- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:133.30-135.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯针对亚里士多德关于同种数必有先后之分的批评(1082a26–32)进行反驳,指出在数的组合中被附加的只是量性(基底与质料)而非数的相本身,并捍卫了柏拉图主义关于相数与数学数的真实义理,指责亚氏的批评流于滑稽剧式的歪曲。
" Ἀλλὰ μὴν... ἀριθμούς." Ἐλλιπῶς εἴρηκε διὰ συντομίαν, τὸ δὲ τέλειον τοῦ λόγου τοιοῦτόν ἐστιν· ἀλλὰ μὴν οὐδὲ τοῦτο δεῖ λανθάνειν, ὅτι συμβαίνει κατὰ ταύτην τὴν ὑπόθεσιν δυάδας δυάδων εἶναι προτέρας καὶ ἄλλους ἀριθμοὺς ἄλλων ἀριθμῶν, οἷον τριάδας τριάδων προτέρας φαίνεσθαι. πῶς οὖν τοῦτο παρ’ αὐτῷ δείκνυται, κατακούσωμεν.
“然而……数。” 他因简练而略去了部分语句,但论证的完整形式如下:“然而亦不可忽视这一点,即根据这一假说,会得出有先于二项的二项,以及有先于其他数的其他数,例如显出有先于三项的三项”。那么,他在书中是如何证明这一点的,让我们听一听。
"Αἱ μὲν γὰρ... ἔσονται." Ταῦτα εἴρηται μὲν ἀπὸ τῆς ἐννοίας ἐκείνης, καθ’ ἣν δυοποιὸς οὖσα τῶν ἀρχῶν ἡ ἑτέρα διπλασιάζειν ἕκαστον ἐλέγετο τῶν ἀριθμῶν. ἔστι δὲ οὐδὲν οὐ μόνον πρὸς τὸν εἰδητικὸν ἀναφερόμενα καὶ τελέως ἀμερῆ καὶ ἄποσον ἀριθμόν, ἀλλ’ οὐδὲ πρὸς τὸν μαθηματικὸν1 καὶ μοναδικόν· αἱ γὰρ ποσότητές εἰσι τῶν ἀριθμῶν τῶν ἐλαττόνων αἱ ἐπισυντιθέμεναι καὶ ὑποβαλλόμεναι τῷ εἴδει τοῦ μείζονος ἀριθμοῦ, καθάπερ εἴρηται, ἀλλ’ οὐκ αὐτοὶ οἱ ἀριθμοί. ὥσπερ οὖν ὅταν τὸ ὕδωρ εἰς ἀέρα μεταπίπτῃ, οὐ τὸ ὕδωρ ἀὴρ γίγνεται ἢ [τὸ] ὑποκείμενον τοῦ ἀέρος, ἀλλ’ ὃ ἦν ὕδατος ὑποκείμενον, ἀέρος γίγνεται ὑποκείμενον· οὕτω καὶ ὅταν ὁ τρία τὸν δύο προσλάβῃ, οὐ τὰ εἴδη μίγνυται τῶν ἀριθμῶν, εἰ μὴ ἐν τοῖς ἀύλοις αὐτῶν λόγοις, ἐν οἷς καὶ διακρινόμενα ἑνοῦσθαι οὐ κωλύεται,2 ἀλλ’ αἱ μονάδες εἰσὶ καὶ ἡ ὕλη 〈ἡ〉 ἐπισυντιθεμένη. μία οὖν καὶ ἡ τριὰς καὶ ἡ τετρὰς καὶ [ἡ] ἐν τῷ μαθηματικῷ ἀριθμῷ· κἂν γὰρ ἐν τῇ ἐννεάδι τὴν μὲν πρώτην τὴν δὲ μέσην τὴν δὲ τελευταίαν ἐννοῇ τριάδα, μίαν ὁρᾷς καὶ ἀδιάφορον τρίτον παραλαμβανομένην· καὶ ὅλως ἐν μὲν τῷ ἐννέα οὐδὲν ἄλλο ὁρᾷς ἢ τὸ τῆς ἐννεάδος εἶδος ἐπὶ τῇ ποσότητι, ἐὰν δὲ τῇ διανοίᾳ μερίσῃς αὐτῆς τὸ ὑποκείμενον (τὸ γὰρ εἶδος ἀμέριστόν ἐστιν), εὐθέως αὐτὸ καὶ μορφοῖς οἰκείοις εἴδεσι τοῦ μερισμοῦ· τὸ γὰρ ἀνείδεον ἀκόσμητον [μὲν] οὐκ ἀνέχεται ἡμῶν ὁρᾶν ἡ ψυχή, ἄλλως τε κἂν αὐτὴ κυρία ᾖ τοῦ κοσμεῖν αὐτό.
