- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:132.3-132.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在Bekker 1082a15中就数的构成提出的疑难,叙利亚诺反驳称此问题根本不适用于神圣之数,并就数学之数阐发了两始原说(单子赋予相,不定之二提供质料与数量),证明数并非由偶性、属与种差、接触、混合或位置配置所构成。
" Ἔτι... αὐτῶν." Ταῦτα πρὸς μὲν τοὺς θείους ἀριθμοὺς οὐδ’ ἠπόρηται τὸ παράπαν· οὐ γάρ εἰσιν οὗτοι μοναδικοί, ἵνα ζητῶμεν ἐπ’ αὐτῶν τί ἐστιν ἕκαστος παρὰ τὰς ὑποβεβλημένας αὐτῷ μονάδας· πρὸς δὲ τὸν μαθηματικὸν λέγοιτ’ ἂν οἰκειότερον. ἐροῦμεν οὖν καὶ ὑπὲρ τοῦ μαθηματικοῦ πρὸς αὐτόν, ὅτι ἐπειδὴ ἐν παντὶ καὶ κατὰ σὲ τὸ μὲν ὕλῃ ἔοικε τὸ δὲ εἴδει, καὶ ἐν τῇ πεντάδι1 αἱ μὲν πέντε μονάδες καὶ ὅλως ἡ ποσότης καὶ τὸ ὑποκείμενον τοῖς ἀριθμοῖς ἀπὸ τῆς δυάδος, τὸ δ’ εἶδος οἷον ἡ πεντὰς ἀπὸ τῆς μονάδος· πᾶν γὰρ εἶδος αὐτό τε μονάς ἐστι καὶ τὴν ὑποκειμένην ὁρίζει ποσότητα, οἷον ἡ πεντὰς αὐτή τε μονάς τίς ἐστι, διὸ πρόεισιν ἀπὸ τῆς ἀρχηγικῆς μονάδος, καὶ τὴν ὑποβεβλημένην ἑαυτῇ ποσότητα καὶ μορφοῖ τέως ἀνείδεον οὖσαν καὶ τῷ ἑαυτῆς εἴδει συνδεῖ. νοῆσαι γὰρ χρὴ δύο πάλιν ἀρχὰς τῶν μαθηματικῶν ἀριθμῶν ἐν ταῖς ψυχαῖς ἡμῶν οὔσας, παρ’ αἷς καὶ τίκτεται πᾶς ὁ μαθηματικὸς ἀριθμός, τὴν μὲν μονάδα πάντα τὰ εἴδη τῶν ἀριθμῶν ἐν ἑαυτῇ περιέχουσαν καὶ ἀναλογοῦσαν τῇ ἐν τοῖς νοητοῖς μονάδι, τὴν δὲ δυάδα γεννητικήν τινα δύναμιν καὶ ἀνείδεον καὶ ἀπειροδύναμον, καὶ διὰ τοῦτο κατ’ εἰκόνα τῆς ἀνεκλείπτου καὶ νοητῆς δυάδος ἀόριστον καὶ αὐτὴν κληθεῖσαν. ταύτης οὖν ἐπὶ πᾶν δραμούσης καὶ ποῖ γὰρ οὐ προελθούσης2 οὐκ ἀπολείπεται ἡ μονάς, ἀλλ’ ἀεὶ τὸ παρ’ αὐτῆς προϊὸν ἀόριστον ποσὸν διαρθροῖ καὶ διαμορφοῖ καὶ εἰδοποιεῖ πάσας αὐτῆς τὰς προόδους ἐφεξῆς καὶ ἀπαραλείπτως τοῖς εἴδεσι διακοσμοῦσα. καὶ ὥσπερ ἐν τοῖς ἐγκοσμίοις πράγμασιν οὔτε ἀνείδεον οὐδὲν οὔτε κενὸν μεταξὺ τῶν εἰδοπεποιημένων παρεμπίπτει διὰ τὴν τοῦ δημιουργοῦ πρόνοιαν, οὕτω κἀν 〈τῷ〉 μαθηματικῷ ἀριθμῷ οὔτε ἀρρύθμιστόν τι καταλείπεται ποσόν (ἐνικήθη γὰρ ἂν οὕτως ἡ τῆς μονάδος εἰδοποιὸς δύναμις ὑπὸ τῆς ἀορίστου δυάδος), οὔτε μεταξὺ τῶν ἐφεξῆς ἀριθμῶν ἄλλο παρεμπίπτει διὰ τὴν ἀκατάληκτον καὶ εὔτακτον τῆς μονάδος ἐνέργειαν. οὔτ’ οὖν ἐξ οὐσίας καὶ συμβεβηκότος ὑφέστηκεν ὁ πέντε, ὡς ὁ λευκὸς ἄνθρωπος, οὔτε ἐκ γένους καὶ διαφορᾶς, ὡς ὁ ἄνθρωπος ἐκ ζῴου καὶ δίποδος, οὔτε τῶν πέντε μονάδων ἁπτομένων ἀλλήλων,3 ὡς ἡ δέσμη τῶν ξύλων, οὔτε μιγνυμένων, ὡς τὸ οἰνόμελι, οὔτε θέσιν ὑπομεινασῶν, ὡς οἱ λίθοι τὴν οἰκίαν ἀποτελοῦσιν.
