- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:129.14-130.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努批判亚里士多德将相数与通过加法生成的单子之数相混淆,并通过曲解相数的自足性以及由“不定之二”所促成的倍加生成,以此捏造佯谬。
" Φανερὸν... ἐχομένων." Οὐ δύναται, φησίν, εἶναι ὁ εἰδητικὸς ἀριθμός, τουτέστιν ἡ αὐτοδυὰς καὶ ἡ αὐτοτριάς, ἀσυμβλήτων ὑποτεθεισῶν τῶν μονάδων· ᾧ ἕπεται 〈τὸ〉 μὴ εἶναι τὸν ἀριθμὸν τὸν εἰδητικόν. 〈ἀλλὰ〉 τοῦτο μὲν ἀφῆκεν· ἐπήνεγκε δὲ ὅτι κἄν τε συμβληταὶ ὦσι κἄν τε ἀσύμβλητοι αἱ μονάδες, δεῖ μὴ εἶναι τὴν αὐτοτριάδα τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ ἀποτελεῖσθαι (οἷον τὴν δυάδα προσλαβοῦσαν μονάδα τριάδα γίγνεσθαι, καὶ διὰ τοῦτο πολλὰς εἶναι δυάδας ἔν τε τῇ ἑξάδι καὶ ὀκτάδι καὶ δωδεκάδι, μόριόν τε εἶναι δυάδα τριάδος μὲν τὸ δίμοιρον, τετράδος δὲ τὸ ἥμισυ), τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι [τι] τοιοῦτον·1 (γεννᾶται γὰρ παρ’ αὐτοῖς ἐκ τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος, καὶ ἕκαστος αὐτῶν εἷς ἐστι καὶ εἷς οὐδεὶς ἄλλου μόριον)· τὰ μὲν ὑπάρχοντα τῷ εἰδητικῷ λέγων ὀρθῶς, οὐκ ὀρθῶς δὲ προειληφώς, ὅτι πᾶς ἀριθμὸς μετρεῖται κατὰ πρόσθεσιν καὶ ἀποτελεῖται· τὰ γὰρ τοῦ μοναδικοῦ ἀριθμοῦ ἴδια μεταφέρειν οὐκ ἐχρῆν ἐπὶ πάντας ἀριθμούς. οὐδὲν οὖν ἄλλο ἐστὶ καὶ ἐν τούτοις τὸ συναγόμενον ἢ ὅτι μοναδικὸν εἶναι ἀριθμὸν τὴν αὐτοδυάδα τῶν ἀδυνάτων ἐστίν, ὃ πρὸ παντὸς λόγου παρὰ πᾶσιν ὡς εἰπεῖν συγκεχώρηται.
“显然……关于相继的事物。” 他说,如果假定单子是不可比的,那么相数,即二自身和三自身,便不可能存在;由此得出相数并不存在。但他放下了这一点,进而提出,无论单子是可比的还是不可比的,三自身都必定不存在,因为一切数都是通过加法被数出并制成的(例如二项加上一个单子而成为三项,正因如此在六项、八项和十二项中存在许多二项,且二项是三项的三分之二部分、四项的二分之一部分),而在相数中则完全没有这类事物(因为在他们看来相数是由单子和不定之二生成的,且它们之中的每一个都是唯一的,没有任何一个是另一个的部分);在这里,他虽然正确地论说了属于相数的事态,却错误地预设了一切数都是通过加法被度量并制成的;因为他不应当将属于单子之数的固有特质转嫁到一切数上。因此,在这些论述中得出的结论也无非是:二自身决不可能是单子之数,而这甚至在任何论辩之前就已经可以说是所有人一致赞同的了。
"Ἀλλ’ ἐκ... τετράς." Τοῦτο ὡς ἐνιστάμενος πρὸς ἑαυτὸν λέγει. ἀλλ’ ἐκεῖνοι, φησίν, ἐκ τῆς αὐτοδυάδος (ταύτην γὰρ πρώτην καλεῖ δυάδα) καὶ τῆς ἀρχικῆς δυάδος, ἣν ἀόριστον καλεῖ δυάδα, ἀπετέλουν τὴν τετράδα, οὐ συντιθέντες αὐτὰς οὐδὲ κατὰ πρόσθεσιν αὔξοντες, ἀλλὰ τῆς ἀορίστου δυάδος διπλασιασάσης τὴν αὐτοδυάδα καὶ οὕτως ἀποτεκούσης τὴν τετράδα· ὥστε οὐκ ἂν τὸν ἐκεῖ ἀριθμὸν κατὰ πρόσθεσιν ἀποτελοῖεν. ταῦτα δὲ ἑαυτῷ ὥσπερ ἀντιτιθεὶς ὁμολογεῖ μέν τι τῶν ἀληθῶν, ὅτι οὐ κατὰ πρόσθεσιν ἐποίουν τὸν ἐκεῖ ἀριθμόν, καὶ ὅτι δυοποιός ἐστι καὶ γεννητικὴ πλήθους καὶ πολλαπλασιασμῶν αἰτία τῶν ἀρχῶν ἡ ἑτέρα ἡ πάντα εἰς ἑαυτὰ ἐπιστρέφουσα τὰ θεῖα καὶ εἰς ἀπογέννησιν δευτέρων καὶ τρίτων εἰδῶν διεγείρουσα. λύει δὲ τὴν ἔνστασιν ὡς μὲν οἴεται γοργῶς, παντὶ δὲ δῆλον ὅτι παραλογιστικῶς·
