- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:128.9-129.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努指出,亚里士多德自己承认柏拉图主义者并未主张不可比的单子,其归谬法不过是基于混淆数学单子与理智实体的戏弄。此外,针对亚里士多德对作为本原的“一”“单子”与“二”之第一性的批评,叙利亚努辩护了柏拉图主义关于秩序与生成等级的真实教义。
" Οὐδεὶς... ἐφεξῆς." Ὁμολογεῖ καὶ αὐτὸς μηδένα τὰς ἀσυμβλήτους ταύτας μονάδας παραδεδωκέναι· καὶ γὰρ κατὰ μὲν τὰς ἐκείνων ἀρχὰς ὑπάρχειν, φησίν, εὔλογον, κατ’ ἀλήθειαν δὲ ἀδύνατον. ὅτι δὲ ταῖς ἐκείνων ὑποθέσεσιν ἀκολούθως λαμβάνονται, πειρᾶται κατασκευάζειν τοῦτον τὸν τρόπον· εἰ ἔστιν ἓν πρῶτον κατ’ αὐτοὺς καὶ πρώτη μονὰς καὶ δυὰς πρώτη, πᾶσα ἀνάγκη καὶ δεύτερον ἓν εἶναι καὶ μονάδα δευτέραν καὶ δυάδα δευτέραν· ὅπου γὰρ τὰ πρῶτα, ἐκεῖ καὶ τὰ δεύτερα, καὶ ὅπου ταῦτα, ἐκεῖ καὶ τὰ τρίτα, καὶ οὕτως ἐφεξῆς. ἀλλὰ μὴν εἰ ταῦτα οὕτως ἔχει, ἀνάγκη καὶ τὰς μονάδας διαφόρους ἀλλήλαις εἶναι καὶ ἀσυμβλήτους· ἄλλη γὰρ ἡ τρίτη παρὰ τὴν δευτέραν καὶ ἡ τετάρτη παρὰ τὴν τρίτην. καὶ δῆλος ὁ τύπος τῆς παιδιᾶς· εἰ μὲν γὰρ μονάδας ἐκάλει τῶν νοητῶν οὐσιῶν ἑκάστας ἢ ἀριθμοὺς οἰκείους αὐταῖς, οὐδὲν ἦν ἄτοπον1 τάξεως οὔσης ἐν τοῖς θείοις πράγμασι τὰ μὲν εἶναι πρῶτα, τὰ δὲ τούτοις ἐφεξῆς ὑφεστάναι λέγειν. ἐπειδὴ δὲ μαθηματικὰς τῷ ὑποκειμένῳ μονάδας ἐπισκεπτόμενος πάλιν αὐτῶν τὸ ἴδιον ἀναιρεῖ, ἀσυμβλήτους ὑποτιθέμενος εἶναι, καὶ περὶ τὰ θεῖα διὰ τῶν ὑποθέσεων τούτων ἀθύρει, πῶς οὐκ ἄν τις παιδιὰν μᾶλλον ἢ σπουδὴν ὑπονοήσειεν εἶναι τὸ γιγνόμενον;
“没有人……相继。” 他自己亦承认没有人曾传授过这些不可比的单子;因为他说,按照他们的本原,这些单子存在是合乎情理的,但就真理而言则是不可能的。至于它们是顺理成章地由他们的假设得出的,他试图以如下方式加以确立:如果依他们而言存在第一的一、第一的单子和第一的二,那么完全必然亦存在第二的一、第二的单子和第二的二;因为凡有第一者之处,彼处亦有第二者,凡有这些之处,彼处亦有第三者,并且以此相继。然而如果情况确是如此,那么单子之间亦必然互有差异且不可比;因为第三个单子异于第二个,第四个异于第三个。而且他这种嬉弄的形式是显而易见的;因为如果他将理智实体中的每一个、或其固有的数称为单子,那么既然神圣事物中存在着秩序,说有些是第一的,有些是继之而确立的,本是毫无荒谬之处。但是,当他考察在基质上属于数学的单子时,反过来又通过假定它们是不可比的而取消其固有的特质,并通过这些假设戏弄神圣事物,人们怎能不怀疑所发生之事更多是嬉弄而非严肃?
"Ἅμα... ἀδύνατον." Τοῦτο διὰ μέσου προσέρριψε ὡς καὶ περὶ τὰς ἀρχὰς ἀνακολούθως αὐτῶν διαγιγνομένων·2 οὐ γὰρ οἴεται δυνατὸν εἶναι καὶ μονάδα καὶ δυάδα τὴν πρώτην ἔχειν τάξιν μετὰ τὸ ἕν· εἰ γὰρ ἡ μονὰς πρώτη ἐστί, κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ δυάς. εἴρηται δὲ ἐν τοῖς προάγουσιν, ὅπως ἑκατέραν τῶν ἀρχῶν πρώτην ἔλεγον οἱ ἄνδρες, ὡς ἐξηγουμένην καὶ ἄρχουσαν τῆς ἑαυτῇ προσφόρου συστοιχίας.
