← 叙利亚努斯

亚里士多德《形而上学》注释

§130.23-132.2

无数量之数与不定之二的意义

叙利亚努指出理智之数、灵魂之数和自然之数是无数量的而非单子之数,抨击亚里士多德将一切数等同于单子之数以此反驳相数的谬误,并阐明了不定之二被称为“创生二”的真正形而上学意涵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.64

" Ἔτι... ἀδύνατον." Ἔταττον μὲν οἱ ἄνδρες μετὰ τὸν νοερὸν ἀριθμὸν καὶ τὸν ψυχικὸν καὶ τὸν μαθηματικὸν καὶ τὸν φυσικὸν ἀριθμόν, οὐ μὴν μοναδικοὺς αὐτοὺς ἔλεγον οὐδὲ προτέρας καὶ ὑστέρας μονάδας ἐκάλουν ὡς ὑποβεβλημένας αὐτῶν τῇ ποσότητι. ἄποσοι γὰρ ἦσαν παρ’ αὐτοῖς ἅπαντες πλὴν τοῦ μαθηματικοῦ· τριάδας δὲ καὶ πεμπάδας καὶ δεκάδας ἐν αὐτοῖς ἐθεώρουν κατὰ τὰς δυνάμεις αὐτῶν καὶ τὰς οἰκειώσεις τὰς πρὸς τοὺς θείους ἀριθμούς. πεμπάδα γὰρ λέγοντες εἰ τύχοι τὴν ἐν ἡμῖν δικαιοσύνην οὐκ ἐκ πέντε μονάδων αὐτὴν ἔλεγον συγκεῖσθαι δευτέρων μὲν τῶν ἐν νῷ, πρεσβυτέρων δὲ τῶν ἐν τῇ φύσει, ἀλλὰ κατ’ ἄλλας ἐπιβολὰς τὸ μὲν τῆς πεμπάδος εἶδος συνέταττον τῷ τῆς δικαιοσύνης εἴδει, τὸ δὲ τῆς ἑπτάδος τῷ τοῦ καιροῦ, τὸ δὲ τῆς ἑξάδος αὐτό τε καὶ τὸν ἀπ’ αὐτοῦ κύβον τῷ τῆς ψυχῆς· ὃ κατὰ βούλησιν τὴν ἐκείνων θεωρῆσαι τῷ νῷ τις δυνηθεὶς1 οὔτε πλασματώδη οὔτε ἀδύνατα, πάντων δὲ τῶν ὅπως ποτὲ ὄντων ὑπολήψεται πρὸς τὸ εἶναι δυνατώτατα· διὸ καὶ αὐτός φησιν, ὅτι ἀνάγκη μὲν εἶναι προτέρας καὶ δευτέρας τριάδας καὶ δυάδας, εἴπερ ἐκ τοιούτων ἀρχῶν ἐπιτελοῦνται· ἀδυνάτου δὲ ὄντος τοῦ ἑπομένου2 ἀναιρεῖσθαι βούλεται καὶ τὰς ἀρχάς. ἡμεῖς δὲ τὸ μὲν συνεισιέναι ταῖς ἀρχαῖς ταύταις πολλὰς ἀριθμῶν τάξεις προσιέμεθα, τὸ δὲ ἀδύνατον τῆς τῶν διαφόρων ἀριθμῶν ὑπάρξεως οὔτε εἴδομεν συναγόμενον οὔτε ἐγχωρεῖ ποτε θεάσασθαι. τό τε γὰρ ἀληθὲς ἀνέλεγκτον καὶ τὸ ψεῦδος ἀναπόδεικτον.

“再者……不可能。” 那些哲人在理智之数之后,亦排列了灵魂之数、数学之数和自然之数,但他们绝没有说这些数是由单子构成的,亦未将先前的和后继的单子称为构成其数量的基础;因为在他们看来,除数学之数外,所有数都是无数量的。相反,他们是根据这些数的能力及其与神圣之数的亲缘关系,在它们之中观察三项、五项和十项的。例如,在将我们之中的正义称为五项时,他们并未说它是由五个单子复合而成的——既次于理智中的单子,又先于自然中的单子——而是根据其他的思辨观照,将五项的相归入正义的相,将七项的相归入适时的相,将六项自身及其立方的相归入灵魂的相。若是有人能依照他们的本意以理智观照这一点,他便既不会认为它们是虚构的,亦不会认为它们是不可能的,反而会将其视为在以任何方式存在的一切事物中对于存在而言最具力量者。因此他自己亦说,如果它们确实是由这样的诸始原所完成的,那么必然存在在先的和在后的三项与二项;由于后继之论是不可能的,他便试图亦取消诸始原。然而我们虽然承认许多数的层级随这些始原一同进入,却既未看到不同之数存在的不可行性被推导出来,亦绝无可能看到这一点;因为真实者是不可反驳的,虚妄者是不可证明的。

