἀριθμητὰ συμβαίνει, οἷον ἐκ δύο ἵππων καὶ τριῶν ἀνθρώπων· ἐὰν οὖν ἀφ’ ἑκατέρων λάβωμεν, δυάδα ποιοῦμεν ἐξ ἀνομοίων μονάδων) οὔθ’ ὅλως ἐν ὅσῳ δύο ἐστὶν ὁ δύο καὶ τρία ὁ τρία, εἰ [δὲ] ἔστιν ἑκάτερος αὐτῶν ὅ ἐστι, μονάδα δυνήσεται ἀποβάλλειν.2 ἀλλὰ πάντα ταῦτα τὰ φαντάσματα οἱ ὑστερογενεῖς ἀποφηνάμενοι εἶναι τοὺς ἀριθμοὺς καὶ ἐκ τῶν αἰσθητῶν ἀποσυλᾶσθαι καὶ πολλαπλοῦν ἕκαστον εἶναι παρεισκυκλοῦσι τῇ καθαρᾷ θεωρίᾳ.
“再者……单子[的]。” 无论在先前还是在当下,关于理念数所说的这些话都是可笑的;因为既没有两个单子作为自身二项的基底,亦没有三个单子作为自身三项的基底,即使它们充当了基底,亦不可能从各自之中抽减并造成别的某种东西,因为同一性与差异性亦存在于它们各自之中,你总不至于从各自之中抽减差异性,或者从一方抽减差异性而从另一方抽减同一性,并由此造成由它们混合而成的第三者,然后去探讨它作为由两者自存而出的东西是后于两者,还是后于两者中的前者而先于后者——他说这更是必然的。因为所有这些探讨课题都是从质料性的、总括而言可分的事物中抽取的,并被不恰当地应用于理智的、单纯的且全然不可分的实体上。但如果他企图就数学数提出这些论辩,所提出的问题固然会引发更大的疑难,然而它亦同样由先前的论述得到了解答;因为我们既不需要从二或从三中抽减单子来造出另一个二(因为这类事情发生在被数之物上,例如取自两匹马和三个人;因此如果我们从各自中取出,便从不同类的单子造出了二项),并且总括而言,只要二作为二、三作为三,只要它们各自是其所是,它就绝不可能抛弃一个单子。但是,那些声称数是后生的、是从感觉事物中剥离出来的、每一个数都是多重的人,把所有这些幻象硬塞进了纯粹的观照之中。
"Καὶ ἡμεῖς... μονάδας." Οὗτός τε γὰρ ὡς ἀριθμητοῖς προσβάλλει τοῖς πράγμασι καὶ διὰ τοῦτο μέτρῳ χρῆται περὶ αὐτὰ τῷ μοναδικῷ ἀριθμῷ· ἐκεῖνοί τε εἰ τὰς μονάδας τὰς ὑποκειμένας τῷ μοναδικῷ ἀριθμῷ διαφόρους εἶναι λέγουσι, δικαίως ἐγκαλοῦνται· εἰ δὲ ἕκαστον τῶν εἰδῶν μονάδα καλοῦσιν ὡς πρόμετρον τῶν τῇδε πραγμάτων, πῶς οὐκ ἀνάγκη, διαφόρων ὄντων τῶν εἰδῶν, διαφόρους μονάδας αὐτοὺς λέγειν; καὶ εἶεν ἂν καὶ αἱ ἐν νῷ διάφοροι ἀλλήλων διὰ τὴν ἐν αὐταῖς ἑτερότητα καὶ πολλῷ πλέον αἱ ψυχικαὶ τῶν νοερῶν, ὅσῳ πλείων ἡ ἀπόστασις, καὶ πάλιν πᾶσαι συμβληταὶ διὰ τὴν ἐκ τἀγαθοῦ τοῖς πᾶσιν ἐφήκουσαν ἕνωσιν καὶ διὰ τὴν τῆς ταὐτότητος ἐν τοῖς ἀύλοις εἴδεσιν ἐπικράτειαν. ἀλλ’ οὗτος μὲν ὁ τύπος ἑτέρᾳ θεωρίᾳ προσήκει. τῶν δὲ μονάδων, ὧν νῦν ἐξεταστὴς ὁ Ἀριστοτέλης γίγνεται, οὔτε ἀνῆγόν τινας εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς οὔτε διαφορὰς παρεδίδοσαν οἱ Πυθαγόρειοι.