“因为诸……将是。” 这些话是根据那种观念说的,按照这种观念,两个原理中的另一个因具有使成二项的作用而被说成使每个数倍增。然而这些言说不仅在涉及相数、完全无部分且无量的数时毫无根据,即便涉及数学的、单子的数时亦不适用。因为正如已经说过的那样,被组合并作为基底置于较大数的相之下的,是较小数的量,而非那些数本身。因此,正如水转变为气时,并不是水变成了气或气的基底,而是先前作为水的基底的东西变成了气的基底;同样,当三接纳二时,数的相并未混合(除非在它们非质料的理路中,在其中它们即便有所区分,亦不妨碍合一),被组合的乃是单子和质料。因此,即便在数学数中,三项和四项亦各自只有一个;因为纵使你在九项中构想出一个最初的三项、一个中间的三项和一个最后的三项,你所看到的亦只是第三次被取用的单一且无差别的三项;总体而言,在九之中你除了看到施加于量之上的九项之相以外别无所见,但若你用思想分割其基底(因为相是不可分的),你便立刻以适合于这种分割的相去塑造它;因为我们的灵魂无法忍受看到无相之物未经整饬,尤其是当它自身拥有整饬它的主导权时更是如此。
"Ὁ δ’ αὐτὸς... εἰσιν." Οὐδέ γε τούτων οὐδὲν πρὸς τὴν τῶν παλαιῶν θεωρίαν ἀποτείνεται· οὔτε γὰρ μοναδικὸς ὁ τῶν ἰδεῶν ἀριθμός, εἰ καὶ μονὰς λέγεται· ἀριθμὸς μὲν ὡς εἶδος καθαρὸν ἐξομοιοῦν ἑαυτῷ τὰ μετέχοντα, μονὰς δὲ ὡς τῶν εἰδῶν τῶν ψυχικῶν καὶ τῶν φυσικῶν καὶ τῶν αἰσθητῶν μέτρον οὖσα καὶ πρόμετρον· οὔτε σύγκεινται κατ’ αὐτοὺς ἰδέαι ἐξ ἰδεῶν, τοῦ ἵππου εἰ τύχοι ἐκ τῆς τοῦ ἀνθρώπου καὶ τοῦ κυνός, ἵνα καὶ ὁ τῇδε ἵππος ἐκ τῶν τῇδε φύσεων ἀνομοίων οὐσῶν σύνθετος ᾖ.3 πάντα γὰρ ταῦτα κωμῳδοῦντός ἐστι μᾶλλον ἢ σπουδάζοντος. ἀλλ’ οὐδὲ ἐν τῷ μαθηματικῷ ἀριθμῷ διάφοροί εἰσιν αἱ μονάδες, ἀλλὰ πᾶσαι ἀδιάφοροι αἱ ὑποκείμεναι τοῖς ἀριθμοῖς, ἐξῃρημένης ἐκείνης ἥτις ἀρχὴ πάντων οὖσα καὶ πηγὴ καὶ μήτηρ τοσοῦτον ἀποδεῖ τοῦ δεῖσθαι τῶν εἰδοποιησόντων αὐτήν, ὡς τὰ εἴδη πάντα προϊέναι παρ’ αὐτῆς ἅπασι τοῖς ἀριθμοῖς.4 ὁμώνυμοι δὲ οὐ τῇ μονάδι μόνῃ αἱ πολλαὶ μονάδες, ἀλλὰ καὶ ἡ τῶν μαθηματικῶν ἀριθμῶν ὡρισμένη δυὰς τῇ ἀορίστῳ δυάδι· ἡ μὲν γὰρ ἀόριστος ἀρχὴ παντὸς μέν, μάλιστα δὲ τοῦ ἀρτίου, ἡ δὲ ὡρισμένη ἄλλως ἀρχὴ οὐχ ὡς γεννητική, ἀλλ’ ὡς τὸ πρῶτον τοῦ πράγματος ἀρχὴν αὐτοῦ λέγομεν εἶναι, ὡς τῆς Πολιτείας τὸ “κατέβην χθὲς εἰς Πειραιᾶ”.
