← 叙利亚努斯

亚里士多德《形而上学》注释

§135.4-136.17

单子的无差别性与非单子数的存在

叙利亚努解释了亚里士多德《形而上学》卷M第7章(1082b1–7)关于单子的无差别性与数的同等性的论述,指出亚里士多德本人亦默认了非单子数的存在,并论证数学数之相是单纯且唯一的,而非由质料基底的分割或复合而变为多数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.70

" Ὅλως... μονάδος." Εὖ ταῦτα λέγεται πρὸς τὰς μονάδας τὰς ὑποβεβλημένας τῷ ἀριθμῷ· οὔτε γὰρ ποσῷ διοίσουσιν, ἐλάχισται οὖσαι πᾶσαι, οὔτε ποιῷ, ἀνείδεοι γάρ. εὖ δὲ καὶ τὸ πλασματῶδες ὡρίσατο.

“总之……单子[的]。” 这些话针对作为数之基底的那些单子是说得极好的;因为它们全都是最小的,因而在量上没有区别,又因为它们没有相,因而在质上亦没有区别。而且他把虚构之物界定得亦很恰当。

§3.71

"Ἀνάγκη... μοναδικόν." * * καὶ τὸ εὖ· ἡ γὰρ ἰσότης καὶ ἀνισότης χωρεῖ διὰ παντὸς ἀριθμοῦ φυσικοῦ τε καὶ ὑπερφυοῦς καὶ μαθηματικοῦ. προσεκτέον δὲ τούτῳ τῷ ῥητῷ, ἐν ᾧ σαφῶς ὁμολογεῖ καὶ αὐτὸς μὴ πάντας ἀριθμοὺς εἶναι μοναδικούς. τὸ γὰρ ἀλλὰ μάλιστα τὸν μοναδικὸν1 βεβαίωσίς ἐστιν ἐναργὴς τοῦ δόγματος τῶν παλαιῶν· οὐκ ἄρα τι ἀποδέδεικται ἡμῖν κατὰ τῶν 〈μὴ〉 μοναδικῶν ἀριθμῶν, ἐπειδὴ ἐκ μονάδων ἐλαμβάνετο πάντα τὰ ἐπιχειρήματα.

“必然……单子[数]。” [……]以及那个“恰当”;因为同等与不同等贯通一切自然的、超自然的和数学的数。必须注意这一表述,在其中他自己亦明确承认并非所有的数都是单子的。因为“但尤其在单子数中”这一语句乃是对古人教义的明晰印证;既然所有的论证都是从单子出发得出的,那么对我们而言,针对非单子之数并没有证明出任何东西。

