← 叙利亚努斯

亚里士多德《形而上学》注释

§12.24-13.28

数学对象的实体性与原因认识的批判

叙利亚努指出在点、线等数学对象是否为实体的难题中“实体”一词具有多种意义,随后将亚里士多德关于第一难题(即一门学问是否认识所有原因之属)的论证整理为三段论,并批判了其大前提的虚假性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

" Πρὸς δὲ τούτοις... ἢ ἐν τούτοις." Δόξειε μὲν ἂν τὸ οὐσίαι ἐν τούτοις ἀντὶ τοῦ ὄντα παρειληφέναι·1 οὐ γὰρ δήπου τὴν στιγμὴν τὴν ἐν τοῖς αἰσθητοῖς καὶ γραμμὴν οὐσίαν ᾤετο εἶναι· οὐ μὴν ἀλλ’ ἐν τοῖς ἑπομένοις τὸ οὐσιῶδες αὐτῶν ἐπιζητήσει. ἡμεῖς τοίνυν καὶ τὸ εἶναι αὐτῶν καὶ τὸ οὐσιῶδες ἐκφαίνομεν πολλαχῶς εἶναι λέγοντες ταῦτα· καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς τῆς φύσεως ἔργοις ἴδοι ἄν τις καὶ σχῆμα καὶ ἀριθμὸν καὶ ἐπιφάνειαν φυσικὴν καὶ ταύτης πέρατα, ἔτι δὲ καὶ ἐν τῇ φαντασίᾳ ἡμῶν καὶ ἐν τῇ δόξῃ ταῦτα συνίσταται, εἴτε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν, ὡς αὐτῷ ἀρέσκει, ληφθέντα, εἴτε καὶ τελειωθέντα παρ’ ἡμῖν ἐκ τῶν οὐσιωδῶν τῆς ψυχῆς εἰδῶν. ταῦτα οὖν τὰ φανταστὰ καὶ τὰ δοξαστὰ τοῦ μὲν εἶναι μετέχει, οὐσίαι δὲ οὔκ εἰσι· διὸ καὶ ὑπὸ ποσότητα μᾶλλον ἢ ποιότητα ἢ ἄλλην κατηγορίαν ἀνάγοιντ’ ἄν· οἱ δὲ οὐσιώδεις τῆς ψυχῆς λόγοι οἱ ταῦτα ἔχοντες ἤδη οὐσίαι. εἰ δὲ καὶ τὰ ἐν νῷ καὶ νοητοῖς αὐτῶν ὁρῴη τις παραδείγματα,2 ἐν ταῖς πρωτίσταις ἂν τῶν οὐσιῶν τόν τε ἀριθμὸν καὶ τὰ σχήματα καὶ τὸ αὐτομέγεθος ἴδοι καταριθμούμενα. Τοσαῦτα προτείνας ὁ φιλόσοφος οὗτος τἄπορα πάλιν ἀναλαβὼν ἀπὸ τοῦ πρώτου πειρᾶται τοὺς ἐφ’ ἑκάτερα γυμνάζειν λόγους, ἵνα τῶν ἀντικειμένων ἀκούοντες ἐπιχειρημάτων μετὰ πολλῆς βασάνου καὶ κρίσεως ἐπιστατικωτέρας τοῖς ἀληθεστέροις προσθώμεθα. τοσοῦτον οὖν ἐπισημηνάμενοι, ὅτι οὐχ ἁπανταχοῦ τῇ τάξει τῶν προβλημάτων ἀκολουθεῖ, πειραθῶμεν ἤδη γυμνάζοντι τοὺς ἀντικειμένους λόγους συνοδεύειν αὐτῷ, καὶ τοῖς μὲν εἰς τὸ ἀληθὲς ὁρῶσι συμφθέγγεσθαι, τοῖς δὲ σοφιστικωτέροις ἐνίστασθαι· ἀνάγκη γὰρ τῶν ἀντικειμένως παρ’ αὐτῷ κατασκευαζομένων τὰ μὲν πρὸς τἀληθὲς τὰ δὲ πρὸς ἀπάτην βλέπειν.

“在这些之外……或者在这些之中。” 人们可能会认为,他在此处用“实体”一词代替了“存在者”;因为他绝不可能认为感觉事物中的点或线是实体。然而在接下来的内容中,他仍将探讨它们的实体性。因此,我们也通过指出这些事物以多种方式存在,来阐明它们的存在及其本质;因为确实在自然的各种感觉造物中,人们能看见形状、数、自然的表面以及它的诸极限;此外,在我们的想象和意见中,这些事物也得以构成,不论是如他所赞同的那样通过对感觉事物的抽离而获得,抑或是由灵魂的实体性形式在我们之中达致完满。因此,这些被想象之物和被意见之物虽分有存在,却不是实体;所以它们应被归入数量、质量或其他范畴之下;而灵魂中保有这些的实体性理法,则已经是实体了。而如果有人也在理智以及诸智性者中看见它们的原型,便会看见数、形状以及量度本身被列入最第一位的实体之中。 这位哲学家在提出如此之多的难题之后,再次从第一个难题重新着手,试图操练支持双方立场的论证,以便我们在听取相反的论据之后,经过严格的审验与更审慎的裁断,归向于更真实的一方。因此,在指明他并非在所有地方都严格遵循诸问题的次序之后,让我们现在就尝试伴随他操练相反论证的步伐,对那些着眼于真理的论据齐声赞同,而对那些更具诡辩性的论据加以抵制;因为在他针锋相对地构建起来的论证中,必然有一些面向真理,另一些则面向欺蔽。