“而同样的……是。” 这些也完全没有针对古人的学说;因为理念的数并非由单子构成,哪怕它亦被称为单子:一方面作为纯粹的相使分有自身者同化于自身,因而是数;另一方面作为灵魂的、自然的和感觉的诸相的尺度和先在尺度,因而是单子;而且根据他们的观点,理念绝非由理念合成,仿佛马的理念由人和狗的理念组合而成,以致这里的马亦由这里彼此不同质的本性复合而成。所有这些说法不过是滑稽戏式的嘲弄,而非严肃的探讨。但在数学数中单子亦非各不相同,而是作为数之基底的一切单子皆无差别,只有那个作为万物的始原、泉源和母亲的单子除外,它决不需要赋予自身相的东西,以至于一切相皆从它出发散布到一切数之中。不仅众多的单子与那个单子是同名异义的,而且数学数中被限定的二项与不定的二项亦是同名异义的;因为不定的二项是一切事物(尤其偶数)的始原,而被限定的二项则是以另一种方式作为始原,不是作为生成性的,而是正如我们把事物的第一部分称为其开端一样,犹如《理想国》的“我昨天下到比雷埃夫斯”。
- 3.68ἔστι δὲ οὐδὲν οὐ μόνον πρὸς τὸν εἰδητικὸν ἀναφερόμενα ... ἀλλ’ οὐδὲ πρὸς τὸν μαθηματικὸν
短语 ἔστι οὐδὲν πρὸς ... 是习惯用法,意为“对……无效/毫无意义”。分词 ἀναφερόμενα 为中性复数主格,指代前句的 ταῦτα,依中性复数主语接单数谓语动词的规则与 ἔστι 搭配。
- 3.68εἰ μὴ ἐν τοῖς ἀύλοις αὐτῶν λόγοις, ἐν οἷς καὶ διακρινόμενα ἑνοῦσθαι οὐ κωλύεται
连词 εἰ μή 引导前述否定命题(οὐ τὰ εἴδη μίγνυται)的例外(“除非/除外”)。关系从句中的分词 διακρινόμενα 作让步用法(“即便有所区分”),并充当被动不定式 ἑνοῦσθαι 的逻辑主语。
- 3.69ἵνα καὶ ὁ τῇδε ἵππος ἐκ τῶν τῇδε φύσεων ἀνομοίων οὐσῶν σύνθετος ᾖ
连词 ἵνα 此处接虚拟式 ᾖ,并非表示原本的目的,而是作结果性或讽刺性用法,用来指出论敌荒谬的推论后果(“以致这里的马亦变成由不相似的诸本性复合而成”)。
- 3.69ἐξῃρημένης ἐκείνης ἥτις ἀρχὴ πάντων οὖσα καὶ πηγὴ καὶ μήτηρ τοσοῦτον ἀποδεῖ τοῦ δεῖσθαι τῶν εἰδοποιησόντων αὐτήν, ὡς τὰ εἴδη πάντα προϊέναι παρ’ αὐτῆς ἅπασι τοῖς ἀριθμοῖς
ἐξῃρημένης ἐκείνης 是表示例外的属格独立结构(“除那个……之外”)。在随后的关系从句中,相关副词 τοσοῦτον 与冠词加不定式 τοῦ δεῖσθαι 搭配(“如此远离于需要……”),并引出表示结果的 ὡς 加不定式(προϊέναι)。
