← 叙利亚努斯

亚里士多德《形而上学》注释

§125.8-126.27

无差别单子与理念的非单子性

叙利亚努考察了亚里士多德关于理念不可能是由无差别单子构成的数的论证(1081a9–12),指出理念不是由单子构成之数这一结论本身与柏拉图主义者的立场相符。进而,他梳理了亚里士多德关于理念与数之关系的推论与前提,捍卫了毕达哥拉斯学派与柏拉图关于“一”和“数”的真正旨趣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.53

" Ἰδέα... ὁποιαοῦν." Καὶ ταῦτα κατασκευαστικὰ τοῦ μὴ εἶναι μοναδικοὺς ἀριθμοὺς τὰς ἰδέας, εἴπερ αἱ μονάδες ἀδιάφοροι. εἰ γάρ ἐστι, φησίν, ἐν τῇ ἐννεάδι πρώτη καὶ μέση καὶ τελευταία τριάς, εἰ τύχοι1 ὁ αὐτοάνθρωπος οὐ μᾶλλον ἡ πρώτη ἔσται τῆς ἐννεάδος ἢ ἡ μέση ἢ ἡ τρίτη. οὐ δεῖ δὲ πολλὰς ἰδέας εἶναι τοῦ αὐτοανθρώπου· ὥστε ἢ οὐδεμία ἢ πᾶσαι· εἰ δὲ ἀδύνατον πάσας, οὐδεμία· οὐκ ἄρα μοναδικὸς ἀριθμὸς ἡ ἰδέα, εἴπερ ἀδιάφοροι αἱ μονάδες. καὶ οὐδέν γε ἄτοπον φήσομεν ἕπεσθαι ταῦτα· οὔτε γὰρ ἄτοπά ἐστιν, οὔτε εἰ ἦν ἀδύνατα, παρ’ ἄλλο τι συνέβαινεν ἢ παρὰ τὴν τῶν ὑποθέσεων μοχθηρίαν.

“理念……无论何种。” 这些论证亦确立了:若单子确属无差别,诸理念便不是由单子构成的数。因为他指出,若在九数之中存在第一、居中与最后的三个三数,例如“人自身”属于九数的第一部分绝不会比属于居中或第三部分更有理由。然而,不应当存在“人自身”的多个理念;因而要么一个都不是,要么全都是。但若全都是乃不可能,便一个都不是;因此,若单子确实无差别,理念就不是由单子构成的数。并且我们将断言,这些结论的随之而来丝毫不荒谬;因为它们既非荒谬之物,即便它们属不可能,亦非由其他任何原因造成,而唯独由于诸前提假设的拙劣。