§3.72

"Ὥστε εἰ... εἶναι." Καὶ ταῦτα εὖ πάνυ λέλεκται περὶ τῶν πολλῶν μονάδων, καὶ οὐ μόνας αὐτὰς ἀδιαφόρους δείκνυσιν, ἀλλὰ καὶ τοὺς ἴσους ἀριθμούς· ὥσθ’ ὅπερ ἐλέγομεν, ἕνα εἶναι τὸν τρία, κἂν πολλάκις λαμβάνηται ἐν τῷ τριάκοντα· τὰ γὰρ ἴσα ἐν ἀριθμοῖς ταὐτά. ἀδιάφοροι οὖν καὶ 〈αἱ〉 ἐν τῇ δεκάδι δυάδες, οὐχ ὅτι αἱ μονάδες αὐτῶν ἀδιάφοροι (καὶ τοῦτο μὲν γάρ), ἀλλ’ ὅτι τὸ εἶδος ἕν· ἓν δὲ οὐχ ὡς εἰς ἀδιάφορα ὑποκείμενα δεδωκὸς ἑαυτό (μίαν γὰρ μόνην ποιεῖ τῷ ἀριθμῷ δυάδα), ἀλλ’ ὡς ἐκ μονάδος τῆς ἀρχηγικῆς προελθὸν καὶ μεῖναν καθαρῶς ἕν. εἰ μὲν γὰρ καὶ ἡμεῖς συνεχωροῦμεν ἐκ δυάδων πέντε συγκεῖσθαι τὴν δεκάδα, ὥσπερ ἔχειν δέκα μονάδας, ἀναγκαῖον ἦν ὁμολογεῖν πολλὰς μὲν εἶναι τῷ ἀριθμῷ δυάδας, μίαν δὲ τῷ εἴδει· ἐπειδὴ δὲ οὐ τὰς δυάδας φαμὲν συντιθεμένας ποιεῖν τὴν δεκάδα (τὰ γὰρ εἴδη τῶν ἀριθμῶν ἁπλᾶ ἐστι καὶ ἐκ τῆς μονάδος πρόεισιν, ὥστε καὶ τὸ τῆς δεκάδος), οὔτε τὰς μονάδας τὰς ὑποκειμένας τῇ δυάδι 〈ἐπὶ〉 πλέον προαχθείσας ὑποκείμενον γενέσθαι τῆς δεκάδος, προϊούσης μὲν ἀπὸ τῆς οἰκείας ἀρχῆς, ἀποτελούσης δὲ τὸν δέκα μετὰ τοῦ ὑποκειμένου,2 οὐκ ἀναγκαζόμεθα πολλὰς τῷ ἀριθμῷ δυάδας ὑποτίθεσθαι, ἵνα μὴ ἀριθμητὰς αὐτὰς ἀντὶ ἀριθμῶν ποιήσωμεν· ἐπεὶ καὶ εἰ πολλαὶ εἶεν δυάδες, ὡς αὐτὸς ἀξιοῖ, καὶ πολλαὶ τριάδες καὶ δεκάδες πολλαὶ καὶ ἁπλῶς ἕκαστος τῶν μοναδικῶν ἀριθμῶν πολὺς εἴη καὶ ἄπειρος, ἀνάγκη καὶ τὸν σύμπαντα μαθηματικὸν ἀριθμὸν μὴ ἕνα εἶναι, ἀλλ’ ἀπείρους εἶναι μαθηματικοὺς ἀριθμούς· δοκεῖ δὲ εἷς εἶναι μαθηματικός, καθόλου γάρ· ὥστε καὶ ὅδε ὁ μαθηματικὸς εἷς, οἷον ὁ τρία καὶ ὁ τέσσαρα καὶ τῶν ἄλλων ἕκαστος, ἵνα καὶ ὁ σύμπας εἷς μείνῃ ὁ ἐξ αὐτῶν συγκείμενος. ἐὰν γάρ τις καὶ τὸν σύμπαντα πολλαχῶς εἶναι λέγῃ καὶ ἀπειραχῶς ὡς τὰ ὁμοειδῆ τῶν καθ’ ἕκαστα, πάλιν ἐπὶ τὸ ἓν εἶδος ἀναδραμούμεθα, ὃ ἐπισκέπτεται ἡ μαθηματική· καὶ εὑρήσομεν ἓν μὲν εἶδος τοῦ σύμπαντος μαθηματικοῦ ἀριθμοῦ, μίαν δὲ περιέχον δυάδα καὶ μίαν τριάδα καὶ οὐ πολλάς, ἵνα μὴ πάλιν καὶ ὁ σύμπας πολλαπλοῦς γένηται καὶ τοῦτο ἐπ’ ἄπειρον προέλθῃ. οὔτ’ οὖν διαιροῦμεν τὸν δέκα εἰς πέντε δυάδας, ἀλλὰ πεντάκις [τὸ ὑποκείμενον τῇ δεκάδι καὶ] τὸ ὑποκείμενον τῇ δυάδι παραλαμβάνεσθαι λέγομεν. οὔτε συντίθεμεν τὴν δεκάδα ἐκ πέντε δυάδων, ἵνα μὴ σύνθετον αὐτῆς τὸ εἶδος ἀποφήνωμεν, ὅπερ οὐδὲ ἐπὶ τῶν αἰσθητῶν εἰδῶν ὑπὸ τῆς φύσεως ὁρῶμεν γιγνόμενον· οὔθ’ ὅλως ἀριθμὸν πολὺν εἶναί φαμεν συνδιαιρούμενον τῷ ὑποκειμένῳ, ἀλλ’ ἕκαστον πολλαχῶς ὑφεστάναι,3 εἰ μέλλοι καθαρῶς ἀριθμὸς εἶναι καὶ μὴ ἀριθμητόν.

