- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:126.28-128.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯注解《形而上学》1081a17–29,考察了亚里士多德在假设所有单子互不可比时推导出的荒谬结论(否定数学之数与理念之数、数的部分与整体的前后顺序混乱,以及抢先于固有数生成的数)。叙利亚努斯批评亚里士多德肤浅理解柏拉图“从不均等者均等化”的说法,将质料式分割强加于不可分的理念,从而作出了戏谑性的归谬论驳。
" Εἰ δὲ... ἄλλως." Ὅτι μὲν εἰ ἀσύμβλητοι ἀλλήλαις αἱ μονάδες πᾶσαι αἵ τε ἐν τῷ αὐτῷ ἀριθμῷ καὶ 〈αἱ〉 ἐν ἑτέροις καὶ πρὸς τούτῳ πᾶς ἀριθμὸς μοναδικὸς εἴη, οὔτε ὁ μαθηματικὸς ἔσται ἀριθμὸς οὔτε ὁ εἰδητικός, ἀκολούθως λαμβάνει· ὅ τε γὰρ μαθηματικὸς 〈μοναδικὸς〉 μέν, ἀλλ’ ἐξ ἀδιαφόρων μονάδων (οὕτω γὰρ τὰς διαιρέσεις καὶ τὰς συνθέσεις καὶ τοὺς πολλαπλασιασμοὺς καὶ πάσας ἐπ’ αὐτοῦ τὰς σχέσεις ἐπινοοῦμεν)· ὅ τε εἰδητικὸς οὐ δύναται ἐκ μονάδων ἀσυμβλήτων ἑαυταῖς συνεστάναι, κατὰ μὲν τἀληθές, ὅτι μηδ’ ὅλως μοναδικός ἐστι, κατ’ αὐτὸν δέ, ὅτι δεῖ μὲν ἐκ τῶν ἀρχῶν ἅμα γεννᾶσθαι τὰς δύο μονάδας τῆς δυάδος καὶ τὰς γ̅ τῆς τριάδος, τὰ δὲ ἐκ τῶν ἀρχῶν ἅμα γεννώμενα, φασίν, ἀδιάφορά ἐστιν. ἐφ’ οἷς μέμνηται καὶ ῥημάτων τοῦ Πλάτωνος, δεικνὺς ὅτι καὶ κατ’ ἐκεῖνον ἕκαστος τῶν ἀριθμῶν ἅμα πᾶς γεννᾶται ὑπὸ τῶν ἀρχῶν ἐξ ἀνίσων ἰσασθείς.1 ὁ μὲν οὖν Πλάτων ᾐνίττετο διὰ τούτων, ὅτι ἕτερα μέν ἐστιν ἀλλήλων καὶ ἄνισα τὰ θεῖα διὰ τὴν δυάδα καὶ τὴν ἐκ τῆς δυάδος πρόοδον, τὰ αὐτὰ δὲ καὶ ἴσα διὰ τὴν μονάδα καὶ τὴν ἐκ τῆς μονάδος ἐπιστροφήν, εἴτε καὶ μονὴν πρὸ τῆς προόδου καὶ τῆς ἐπιστροφῆς φίλον τῳ προσαγορεύειν. οὗτος δὲ ὡς πάλαι μὲν ἀνίσων ὄντων τῶν ἀριθμῶν ἢ τῶν μονάδων τῶν ἐν τοῖς ἀριθμοῖς, νυνὶ δὲ ἰσασθέντων ἢ ἰσασθεισῶν μνήμην πεποίηται. χρὴ δὲ τὸ μὲν μοναδικὸν ἐκεῖθεν ἐξορίζειν, τὸ δὲ ἄνισον καὶ ἴσον καὶ ταὐτὸν καὶ ἕτερον καὶ μένον καὶ προϊὸν ἅμα καὶ ἐν ἑνὶ παρ’ αὐτοῖς θεωρεῖν. καὶ ταῦτα μὲν ἕπεται ταῖς ὑποθέσεσι· πόθεν δὲ ὅτι πάντες οἱ ἀριθμοὶ μοναδικοί; τοῦτο γὰρ ἀεὶ μὲν διατελεῖ λαμβάνων, ἀποδεικνύει δὲ οὐδαμῶς.