§3.54

"Εἰ δὲ... ὑστέρας." Ὅτι μὲν εἰ μή εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, οὐδ’ ὅλως εἰσίν, εὖ μοι δοκεῖ λαμβάνειν· ὅτι δὲ οὐκ εἰσίν, οὔτ’ ἔδειξεν οὔτ’ ἂν ἐνδέχοιτο δειχθῆναι. ἀλλ’ ὅτι μὲν [οὐκ] εἰσὶν αἱ ἰδέαι μοναδικοὶ ἀριθμοί, τοῦτο πάλαι μὲν αἰτεῖται, κατασκευάσαι δὲ οὐ βούλεται. ἔστιν οὖν ὁ διὰ τριῶν2 τοιοῦτος· εἰ μὴ μοναδικοὶ εἰσιν ἀριθμοὶ αἱ ἰδέαι, μονάδων διαφόρων μὴ οὐσῶν, οὐδ’ ὅλως εἰσὶν ἀριθμοί· εἰ μὴ ἀριθμοί εἰσιν αἱ ἰδέαι, οὐδ’ ἂν εἶεν ὅλως. κατασκευάζει δὲ τὸ δεύτερον συνημμένον οὕτω· τὰ ὄντα ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος παρ’ αὐτοῖς ὑφίσταται, πάντα τὰ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ὑφιστάμενα ἀριθμοί, τὰ ὄντα ἄρα ἀριθμοί. καὶ ὑγιαίνουσι μὲν ἄμφω αἱ προτάσεις καὶ τὸ συμπέρασμά ἐστιν ἀληθές· οὔτε δὲ τὸ ἓν οὔτε τὴν δυάδα οὔτε τὸν ἀριθμὸν κατὰ βούλησιν ἐκλαμβάνει τῶν ἀνδρῶν. οἱ μὲν γὰρ ὁρῶντες ἄμφω τὰς συστοιχίας περὶ ἕκαστον τῶν ὄντων τὴν μὲν ἀμείνω παρὰ τοῦ ἑνὸς ἐφήκειν αὐτοῖς ἔλεγον, τὴν δὲ καταδεεστέραν παρὰ τῆς δυάδος· ὁ δὲ συνήθως καὶ μαθηματικώτερον, μᾶλλον δέ, εἰ χρὴ τολμήσαντα λέγειν, ἀγοραιότερον ἀκούει τῶν ὀνομάτων. πάλιν ἐκεῖνοι τὰ ἀπογεννώμενα τοτὲ μὲν καὶ τριάδα ἐκάλουν διὰ τοῦ τρία τὸ ἀρχοειδὲς ἐκείνων τῶν ἀριθμῶν ἐνδεικνύμενοι, τοτὲ δὲ ἁπλῶς ἀριθμόν· ὁ δὲ ἐπὶ τὸν μοναδικὸν ἕλκει τὴν χρῆσιν τοῦδε τοῦ ὀνόματος. † ἐπεὶ οὔτε τὸν κατηγορικὸν ἀποποιούμεθα συλλογισμὸν πάντων μάλιστα δεικνύντα, ὅτι καὶ εἰσὶν αἱ ἰδέαι καὶ ἀριθμοί εἰσι νοεροὶ καὶ ἀμερεῖς, εἴ τις τῶν ὅρων τῶν ἐν ταῖς προτάσεσιν ἀκούοι δεόντως, οὔτε τὸν διὰ τριῶν, εἴ τις ἀναιρέσει τοῦ ἑπομένου τὴν μοχθηρὰν ὑπόθεσιν διελέγχοι,3 ἐπειδὴ μὴ δύναται κατασκευασθῆναι τὸ ἡγούμενον. εἰ τοίνυν εἰσὶν αἱ ἰδέαι, ὡς διὰ πλειόνων ἔδειξαν οἱ θεῖοι ἄνδρες καὶ ἡμεῖς δὲ μετρίως ὑπεμνήσαμεν, οὐκ ἂν εἶεν αἱ ἰδέαι μοναδικοὶ ἀριθμοί, τῶν μονάδων ἀδιαφόρων οὐσῶν· οἶμαι δὲ ὅτι οὐδὲ διαφόρων ὑποτεθεισῶν, εἰ μή τις ἕτερον μοναδικοῦ σημαινόμενον ἐπινοήσειεν. — εὖ δέ πως δόξειεν ἂν εἰρῆσθαι καὶ τὸ μὴ ἐνδέχεσθαι μήτε προτέρας μήθ’ ὑστέρας αὐτὰς τῶν ἀριθμῶν 〈τάξαι〉, εἴπερ μή εἰσιν αἱ ἰδέαι ἀριθμοί· ἄμφω [αἱ ἰδέαι καὶ οἱ ἀριθμοὶ] γὰρ πρῶτα καὶ προσεχῶς ἐκ τῶν ἀρχῶν· ὥστε εἰ μὴ εἶεν ἄμφω, θάτερον οὐκ ἂν εἴη. οὐ μὴν ἀλλὰ τῷ γε παρηκολουθηκότι τοῖς θεολογικοῖς δόγμασι τῶν Πυθαγορείων καὶ τῷ Παρμενίδῃ τοῦ Πλάτωνος δῆλον γέγονεν, ὅτι καὶ πρὸ τῶν ἰδεῶν εἰσιν ἀριθμοί, ὅ τε ἑνιαῖος καὶ ὁ οὐσιώδης, καὶ ὅτι ἐν πάσαις τάξεσιν οὗτοι τῶν θείων ἀναφαίνονται· αἱ γὰρ ἰδέαι αἱ δημιουργικαὶ οὔτε ἁπλῶς πρῶται τῶν πάντων (οὐ γὰρ δὴ καὶ πρὸ τῶν γενῶν τοῦ ὄντος), ἀλλὰ πρὸ τῶν ἐγκοσμίων μὲν εἶναι λέγονται, οὐ μὴν τὸ πρώτιστον εἶναι ἐν τοῖς οὖσι· καὶ [τὰς] προσεχεῖς ἀρχὰς οὐ τὴν πρώτην ἔχουσι μονάδα καὶ τὴν πρωτίστην δυάδα, ἀφ’ ὧν ὁ τριαδικὸς καὶ κρύφιος ἀριθμὸς προῆλθεν, ἀλλὰ τὰς ἐν τῇ ἁπλουστάτῃ ἐννοίᾳ τοῦ δημιουργοῦ, “ἀφ’ ὧν ἰδέαι προέθρωσκον ἴχνη σώματος οὖσαι”. καὶ ταῦτα μὲν ἑτέρας ἤρτηται θεωρίας· τὰ δὲ νῦν πάντα ὑπὲρ ἡμῶν μὲν εἴρηται, εἰ δειχθεῖεν οὖσαι αἱ ἰδέαι, ὑπὲρ δὲ Ἀριστοτέλους, εἰ πᾶς ἀριθμὸς εἴη μοναδικὸς ἀδιαφόρων οὐσῶν τῶν μονάδων.