§3.65

"Εἰ δ’ αἱ... δυοποιός." Δείξας ὅτι εἰ πᾶσαι ἀδιάφοροι αἱ μονάδες, οὐκ ἔσται ὁ εἰδητικὸς ἀριθμός, ὑποκειμένου τοῦ πάντα ἀριθμὸν εἶναι μοναδικόν,3 καὶ εἰ πᾶσαι διάφοροι, ὅτι οὔτε ὁ μαθηματικὸς ἔσται οὔτε ὁ εἰδητικός, εἴπερ πᾶς ἀριθμὸς μοναδικός, νῦν ἐπὶ τὸ λειπόμενον ἔρχεται τῆς διαιρέσεως καὶ δείκνυσιν, ὅτι κἂν αἱ μὲν ἀδιάφοροι τῶν μονάδων ὑποτεθῶσιν ὅσαι τοῦ αὐτοῦ εἰσιν ἀριθμοῦ, αἱ δὲ διάφοροι, ὅσαι ἑτέρους καὶ ἑτέρους συμπληροῦσιν, οὐδ’ ὣς ἔσται ὁ εἰδητικὸς ἀριθμός, ὑποκειμένου πάλιν τοῦ πάντα ἀριθμὸν εἶναι μοναδικόν. ταύτης γὰρ τῆς ὑποθέσεως ψευδοῦς οὔσης καὶ καταγελάστου παρὰ τοῖς τἀκείνων ἐπεσκεμμένοις ἀποστῆναι οὐ βούλεται, δι’ ἧς οὐ χαλεπῶς πολλὰ καὶ ἄτοπα συνάγειν δύναται συμπεράσματα, ὅμοιον ὡς εἰ καὶ τὸν αὐτοάνθρωπον καὶ τὸ αὐτοζῷον τὸ μὲν ἐκ ψυχῆς ᾤετο εἶναι καὶ σώματος, τὸν δὲ ἐκ τοίας ψυχῆς καὶ τοίου σώματος μετὰ τοῦ καὶ γελαστικὸν εἶναι· ὧν ποῖα ἂν εὑρεθείη πρὸς γέλωτα μᾶλλον εὐδοκιμώτερα;4 τὰ μὲν οὖν πολλὰ τῶν ἀναγραφέντων, δι’ ὧν πολλὰς μὲν ποιεῖ πεντάδας πολλὰς δὲ δεκάδας, ἀφείσθω· πάντως γὰρ ἐξ ὧν ἤδη προείπομέν ἐστι πρόδηλα· τὸ δὲ πρὸς τῷ τέλει ῥηθέν, ὅτι “ἡ ἀόριστος δυὰς λαβοῦσα τὴν ὡρισμένην δυάδα δύο δυάδας ἐποίησε, τοῦ γὰρ ληφθέντος δυοποιὸς ἦν”, εἴληπται μὲν ἐκ τῶν εἰωθότων παρ’ αὐτοῖς λέγεσθαι, χραίνεται δὲ μεταξὺ σοφίσματι ὡς † ἀποκείμενον νοεῖ δὲ παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ φιλοσόφοις τὸ τὴν δυάδα τὴν ἀόριστον κινητικὴν οὖσαν ἀρχὴν πάντα τὰ εἴδη γονίμου πληροῦν δυνάμεως καὶ πληθύειν καὶ προάγειν εἰς ἀπογέννησιν τῶν δευτέρων καὶ τρίτων ἀΰλων εἰδῶν· δυοποιὸς δὲ εἴρηται, παρ’ ὅσον ἐν τῇ προόδῳ τὸ μὲν πλῆθος ἐπιδίδωσιν ὥσπερ διπλασιαζόμενον, ἡ δὲ δύναμις ὑφίησιν, ἅμα δὲ ὅτι καὶ ἡ τοῦ μαθηματικοῦ ἀριθμοῦ ἀρχὴ πάντας τοὺς περιττοὺς καὶ τοὺς ἀρτίους διπλασιάζουσα τὸν ἄρτιον ὑφίστησι· καὶ γὰρ εἰ πάντων ἀριθμῶν ἥ τε μονὰς καὶ ἡ δυὰς ἀρχαί, ἀλλ’ ἴσμεν ὅπως ἀρρενωπὸς μὲν ἡ μονὰς καὶ διὰ τοῦτο περιττοποιὸς ἄλλου, θηλυπρεπὴς δὲ ἡ δυὰς καὶ διὰ τοῦτο τοῦ ἀρτίου προστάτις καὶ ἡγεμών. ἔξεστιν οὖν κατ’ ἀναλογίαν καὶ ἐπὶ τῶν πρεσβυτέρων αὐτὰ θεωρεῖν ἀριθμῶν, τὰς μὲν μονάδας καὶ τὴν ποσότητα παραιτουμένους, τὰ δὲ εἴδη καὶ τὰς δυνάμεις ἐπισκεπτομένους τῶν χωριστῶν ἀριθμῶν.