§1.13

"Πρῶτον... αἰτίων." Τοῦτο ἦν τὸ πρῶτον αὐτῷ προταθέν· γένη δὲ λέγει νῦν αἰτίων τὰ εἴδη. εἶτα κατασκευάσει πρότερον, ὅτι οὐ μιᾶς ἐπιστήμης πάντα τὰ αἴτια τοῦ πράγματος γιγνώσκειν, ὃ καὶ ψεῦδός ἐστι καὶ αὐτῷ μὴ δοκοῦν.

“首先……诸原因的。” 这是他最初提出的难题;而关于原因的“属”,他现在指的是种。随后,他将首先构建这样一个论点,即认识事物的所有原因不属于单一的一门学问,而这一点既是虚假的,也是他本人所不赞同的。

§1.14

"Μιᾶς μὲν γὰρ ἐπιστήμης... γνωρίζειν." Ὁ συλλογισμὸς δυνάμει τοιοῦτός ἐστιν· τὰ αἴτια τὰ τῷ εἴδει διαφέροντα οὐκ ἐστιν ἐναντία· τῶν τῷ εἴδει διαφερόντων καὶ μὴ ὄντων ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη· τῶν αἰτίων ἄρα οὐκ ἔστι μία ἐπιστήμη. καὶ ἐν δευτέρῳ σχήματι· τὰ αἴτια 〈τὰ〉 τῷ εἴδει διαφέροντα οὐκ ἐναντία· τὰ ὑπὸ μίαν ἐπιστήμην ἐὰν τῷ εἴδει διενέγκῃ, ἐναντία ἐστί· τὰ αἴτια οὐκ ἔστιν ὑπὸ μίαν ἐπιστήμην. ὅπως δ’ ἂν ἔχῃ, ψευδής μέν ἐστι πάντῃ καὶ πάντως ἡ μείζων πρότασις· οὐ γὰρ εἰ τῶν ἐναντίων μία,3 τῶν οὐκ ἐναντίων οὐ μία, οὐδ’ εἰ τἀναντία ὑπὸ μίαν, εὐθέως καὶ τὰ ὑπὸ μίαν ἐναντία. μήποτε δὲ οὐδ’ ἀεὶ τὰ αἴτια τῷ εἴδει διαφέρει, ὡς καὶ αὐτὸς ἐν τῷ Β τῆς Φυσικῆς ἐπέστησεν, ὅτι συντρέχει ποτὲ τῷ εἴδει καὶ τὸ τέλος καὶ τὸ ποιοῦν κατὰ τὸ ὁμοειδές.

“因为属于一门学问……去认识。” 该三段论在潜能上是这样的:“在种上相异的原因并非相反者;对于在种上相异且并非相反者,不存在单一的学问;因此,对于诸原因不存在单一的学问。”在第二格中则是:“在种上相异的原因并非相反者;处于单一学问之下的事物,若在种上相异,便是相反者;因此诸原因不处于单一学问之下。”无论怎样,大前提完全且必定是虚假的;因为绝非因相反者属于一门学问,非相反者就不属于一门学问;亦非因相反者处于一门学问之下,处于一门学问之下的事物就立刻全都是相反者。此外,诸原因或许并非总是在种上相异,正如他本人在《物理学》第二卷中所指出的那样,按同种而言,目的与致动者有时在形式上是重合一致的。

语法注3 条
  1. 1.12τὸ οὐσίαι ἐν τούτοις ἀντὶ τοῦ ὄντα παρειληφέναι

    中性单数定冠词 τό 与复数名词 οὐσίαι 连用,以引用方式指代引文中的“实体[复数]”一词。同样,ἀντὶ τοῦ ὄντα 使用定冠词 τοῦ 与中性复数分词 ὄντα,意为“代替[‘存在者’一词]”。

  2. 1.12εἰ δὲ καὶ τὰ ἐν νῷ καὶ νοητοῖς αὐτῶν ὁρῴη τις παραδείγματα

    αὐτῶν 是客体属性的属格,指前文论及的数和几何图形等数学对象。句式上是以 εἰ + 祈愿语气(ὁρῴη)呼应主句的 ἄν + 祈愿语气(ἴδοι ἄν)的潜在假设句,παραδείγματα 为 ὁρῴη 的直接宾语。

  3. 1.14οὐ γὰρ εἰ τῶν ἐναντίων μία, τῶν οὐκ ἐναντίων οὐ μία

    高度省略的条件句结构。从句和主句均省略了动词 ἐστί 以及充当主语的 ἐπιστήμη,其骨干结构为:“οὐ γάρ, εἰ τῶν ἐναντίων [ἐστὶ] μία [ἐπιστήμη], τῶν οὐκ ἐναντίων [διὰ τοῦτο] οὐ [ἐστι] μία [ἐπιστήμη]”(并非因为对于相反者存在一门学问,对于非相反者就不存在一门学问)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:12.24-13.28