“而如果……后于[数]。” 如果诸理念不是数,它们就全然不存在,在我看来他对此的假定是正确的;但断言它们不存在,他既未予以证明,亦不可能加以证明。然而,诸理念是由单子构成的数这一点,是他早已作为预设要求承认、却不愿加以论证的。因此,通过三个[命题的推论]乃是如此:“如果在不存在有差别的单子时,诸理念不是由单子构成的数,它们就全然不是数;如果诸理念不是数,它们就全然不存在。”而他如此确立第二个假言命题:“在他们看来,存在者由一与不定之二建立起来;凡由一与不定之二建立起来的皆是数;因此存在者皆是数。”这两条前提都是健全的,结论亦属真实;但他对一、二以及数的理解均未遵照那些哲人的意图。因为那些哲人在每一存在者中观照两列对立范畴,称较优者由一赋予它们,而较劣者由二赋予它们;他却习惯性地、以更偏数学的方式,或者说若敢于直言的话,以更为市井的方式来理解这些名称。再次,那些哲人有时将所生成者甚至称作三,借由三来指明那些数的本原性质,有时则单纯称之为数;他却将这一名称的用法生拉硬扯至单子构成的数上。然而,我们既不排斥那个最能证明诸理念存在且属于理知与无部分之数的直言三段论(若有人正确理解前提中的诸词项的话),亦不排斥通过三个[命题的推论](若有人通过否定后件来反驳拙劣的假设,因为前件无法被确立)。因此,如果诸理念存在——如神圣人物通过诸多论据所证明,且我们亦适度提醒的那样——在单子无差别的前提下,诸理念便不会是由单子构成的数;而且我认为,即便假设单子互有差异,亦不会如此,除非有人能想出“由单子构成”的另一种含义。——此外,如果诸理念不是数,断言不可能将它们[排列]在数之前或之后,亦可算说得相当妥当;因为两者均居首且直接源自本原,因而若非两者皆在,其一便不会存在。然而,凡追随过毕达哥拉斯学派的神学教义以及柏拉图《巴曼尼得斯篇》的人都已明了,在诸理念之前亦存在数,即单一之数与实体之数,并且这些数显现于神圣事物的各个层级之中。因为造物主性诸理念既非在一切事物中绝对居首(它们绝非优先于存在的诸属),虽被说成先于世间之物,却非存在者中最居首者;且它们作为直接本原所拥有的,并非第一单子与第一二元(三合一的隐秘之数即由此而出),而是造物主最单纯概念中的本原,“理念即由其跃出,成为物体的踪迹”。这些内容系属于另一种观照;但眼下所说的一切,若诸理念被证明为存在,则完全站在我们一边;而若在单子无差别的情况下所有的数皆是由单子构成的,则站在亚里士多德一边。

语法注3 条
  1. 3.53εἰ τύχοι

    属于插入性使用的祈愿气表达,用作“例如(若是如此)”的举例惯用语。它并非作为完整的条件从句统辖主句,而是作为副词性插入语引入随后的“ὁ αὐτοάνθρωπος”(人自身)作为例证。

  2. 3.54ὁ διὰ τριῶν

    古代逻辑学术语,指由三个命题(或两道前提命题的链条)构成的纯假言三段论(即传递性的假言推论:若A则B,若B则C,故若A则C)。此处阳性单数主格定冠词与省略的“συλλογισμός”(三段论/推论)相呼应。

  3. 3.54ἀναιρέσει τοῦ ἑπομένου τὴν μοχθηρὰν ὑπόθεσιν διελέγχοι

    此句描述逻辑学中否定后件律(modus tollens)的操作构型。“ἀναιρέσει τοῦ ἑπομένου”(借由消除/否定后件)作为表示手段或方式的与格短语,修饰祈愿法动词“διελέγχοι”(予以反驳),该动词支配宾格直接宾语“τὴν μοχθηρὰν ὑπόθεσιν”(拙劣的假设,即前件)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:125.8-126.27