“然而从……四项[产生]。” 他这样说,仿佛是在向自身提出反驳。他说,然而那些哲人是从二自身(因为他称此为第一之二)与始原之二(即他所谓的不定之二)制成四项的,并不是将它们复合,亦非通过加法使之增长,而是由不定之二使二自身倍增,并由此生出四项;因此他们绝不会通过加法来制成那里的数。他借着仿佛向自身提出这些反对之论,承认了真理的一部分:即他们并非通过加法制作那里的数,而且作为诸始原中使一切神圣事物回归它们自身、并激发第二与第三相之生成的另一始原,乃是创生二、产生多性与倍加的原因。但他消解这一反驳的进路,虽然自以为迅猛有力,但在所有人看来显然是荒谬狡辩的:
"Δύο δυάδες... ὡρισμένην." Εἰ καὶ μὴ κατὰ πρόσθεσιν, φησίν, αἱροῦνται τὸν ἀριθμὸν ἀποτελεῖν, ἀλλ’ οὖν ἐν τῇ τετράδι δύο δυάδας ὁμολογήσουσιν εἶναι παρὰ τὴν αὐτοδυάδα·2 εἰ δὲ τοῦτο φεύγοιεν, πάλιν ὁμολογήσουσι μόριον εἶναι τὴν αὐτοδυάδα τῆς αὐτοτετράδος, καὶ κατὰ πρόσθεσιν ἔσται ὁ ἀριθμὸς ἑτέρας δυάδος τῇ αὐτοδυάδι προστεθείσης καὶ οὕτως ἀποτελεσάσης τὴν τετράδα· εἰ δὲ 〈ἡ〉 τετρὰς ἔσται ἐκ τῆς αὐτοδυάδος καὶ ἄλλης δυάδος, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ἡ δυὰς ὑποστήσεται ἐκ τοῦ ἀρχηγικοῦ ἑνὸς καὶ ἄλλου ἑνός. εἰ δὲ τοῦτο, οὐχ οἷόντε τὴν ἑτέραν ἀρχὴν ἀόριστον εἶναι δυάδα· τὸ γὰρ γεννώμενον ὑπὸ τῆς ἀορίστου δυάδος δυὰς ὤφειλεν εἶναι· νῦν δὲ οὐ δυὰς γεννᾶται ἀλλὰ μονάς, ἥτις σὺν τῷ ἑνὶ τὴν ὡρισμένην ἀποτελεῖ δυάδα. ἐὰν οὖν, φησί, μὴ δέξωνται ἐν τῇ αὐτοτετράδι δύο εἶναι δυάδας παρὰ τὴν αὐτοδυάδα, ἕπεται αὐτοῖς ταῦτα πάντα, κατὰ πρόσθεσίν τε εἶναι τὸν ἀριθμὸν καὶ ἀνῃρῆσθαι τὴν ἑτέραν τῶν ἀρχῶν. ταῦτα δὲ ὅτι προλαμβάνων ἀεὶ μοναδικὸν εἶναι τὸν τῶν εἰδῶν ἀριθμὸν οὕτω συνάγει τὰ ἄτοπα, πολλάκις ὑπεμνήσαμεν.
“两个二……被限定的[二]。” 他说,即使他们不主张通过加法来制成数,然而在四项中,他们亦将承认除了二自身之外还存在两个二项;而如果他们避开这一点,他们就必须再次承认二自身是四自身的一部分,并且由于另一个二项被加到二自身上并从而制成四项,数便将是通过加法而成的;但如果四项是由二自身与另一个二项构成的,那么按照同样的类比,二项亦将由始原之一与另一个一构成。如果这样,另一始原就不可能是处于不定状态的二了;因为由不定之二所生成的本应当是二项;但如今生成的不是二项,而是单子,此单子与一共同制成了被限定的二项。因此他说,如果他们不承认在四自身中除了二自身之外还存在两个二项,所有这些后果就都将加于他们身上:数既是通过加法构成的,诸始原中的另一者亦被取消了。然而,由于他始终预设相的数是单子之数,因而才推导出这些荒谬的结论,这一点我们已多次提醒过了。
- 3.61τῷ πάντα μὲν ἀριθμὸν κατὰ πρόσθεσιν ἀριθμεῖσθαι καὶ ἀποτελεῖσθαι ... τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι [τι] τοιοῦτον
带冠词与格 τῷ(表示原因的与格)统摄由 μὲν ... δέ 构成的对比结构全句(即对格不定式短语 πάντα μὲν ἀριθμὸν ... ἀποτελεῖσθαι 以及带属格、以对格 μηδέν 为主语的对格不定式短语 τοῦ δὲ εἰδητικοῦ ἀριθμοῦ μηδὲν εἶναι τοιοῦτον),用以说明主句 δεῖ μὴ εἶναι τὴν αὐτοτριάδα 的理由。
- 3.63παρὰ τὴν αὐτοδυάδα
介词 παρά 接宾格,表示“在……之外/除了……(besides, in addition to)”,指亚里士多德在质问四项之中是否存在除相意义上的“二自身”之外的另外两个二项。