“而如果……以其他方式。” 如果不仅同一数中的单子,而且不同数中的所有单子皆互不可比,且在此之外所有的数皆由单子构成,那么既不存在数学之数,亦不存在理念之数,他如此假定是前后一贯的。因为数学之数虽由单子构成,却是由无差别的单子构成的(因为我们正是由此而在其上构想分割、组合、乘法以及一切关系);而理念之数不能由互不可比的单子构成,按实情而言是因为它全然不由单子构成,按他本人的看法则是因为二之两个单子与三之三个单子必须由诸本原同时生成,而他们声称,由诸本原同时生成之物乃是无差别的。关于这些,他还提到了柏拉图的文句,指出在柏拉图看来,各个数亦是由诸本原“从不均等者均等化后”通体同时生成的。柏拉图通过这些话暗指,神圣之物由于二以及源于二的流溢而互有差异且不均等,但由于单子以及源于单子的回归而同一且均等(或者若有人乐意将其称为流溢与回归之前的停驻亦可)。他却提及得仿佛诸数或数中的诸单子从前曾是不均等的,而如今被均等化了。然而,应当从彼处驱逐由单子构成之物,而在他们那里将不均等与均等、同一与差异、停驻与流溢同时且于一体中予以观照。这些结论确实遵循诸假设;但何以见得所有的数皆由单子构成?因为这一点他始终作为预设,却绝未加以证明。
"Ἔπειτα... ὕστερον." Καὶ τοῦτο πρὸς ἀπόδειξιν τοῦ μὴ εἶναι ἀσυμβλήτους τὰς ἐν τῷ εἰδητικῷ ἀριθμῷ μονάδας· εἰ γάρ εἰσιν ἀσύμβλητοι αἱ ἐν τῇ δυάδι δύο μονάδες, ἡ μέν ἐστιν αὐτῶν προτέρα ἡ δὲ δευτέρα· οὐ γὰρ δὴ ἅμα διάφοροι οὖσαι ἀπὸ τῶν ἀρχῶν προΐασιν. ἀλλ’ εἰ τοῦτο, καὶ ἡ αὐτοδυὰς προτέρα μὲν ἔσται τῆς νεωτέρας, νεωτέρα δὲ τῆς προτέρας. μῖξις γάρ ἐστι τῶν δύο μονάδων· ὥσπερ γὰρ τὸ οἰνόμελι τοῦ μὲν οἴνου γλυκύτερον τοῦ δὲ μέλιτος ἀγλευκέστερον, οὕτω καὶ ἡ δυὰς ὑστέρα μὲν τοῦ προτέρου μέρους ἑαυτῆς, πρεσβυτέρα δὲ τοῦ δευτέρου. ὅτι δὲ παίζοντός ἐστι μᾶλλον καὶ ἀπάγοντος ταῦτα ἢ σπουδάζοντος2 καὶ πραγματειώδη ποιουμένου τὴν ἐξήγησιν τοῦ δόγματος, οἶμαι συνορᾶν τοὺς ἀγχινουστέρους.