“而我们……单子。” 因为他把事物当作被数之物来对待,并为此对它们使用单子数作为尺度;而那些人如果主张作为单子数之基底的单子是有差异的,便理应受到指责;但如果他们把每个相称为单子,将其作为此地事物的预先尺度,那么在诸相各异的情况下,他们说它们是各异的单子,又怎能不是必然的呢?而且理智中的〔单子〕亦会因其内部的差异性而彼此不同,心灵的〔单子〕与理智的〔单子〕相比则更是如此,因为其间的距离更大;但另一方面,由于来自善者而通达一切的合一,以及由于非质料的诸相中同一性的支配地位,一切又都是可比的。然而这种类型属于另一项探究。至于亚里士多德当下所审视的那些单子,毕达哥拉斯派既从未将任何单子归入理念数,亦未曾传授它们之间的差异。
"Εἴτε δὲ μὴ... τῇ δυάδι." Πρῶτον μὲν μὴ θαυμάσῃς, εἰ αὐτὴν δυάδα καὶ αὐτὴν τριάδα φάσκοντες εἶναι μήτε πλείω φασὶ τὸν τρία τοῦ δύο μήτε ἐνυπάρχειν τὸν δύο τῷ τρία· οὔτε γὰρ ποσότητος οὗτοι μετέχουσιν οἱ ἀριθμοί, οὔτε 〈τὸ〉 τῆς ἰσότητος καὶ ἀνισότητος εἶδος οὕτως ἐστὶν ἐν αὐτοῖς ὡς ἐν τοῖς μοναδικοῖς ἀριθμοῖς· ἐν ἐκείνοις μὲν γὰρ οὐδέποτε οἱ ἴσοι καὶ ἄνισοι οὐδ’ οἱ ἄνισοι 〈ἴσοι〉 εἰσίν· ἐν δὲ τοῖς εἰδητικοῖς οἱ αὐτοὶ καὶ ἴσοι καὶ ἄνισοι ἀλλήλοις, ὥσπερ ταὐτοὶ καὶ ἕτεροι διὰ τὴν τῶν γενῶν τοῦ ὄντος καὶ τῶν περιληπτικωτάτων εἰδῶν εἰς αὐτοὺς παρουσίαν, καὶ οὐχὶ ἡ ἀντίφασις ἐπ’ αὐτῶν διὰ τοῦτο· οὐ γὰρ ᾗ ἴσοι, ταύτῃ ἄνισοι, οὐδ’ ᾗ ὅμοιοι, ταύτῃ ἀνόμοιοι, οὐδ’ ᾗ ταὐτοί, ταύτῃ ἕτεροι, ἀλλ’ ὅμοιοι μὲν καὶ ἴσοι καὶ ταὐτοὶ δι’ ὁμοιότητα καὶ ἰσότητα καὶ ταυτότητα, ἀνόμοιοι δὲ καὶ ἄνισοι καὶ ἕτεροι διὰ τὰ ὡς ἀντικείμενα τοῖς προτέροις εἴδεσιν εἴδη. ἀμήχανον γὰρ ἦν ἐν ταῖς ἀρχαῖς μονάδος οὔσης καὶ τῆς ἀορίστου δυάδος μὴ οὐχὶ καὶ τὰ παρ’ αὐτῶν ὑποστάντα ἀμφοτέρων δυνάμεις ὑποδεδέχθαι.3 ἐπὶ δὲ τούτοις ἐχρῆν ἐννοεῖν, ὡς οὗτος οὐ τὸν ἐν τοῖς εἴδεσιν ἀδιάφορον ποιεῖ (τί γὰρ εἰ καὶ ἰσότητος καὶ ἑτερότητος τὰ εἴδη μετέχει), ἀλλ’ εἰ ἄρα, 〈τὸν〉 ἐν τοῖς μοναδικοῖς ἀριθμοῖς.
“而无论……在二项中。” 首先,如果他们在主张存在自身二项与自身三项的同时,既不说三多于二,亦不说二内在存在于三之中,你切莫感到惊异;因为这些数并不分有量性,同等与不同等的相亦不像在单子数中那样存在于它们之中;因为在单子数中,相等者绝非不相等,不相等者亦绝非相等;但在理念数中,由于存在之诸属以及最包罗万象的诸相在它们之中的临在,同一者彼此之间既相等亦不相等,正如它们既是同一亦是相异那样,并且矛盾并不因此而在它们身上产生;因为并非在它们相等的方面它们在这一方面不相等,亦非在它们相似的方面它们在这一方面不相似,亦非在它们同一的方面它们在这一方面相异,而是通过相似性、同等性与同一性它们是相似的、相等的与同一的,通过作为与前述诸相相对立的诸相,它们是不相似的、不相等的与相异的。因为在始原中存在着单子与不定二项的情况下,由它们自存而出的事物不接纳两者的权能,乃是不可能的。而在这些之外,本应当认识到,他所造成的无差别的数,并不是在诸相之中的数(因为即便诸相分有同等性与差异性又何妨?),而是单子数中的数(如果真有的话)。
- 3.73ἐπεὶ καὶ ταυτότης καὶ ἑτερότης ἐν ἑκατέρᾳ αὐτῶν καὶ οὐ δήπου ἀφελὼν . . . ἀποτελέσεις
由 ἐπεί(因为)引导的从句连接了前提(同一性与差异性亦存在于它们各自之中)以及由 οὐ δήπου(总不至于)标记的归谬推论。分词 ἀφελών 作条件或方式状语(“抽减之后”),修饰主要动词 ἀποτελέσεις 与 ζητήσεις。
- 3.73οὔθ’ ὅλως ἐν ὅσῳ δύο ἐστὶν ὁ δύο καὶ τρία ὁ τρία, εἰ [δὲ] ἔστιν ἑκάτερος αὐτῶν ὅ ἐστι, μονάδα δυνήσεται ἀποβάλλειν
在 οὔθ' ὅλως(且总括而言不)之后的句子骨架由限定从句 ἐν ὅσῳ(只要……)与插入的条件从句 εἰ ἔστιν ἑκάτερος αὐτῶν ὅ ἐστι(只要它们各自是其所是)构成,共同修饰主句的动词短语 δυνήσεται ἀποβάλλειν(能够抛弃)。
- 3.75ἀμήχανον γὰρ ἦν ἐν ταῖς ἀρχαῖς μονάδος οὔσης καὶ τῆς ἀορίστου δυάδος μὴ οὐχὶ καὶ τὰ παρ’ αὐτῶν ὑποστάντα ἀμφοτέρων δυνάμεις ὑποδεδέχθαι
具有否定含义的谓词 ἀμήχανον ἦν(是不可能的)后接带有双重否定 μὴ οὐχί 的不定式 ὑποδεδέχθαι,构成强烈的肯定(“不可能不接纳”)。其前插入了表示原因/背景的属格独立结构 ἐν ταῖς ἀρχαῖς μονάδος οὔσης καὶ τῆς ἀορίστου δυάδος(始原中存在单子与不定二项)。
