- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:132.33-133.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努阐明数不仅是单子的集合而是相与质料的结合,论述算术灵魂无时间地将数的相赋予理智质料,并解释大众与早期思想家对此过程的理解方式。
οὐ μὴν οὐδ’ ὡς τὰ ἀριθμητὰ οὐδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα·1 συγκεχωρήσθω γὰρ αὐτῷ πρὸς τὸ παρὸν τοὺς δύο ἀνθρώπους μηδὲν εἶναι παρ’ ἑκάτερον2 (καίτοι Πλάτωνι πάντα ταῦτα μεθέξει τινὸς εἴδους δοκεῖ τοὺς διαφόρους ἀριθμοὺς καὶ αὐτὰ δέχεσθαι, ὡς ἐν τῷ Φαίδωνι γέγραπται· ἀλλ’ οὖν μὴ ὑπαρχέτω τοῦτο τοῖς ἀριθμητοῖς πρὸς τὸ παρόν)· ἀλλ’ οἵ γε ἀριθμοὶ οὐχ ὅτι ἐξ ἀδιαιρέτων σύγκεινται τῶν μονάδων, διὰ τοῦτο ἕτερόν τι ἔχουσι παρὰ τὰς μονάδας (καὶ γὰρ τὰ πολλὰ σημεῖα ἀδιαίρετα, ἀλλ’ ὅμως οὐ δοκεῖ τι αὐτά γε συμπληροῦν ἄλλο παρ’ αὐτὰ τὰ ὑποκείμενα), ἀλλ’ ὅτι ἔστι τι ἐν αὐτοῖς τὸ μὲν ὕλῃ τὸ δὲ εἴδει ἀναλογοῦν.3 ἀμέλει ὅταν τὸν τρία τῷ τέσσαρα συντιθῶμεν καὶ ποιῶμεν τὸν ἑπτά, λέγομεν μὲν οὕτως, οὐ μὴν ἔστι τὸ λεγόμενον ἀληθές· ἀλλὰ γὰρ αἱ μονάδες ταῖς μονάσι συμπλακεῖσαι τὸ ὑποκείμενον ποιοῦσι τοῦ ἑπτὰ ἀριθμοῦ, γίγνεται δὲ ὁ ἑπτὰ ἐκ μονάδων τοσῶνδε καὶ τῆς ἑπτάδος. τίς οὖν ὁ τὴν ἑπτάδα ταῖς μονάσιν ἐπιφέρων; τίς δὲ ὁ τὸ εἶδος τῆς κλίνης τῇ τοιᾷδε συνθέσει τῶν ξύλων; ἢ δῆλον ὅτι ψυχὴ μὲν τεκτονικὴ τῷ ἔχειν τὴν τέχνην εἰδοποιεῖ τὰ ξύλα πρὸς κλίνης ἀπογέννησιν· ψυχὴ δὲ ἀριθμητικὴ τῷ ἔχειν ἐν ἑαυτῇ τὴν ἀρχηγικὴν μονάδα πάντας εἰδοποιεῖ καὶ ὑφίστησι τοὺς ἀριθμούς. διαφέρει δὲ τοσοῦτον, ὅτι ἡ μὲν τεκτονικὴ οὔτε φύσει ἡμῖν ὑπάρχει καὶ δεῖται χειρουργίας διὰ τὸ περὶ ὕλην αἰσθητὴν ἀναστρέφεσθαι, ἡ δὲ ἀριθμητικὴ καὶ φύσει πάρεστιν ἡμῖν (διὸ καὶ πᾶσιν ὑπάρχει) καὶ διανοητὴν ἔχει τὴν ὕλην, ὅθεν αὐτὴν καὶ ῥᾳδίως καὶ ἀχρόνως μορφοῖ. καὶ ἴσως δι’ αὐτὸ τοῦτο καὶ ἠπατήθησαν οἱ πολλοί, μηδὲν εἶναι νομίσαντες τὰ ἑπτὰ παρὰ τὰς τοσάσδε μονάδας· ἡ γὰρ τῶν ἰδιωτῶν φαντασία ἐὰν μὴ πρότερον ἴδῃ τὸ ἀκόσμητον, εἶτα τὴν εἰς αὐτὸ παρατεταμένην τοῦ κοσμοῦντος ἐνέργειαν, εἶτα ἐπὶ πᾶσι τὸ πρᾶγμα ὅ τι ποτ’ ἂν ᾖ τελειωθὲν καὶ εἰδοπεποιημένον, οὐ πείθεται δύο φύσεις ὁρᾶν, τὴν μὲν ἀνείδεον τὴν δὲ εἰδητικήν, καὶ ἔτι τούτων ἔξωθεν τὴν τὸ εἶδος ἐπιφέρουσαν, ἀλλ’ ἕν τε τὸ ὑποκείμενον λέγει καὶ ἀγένητον, αἰτίαν δὲ αὐτοῦ οὐδαμῶς ἐπινοεῖ. διὸ μοι δοκοῦσιν οἵ τε θεολόγοι καὶ ὁ Πλάτων τῶν τε ἀγενήτων ἀπὸ χρόνου γενέσεις παραδιδόναι τῶν τε ἀεὶ κεκοσμημένων τὴν ἀρχαίαν ἕξιν ἄτακτον εἶναι καὶ πλημμελῆ καὶ ἀόριστον ἀποφαίνεσθαι,4 ἵνα τῆς τε εἰδητικῆς αἰτίας καὶ τῆς ποιητικῆς εἰς ἔννοιαν τοὺς ἀνθρώπους ἀναπέμψωσι. θαυμαστὸν οὖν οὐδέν, εἰ καὶ μηδέποτε αἱ ἑπτὰ μονάδες ἄνευ τῆς ἑπτάδος εἰσίν, ὅμως τόν γε ἑπτὰ σύνθετόν τε ὑπὸ τῆς ταῦτα διαρθρούσης ἐπιστήμης ἀποπεφάνθαι καὶ ἔχειν τὸ μέν τι ὕλῃ καὶ ὑποκειμένῳ ἀναλογοῦν, τὸ δὲ εἴδει καὶ μορφῇ.