“其次……较后。” 这也是为了证明理念之数中的诸单子并非不可比。因为如果二中的两个单子不可比,它们之中的一个便先于另一个,另一个便后于另一个;因为它们互有差异,绝非同时由诸本原流出。但若如此,二自身亦将先于较新的单子,而新于较先的单子。因为它是两个单子的混合;正如蜜酒比葡萄酒更甜,却比蜂蜜更不甜,二亦同样后于其自身较先的部分,却长于其第二部分。但这些话更多属于嬉弄与归谬者,而非严肃且对教义作出切实阐释之人,我想较敏锐者自能洞察。
"Ἔτι... τούτους." Τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι μετὰ τὸ ἓν τὸ ἀρχηγικὸν καὶ γεννητικὸν τῶν ὅλων ἐὰν τὴν προτέραν μονάδα τῆς δυάδος ἐπινοήσωμεν, ἔσται δυὰς ἔκ τε τοῦ ἑνὸς 〈τοῦ〉 ἀρχηγικοῦ καὶ τῆς μονάδος ταύτης, πρὶν γένηται δυάς. καὶ πάλιν ἐὰν τὰς δύο μονάδας τῆς δυάδος τῷ πρώτῳ ἑνὶ συντάξωμεν, ἔσται τριὰς πρὶν ὑποστῇ τὰ τρία· καὶ ἀεὶ ἡ ποσότης τῶν μονάδων προλήψεται τοὺς οἰκείους ἀριθμούς. ταῦτα δὲ ὅτι παίζοντός ἐστι μᾶλλον ἢ σπουδαιολογουμένου, πολλάκις ἐνεδειξάμεθα· πράγμασι γὰρ ἀμερίστοις καὶ ἀπόσοις καὶ κατὰ πάντα ἀδιαιρέτοις τοιοῦτον μερισμὸν καὶ ὑλικὴν ἐπιφέρειν διαίρεσιν σύγχυσίν τε αὐτῶν καὶ μετάθεσιν ἐργάζεσθαι καὶ ἐκ τῶν πρώτων καὶ τῶν δευτέρων καὶ πάντων τῶν ἐφεξῆς ἕν τι κατ’ ἐπισύνθεσιν ὑφιστάνειν καὶ ἀπογεννᾶν παντάπασίν ἐστιν ἀνδρὸς μὴ προσποιουμένου3 τὴν τῶν ὄντως ὄντων ἀληθῆ θεωρίαν. διὸ καὶ αὐτὸς ἐπισημαίνεται, [καὶ] ὅτι παρὰ τὰ δοκοῦντα ἐκείνοις φθέγγεται δι’ ὧν [ταῦτα] ἐπιφέρει·
“此外……这些。” 所说的意思是这样的:在作为万物之本原与生殖者的一之后,如果我们构想二的较先单子,那么在二生成之前,由本原的一与这一个单子便会构成一个二。再次,如果我们将二的两个单子与第一之一排列在一起,那么在三成立之前便会构成一个三;并且单子的量总是会抢先于其固有的诸数。但这些话属于嬉弄者而非严肃论辩之人,我们已屡次指出;因为将这种划分与质料式的分割强加于无部分、无数量且在一切方面不可分割的事物,造成它们的混乱与位置倒错,并由第一者、第二者以及一切后续者通过外在组合而建立并生成某种一,这全然属于一个甚至不假装拥有对真实存在之真知观照的人。因此他自己亦通过随后附加的话表明,他所言与那些哲人的见解相反:
- 3.55ἐξ ἀνίσων ἰσασθείς
引用柏拉图文句的分词短语,为阳性主格单数,修饰主语 ἕκαστος τῶν ἀριθμῶν。亚里士多德将其理解为时间性的过程(曾是不均等的后来被均等化),而叙利亚努斯则将其阐释为源自单子与二元这两大形而上学本原的永恒统合过程。
- 3.56ὅτι δὲ παίζοντός ἐστι μᾶλλον καὶ ἀπάγοντος ταῦτα ἢ σπουδάζοντος
属格 παίζοντος、ἀπάγοντος 和 σπουδάζοντος 与系动词 ἐστι 连用,构成表示特征或属性的谓语属格(“属于……的举动”)。ὅτι 引导的从句主语为 ταῦτα,整句的核心结构则是带宾格主语 τοὺς ἀγχινουστέρους 的不定式短语 συνορᾶν 作为 οἶμαι 的宾语。
- 3.57πράγμασι γὰρ ἀμερίστοις ... παντάπασίν ἐστιν ἀνδρὸς μὴ προσποιουμένου
句子的核心骨架为四个并列不定式(ἐπιφέρειν、ἐργάζεσθαι、ὑφιστάνειν、ἀπογεννᾶν)充当语法主语,谓语则由系动词 ἐστιν 与表特征的属格短语 ἀνδρὸς μὴ προσποιουμένου...(“全然属于一个不假装……之人的作为”)构成。开头的与格短语 πράγμασι γὰρ ἀμερίστοις... 依存于不定式 ἐπιφέρειν。