“因此若……是。” 关于众多的单子,这些话亦说得极好,并且他不仅表明单子本身是无差别的,而且相等的数亦是无差别的;因此正如我们所说,三是一个,即便它在三十中被取用了许多次;因为在数中相等者即是同一者。因此,十项中的各个二项亦是无差别的,这不是因为它们的单子是无差别的(因为事实确亦如此),而是因为其相是一个;而所谓一个,不是指它将自身赋予了无差别的诸基底(因为相在数上只产生唯一的一个二项),而是指它从始原性的单子中流出,并纯粹地保持为一个。因为如果我们亦承认十项是由五个二项复合而成,正如它拥有十个单子那样,我们便不得不承认在数上有许多二项,但在相上却只有一个;但由于我们并不主张二项组合起来构成十项(因为数的诸相是单纯的,且出自单子,因而十项之相亦是如此),亦不主张二项之基底的那些单子进一步推进便成为十项的基底(十项之相从其本己的始原流出,并与基底一起造就十),所以我们并不被迫假定在数上有许多二项,以免我们将它们变成被数之物而非数;因为若如他所认为的那样有许多二项,并有许多三项和许多十项,简言之每个单子数都是多数且无限的,那么整个数学数亦必然不是一个,而是会有无限个数学数;然而数学数似乎是一个,因为它是普遍的;因此这个具体的数学数,如三和四以及其余的每一个,亦各自是一个,以便由它们构成的整体亦保持为一个。因为即便有人说整体亦像同相的诸个别事物那样是多重且无限多样的,我们仍将再次回溯到数学所考察的那单一之相;并且我们将发现整个数学数具有单一的相,它包含唯一的二项和唯一的三项,而非许多个,以免整体再次变成多重,从而招致无穷后退。因此,我们既不把十划分为五个二项,而是说二项的基底被取用了五次。我们亦不把十项由五个二项合成,以免宣称它的相是复合的,因为即使在感觉的相上,我们亦未曾见过自然会造成这种情形;总之,我们既不说数会随着基底的划分而变成多数,而是说只要它是纯粹的数而非被数之物,每一个数都以多重方式自存。

语法注3 条
  1. 3.71τὸ γὰρ ἀλλὰ μάλιστα τὸν μοναδικὸν

    带冠词的引语结构。中性单数冠词 τὸ 将亚里士多德的原语句子 ἀλλὰ μάλιστα τὸν μοναδικόν 整体名词化,作为不变化的名词短语充当句子主语,与表语名词 βεβαίωσις 搭配。

  2. 3.72οὔτε τὰς μονάδας τὰς ὑποκειμένας τῇ δυάδι 〈ἐπὶ〉 πλέον προαχθείσας ὑποκείμενον γενέσθαι τῆς δεκάδος, προϊούσης μὲν ἀπὸ τῆς οἰκείας ἀρχῆς, ἀποτελούσης δὲ τὸν δέκα μετὰ τοῦ ὑποκειμένου

    带状语分词的宾格不定式句式。不定式 γενέσθαι 受前面的 οὐ ... φαμέν 支配,与 οὐ τὰς δυάδας ... ποιεῖν 并列(其逻辑主语为宾格 τὰς μονάδας)。后半部分的分词 προϊούσης μὲν ... ἀποτελούσης δὲ ... 为属格状语分词,直接修饰前面的属格名词 τῆς δεκάδος(十项之相)。

  3. 3.72οὔθ’ ὅλως ἀριθμὸν πολὺν εἶναί φαμεν συνδιαιρούμενον τῷ ὑποκειμένῳ, ἀλλ’ ἕκαστον πολλαχῶς ὑφεστάναι

    οὔτε ... ἀλλά 引出的对比结构。主句动词 φαμέν 同时统辖两个处于对比关系的宾格不定式短语(ἀριθμὸν πολὺν εἶναι 与 ἕκαστον πολλαχῶς ὑφεστάναι),否定了“数随基底一同分割而变为多数”的观点,转而肯定“每个数以多重方式自存”的命题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:135.4-136.17