“再者……它们的。” 这些疑难根本不是针对神圣之数而发的;因为这些数并非由单子构成,以致我们需要在它们的情形下探讨每一个在构成其基础的单子之外究竟是什么。但针对数学之数,这话或许说得更为恰当。因此我们亦将在数学之数方面针对他回答说:既然在一切事物中——依照你的看法亦是如此——一部分类似质料而另一部分类似相,那么在五项中,五个单子以及一般的数量和诸数的基础底层亦源于二项,而相(如五项)则源于单子。因为每一个相自身既是单子,又限定着底层的数量,正如五项自身即是某种单子——因而它出自根源性的单子——并且塑造构成其基础的、此前尚无相的数量,并以其自身的相将其统合起来。因为必须认识到,在我们的灵魂中同样存在着数学之数的两个始原,一切数学之数皆在它们之中产生:其一是单子,它在自身中包含着数的一切相,并比照于可知世界中的单子;其二是二项,它是一种生育性的能力,无相且具无限的能力,并因此依不可竭尽的、可知的二项之形象,其自身亦被称为不定的。因此,当这[二项]向一切奔流——它究竟何处未曾达及?——单子并未被抛下,而是始终对源自它而出的不定之量加以分节、塑造并赋予形式,相继且无遗漏地以诸相统序其所有推进。正如在宇宙事物中,由于造物主的眷顾,在具相之物间既无无相之物亦无虚空插入一样,在数学之数中,亦既无未经节律的数量遗留下来(因为若是那样,单子赋予形式的能力就将被不定之二所压制),在相继之数之间亦无别物插入,这皆因单子不息且井然的活动之故。因此,五既非由实体与偶性成立,如白人一样;亦非由属与种差成立,如人由动物与两足者构成;亦非由于五个单子彼此接触,如木柴之捆;亦非由于混合,如蜜酒;亦非由于承受位置,如石头构成房屋那样。
- 3.66ἐπειδὴ ἐν παντὶ καὶ κατὰ σὲ τὸ μὲν ὕλῃ ἔοικε τὸ δὲ εἴδει, καὶ ἐν τῇ πεντάδι ...
在 ἐπειδή 从句内部插入了 καὶ κατὰ σὲ(“依照你的看法亦是如此”),随后的 καὶ ἐν τῇ πεντάδι(“在五项中……亦”)引出 ὅτι 从句内的主句结论,其中 ἀπὸ τῆς δυάδος 与 ἀπὸ τῆς μονάδος 省略了系动词(εἰσί / ἐστί)。
- 3.66ποῖ γὰρ οὐ προελθούσης
此句是将带有属格分词 προελθούσης 的修辞疑问插入语直接嵌入到前述的属格独立结构 ταύτης οὖν ἐπὶ πᾶν δραμούσης(“因此在这[二项]向一切奔流时”)之中的构造,用以强调二项运作的无所不在。
- 3.66οὔτε τῶν πέντε μονάδων ἁπτομένων ἀλλήλων
在接续前文介词短语(οὔτε ἐξ οὐσίας καὶ συμβεβηκότος ... οὔτε ἐκ γένους καὶ διαφορᾶς)之后,受否定词 οὔτε 统辖的成因与方式说明转为了属格独立结构(ἁπτομένων, μιγνυμένων, ὑπομεινασῶν)。在语义上,这些都是对数“五”如何构成复合实体之诸种假想方式的否定性列举。