而且确实,数的情况并不像被数之物那样在个别事物之外别无他物。因为暂且向他让步承认,两个人在各自单个人之外别无所是(尽管对柏拉图而言,正如在《斐多篇》中所写的那样,所有这些事物自身亦因分有某种相而接受不同的数;但暂且假定这并不属于被数之物)。然而数之所以在诸单子之外具有某种不同的东西,绝非由于它们由不可分的单子构成(因为许多点也是不可分的,但它们自身在基底事物之外并不被认为补充了别的东西),而是由于在它们之中有一部分相应于质料,另一部分相应于相。事实上,每当我们把三与四组合起来制成七时,我们固然是这样说的,然而所说的并不是真的;毋宁说,是单子与单子结合构成了数七的基底,而七则是由这许多单子与七项共同生成的。那么,是谁把七项施加给诸单子呢?又是谁把床的相[施加]给木材的这般结合呢?岂不明明是大匠的灵魂因拥有这门技艺,为了床的产出而赋予木材以相;而算术的灵魂因在自身中拥有根源性的单子,赋予所有的数以相并使其成立。两者仅有这般差异:大匠之术既非天然属于我们,又因涉及感觉质料而需要手的操作;而算术的灵魂既天然存在于我们之中(因而属于所有人),又拥有理智质料,所以它既容易又无时间地塑造质料。或许正因如此,大众才受到了欺骗,认为七在如此多的单子之外别无所是。因为凡夫的想象若非先看到未经整饬之物,继而看到整饬者施加于其上的延展活动,最后在此一切之上看到无论何种事物得以完成且被赋予形式,便不相信自己看到了两种本性——一种无相而另一种具相——并且在此之外还有从外施加相者;反而声称基底既是单一的又是非生成的,根本不曾构想其原因。因此在我看来,神学家们和柏拉图之所以传授非生成之物源于时间的生成,并宣告永恒处于整饬状态之物的古代状态是无序、失调且不定的,乃是为了将人们引向对相因和动力因的领会。因此,即便七个单子绝非没有七项而存在,仍由分节这些事物的知识宣告七是复合的,并且拥有一方面相应于质料与基底、另一方面相应于相与形态的某种东西,亦决非不可思议之事。
- 3.66οὐ μὴν οὐδ’ ὡς τὰ ἀριθμητὰ οὐδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα
οὐ μὴν οὐδὲ... ὡς... 结构承接前文一系列否定表述,意为“而且[数]的情况也绝非如被数之物那样,在个别事物之外别无所是”;主句省略了主语(数)及参照 ὡς 比较分句所补足的谓词。
- 3.66συγκεχωρήσθω γὰρ αὐτῷ πρὸς τὸ παρὸν τοὺς δύο ἀνθρώπους μηδὲν εἶναι παρ’ ἑκάτερον
συγκεχωρήσθω 为完成时被动态第三人称单数命令语气,表示论辩中的让步(“暂且向他让步承认……”)。与格 αὐτῷ 指亚里士多德,带不定式的宾格从句 τοὺς δύο ἀνθρώπους μηδὲν εἶναι 作该被动命令式的主语。
- 3.66οὐχ ὅτι ἐξ ἀδιαιρέτων σύγκεινται τῶν μονάδων, διὰ τοῦτο ἕτερόν τι ἔχουσι παρὰ τὰς μονάδας... ἀλλ’ ὅτι ἔστι τι ἐν αὐτοῖς τὸ μὲν ὕλῃ τὸ δὲ εἴδει ἀναλογοῦν
οὐχ ὅτι... διὰ τοῦτο... ἀλλ’ ὅτι... 的关联句式(“并非因为A,便因此具有C,而是因为B”)。否定词 οὐχ 否定的不是第一个 ὅτι 从句的事实本身,而是其通过 διὰ τοῦτο 导向结论的因果联系,并由 ἀλλ’ ὅτι 给出真正的理由。
- 3.66τῶν τε ἀγενήτων ἀπὸ χρόνου γενέσεις παραδιδόναι τῶν τε ἀεὶ κεκοσμημένων τὴν ἀρχαίαν ἕξιν ἄτακτον εἶναι καὶ πλημμελῆ καὶ ἀόριστον ἀποφαίνεσθαι
两个不定式从句 παραδιδόναι 与 ἀποφαίνεσθαι 由 τε... τε... 并列,从属于主句动词 δοκοῦσιν。在前者中,τῶν ἀγενήτων 为修饰 γενέσεις 的宾格性属格(“非生成之物的生成”),ἀπὸ χρόνου 修饰 γενέσεις(“始于时间的生成”)。在后者中,带不定式的宾格结构 τὴν ἀρχαίαν ἕξιν ἄτακτον... εἶναι 作 ἀποφαίνεσθαι 的宾语,τῶν ἀεὶ κεκοσμημένων 是修饰 ἕξιν 的属格。