“同时……不可能。” 他在中间插进这句话,仿佛他们关于诸本原亦自相矛盾;因为他认为,单子与二在一之后都占据第一等的位阶是不可能的;因为如果单子是第一的,按照同样的理路二亦是第一的。但那些哲人如何将两个本原中的每一个皆称为第一的,即作为统领并支配其固有同类系列者,在前面的论述中已经说明过了。
"Οἱ δὲ... οὐκέτι." Τοῦτό ἐστιν ὃ ἔλεγεν ἕπεσθαι μὲν αὐτοῖς ἐξ ἀνάγκης, οὐ μέντοι λέγεσθαι ὑπ’ αὐτῶν. καὶ ὅτι μὲν οὐ λέγεται, καὶ παρ’ αὐτοῦ ληπτέον· ὅτι δὲ οὐδὲ ἕπεται, συνίδοι τις ἂν ἐπιστήσας. ὅπου γὰρ τῷ πρώτῳ τὸ δεύτερον καὶ τῷ δευτέρῳ τὸ τρίτον καὶ τούτῳ τὰ ἐφεξῆς ἀκολουθεῖ, συντέτακται πάντα ἀλλήλοις καὶ ὁμοφυῆ ἐστι, καὶ ἡ τάξις ὡς ἐν ὁμοουσίοις τὰ πρεσβεῖα παρέχει τοῖς πρώτοις. ταῖς δὲ ἀρχαῖς τῶν ὅλων οὐδὲν ἰσάξιον· ἄλλο γὰρ ἀρχὴ καὶ ἄλλο τὸ ἐκ τῆς ἀρχῆς· ὥστε ὀρθῶς πρῶτον ἓν καὶ πρώτην μονάδα καὶ πρώτην δυάδα ἐν ταῖς ἀρχαῖς ὑποθέμενοι, τῇ τε μιᾷ καὶ ταῖς δύο,3 δεύτερα καὶ τρίτα τοιαῦτα οὐκέτι παραλαμβάνειν ἠξίουν. ἀλλ’ εἴ ποτε καὶ τοιοῦτό τι λέγοιεν, τὰ τούτοις ἀνάλογον μὲν προεληλυθότα, τῶν δὲ μέσων καὶ τῶν τελευταίων οὐσιῶν προσεχῶς αἴτια παραδιδόντες φαίνονται, ἅπερ οὐκ ἐπ’ ἄπειρον προσαγορεύειν 〈ἠξίουν〉, ἀλλ’ ἐφ’ ὅσον ἡ κατὰ τὴν πρόοδον ὕφεσις τῶν πραγμάτων τὴν ἐξαλλαγὴν τῶν ὄντων ποιῆσαι δεδύνηται, ὡς τελευταίας ἀρχὰς εἶναι τὰς ἐν τῇ φύσει τῶν αἰσθητῶν καὶ τῆς ὕλης ὑποστατικάς, εἴδωλα οὔσας τῶν πρωτίστων ἀρχῶν τὰ ἔσχατα.
“而他们……不再。” 这正是他曾说过的必然遵循于他们、然而并未被他们所说的事。至于它未被说出,亦可从他那里得知;但至于它甚至并不遵循,人们若留心便能察见。因为在第二者跟随第一者、第三者跟随第二者、后续诸者跟随此者之处,一切事物皆相互排列在一起且同属一类,而且其秩序如同在同质事物中一样将尊位赋予第一者。但对于万物的诸本原而言,没有任何事物具有同等价值;因为本原是一回事,从本原流出者是另一回事;所以,当他们在诸本原中假定第一的一、第一的单子和第一的二——即在那一个本原以及在两个本原中——却不再主张采纳第二和第三个这类事物,是正确的。但即使他们有时亦说出类似之言,他们显然传授的是与这些相类似而流出之物,它们是中间实体与末位实体的直接原因;他们并不[主张]无休止地这样称呼,而是在事物的流溢衰减足以造成存在者之差异的限度内,以至于在自然中确立感性事物与质料的那些本原是最后的本原,是最初诸本原的最终影像。
- 3.58εἰ μὲν γὰρ μονάδας ἐκάλει τῶν νοητῶν οὐσιῶν ἑκάστας ἢ ἀριθμοὺς οἰκείους αὐταῖς, οὐδὲν ἦν ἄτοπον
使用未完成过去时构成的反事实条件句(ἦν 省略 ἄν 是表达“本无不妥”等必然性或适合性的习惯用法)。与后文的 ἐπειδὴ δὲ... 从句形成对比:在柏拉图学派看来,将理智实体本身理解为具有先后秩序本无矛盾,而亚里士多德将其强行归结为数学单子才导致了荒谬。
- 3.59ὡς καὶ περὶ τὰς ἀρχὰς ἀνακολούθως αὐτῶν διαγιγνομένων
由 ὡς 引导的属格绝对结构,表示主观认定或借口(“仿佛他们关于诸本原亦自相矛盾”)。体现了叙利亚努的批判态度,即亚里士多德根据自己对柏拉图主义观点的歪曲来指责对方缺乏一贯性。
- 3.60τῇ τε μιᾷ καὶ ταῖς δύο
与前面的介词短语 ἐν ταῖς ἀρχαῖς(“在诸本原中”)同格的与格成分。具体指明:第一的一是在“那一个本原中”(τῇ μιᾷ),而第一的单子与第一的二则是在“两个本原中”(ταῖς δύο)被确立的。