“如果……创生二的。” 在指出了若一切单子都是无差别的,在一切数皆为单子之数的假定下相数将不存在;以及若一切单子都是有差别的,只要一切数皆为单子之数,则数学之数与相数都将不存在之后;他如今进入划分中剩下的那一肢,并指出,即使假定凡属于同一数的单子都是无差别的,而凡补足不同数的单子都是有差别的,只要再次假定一切数皆为单子之数,相数亦同样不可能存在。因为对于在考察过那些哲人之说的人看来乃属虚妄与可笑的这一假定,他并不愿放弃,而借助于它,他能够毫无困难地推导出一系列荒谬的结论;这正如有人认为自身动物与自身人类中,前者是由灵魂与身体构成的,而后者则是由特定的灵魂与特定的身体加上具有笑的能力所构成的一样:有什么样的东西会被发现比这些更加惹人发笑呢?因此,他借以制造出许多五项与许多十项的记录下来的大部分论述,暂且搁置不论;因为根据我们此前所言,这些完全是显而易见的。然而在末尾所说的那句“不定之二取了被限定的二项便造出两个二项,因为对于所取之物它是创生二的”,固然取自他们惯常的论述,但在其间却被诡辩所玷污;在他之前的哲人们所理解的意思乃是,作为能动的始原,不定之二使一切相充满生殖的能力,使之增多,并推进它们生成第二与第三等级的非质料之相。它之所以被称为创生二的,是因为在流出进程中,多性虽如同倍增般增长,其潜能却在减弱;同时亦因为数学之数的始原在将一切奇数和偶数加倍时建立了偶数。因为即使单子与二项同为一切数的始原,我们亦深知单子如何具有阳性特质,因而使他物成奇,而二项则具有阴性特质,因而是偶数的守护者与主导者。因此,我们亦完全可以依类比在更在先的数中考察这些事物,摒弃单子与数量,而探讨诸分离之数的相与能力。

语法注4 条
  1. 3.64ὃ κατὰ βούλησιν τὴν ἐκείνων θεωρῆσαι τῷ νῷ τις δυνηθεὶς

    关系代名词 ὃ 综合指代前一句所述的数与相之间的对应体系,作不定词 θεωρῆσαι 的直接宾语。主语为不定代名词 τις,并由带有假设语气(“若有人能够”)的分词 δυνηθείς 加以修饰。

  2. 3.64ἀδυνάτου δὲ ὄντος τοῦ ἑπομένου

    属格独立结构。实质化的分词 τὸ ἑπόμενον(“归结之物”、“后继推论”)为其逻辑主语。此处描述了亚里士多德运用归谬法,根据推论结论的不可行性试图进而否定作为前提的诸始原的论证步骤。

  3. 3.65ὑποκειμένου τοῦ πάντα ἀριθμὸν εἶναι μοναδικόν

    属格独立结构。带中性冠词 τοῦ 的宾格加不定词结构(πάντα ἀριθμὸν εἶναι μοναδικόν)充当被动分词 ὑποκειμένου 的实质主语,表示“在假定了一切数皆为单子之数的前提下”这一假设条件。

  4. 3.65ὧν ποῖα ἂν εὑρεθείη πρὸς γέλωτα μᾶλλον εὐδοκιμώτερα

    比较属格 ὧν 的先行词为前文提及的两个荒谬定义(自身动物与自身人类)。比较级 εὐδοκιμώτερα 前叠加了副词 μᾶλλον,构成双重比较修辞,表达了反诘疑问句:“有什么样的东西会被发现在招致嘲笑(πρὸς γέλωτα)方面比这些更胜一筹?”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:130.23-132.2