- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:123.26-125.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努反驳了亚里士多德对毕达哥拉斯学派及克赛诺克拉底在几何实体与数的问题上的曲解,捍卫了可知及形式之数与图形的不可分性和非单子性。随后他审视了亚里士多德对数的分类论证,分析了基于形式之数非由单子构成这一共同前提所导出的推论。
" Ὁμοίως... πρότερον." Τὰ αὐτὰ λέγομεν καὶ περὶ τῶν γεωμετρικῶν ὀνομάτων. ἄλλως γὰρ τὰ σχήματα [τὰ] ἐν νῷ, ἄλλως ἐν ψυχῇ, πανταχοῦ δὲ ἀδιαστάτως καὶ ἀσχηματίστως, εἴ τῳ κατὰ τὴν τῶν πραγμάτων ἰδιότητα μετιόντι τὴν θεωρίαν ἀλλὰ μὴ τὴν τῶν ὀνομάτων συνήθειαν σχήματα ἀσχημάτιστα καὶ ἀμερῆ μεγέθη † πρὸς συμπάθειαν εὐπαράδεκτον εἶναι φαίνεται. ἀμέλει τῶν θείων ἀνδρῶν ἐκείνων τινὲς ἀτόμους γραμμὰς διὰ ταύτην τὴν αἰτίαν εἰσηγούμενοι καὶ ἄποσον δυάδα αἰτίαν ἔσχον ἀλλαχοῦ μὲν ὡς ἀδύνατα λέγοντες, ἐν τούτοις δὲ ὡς περὶ μαθηματικῶν οὐ μαθηματικῶς ἀναδιδάσκοντες.1 καὶ ἔχομεν καὶ ἐκ τῶν τοῦ κατηγόρου λόγων τὴν ὑπὲρ Ξενοκράτους ἀπολογίαν, ὃς τὴν αὐτογραμμὴν οὐκ ἠνείχετο τέμνεσθαι οὐδὲ τὰς κατὰ τοὺς μέσους λόγους τῆς ψυχῆς ὁρωμένας γραμμάς· ἀφ’ ἧς αἰτίας καὶ τοὺς ἀριθμοὺς ἐν λόγοις ὁρῶν καὶ εἴδεσιν ἀδιαιρέτους ἐφύλαττε· καὶ γὰρ τοὺς μαθηματικούς κατὰ τὸ εἶδος ἑώρα μᾶλλον, ἀλλ’ οὐχὶ κατὰ τὴν ὑποκειμένην τῶν μονάδων χύσιν. τὸ δὲ πάντας πλὴν τῶν Πυθαγορείων μοναδικοὺς λέγειν τιθέναι τοὺς ἀριθμούς,2 μόνους δὲ τοὺς Πυθαγορείους διάστημα ἔχοντας καὶ μέγεθος, ψεῦδός ἐστι καθ’ ἑκάτερον· οὔτε γὰρ πάντας ἀριθμοὺς οἱ ἄλλοι μοναδικοὺς εἶναί φασιν, ἀλλὰ μόνον τὸν μαθηματικόν, οὔτε Πυθαγόρειοι μέγεθος ἐδίδοσαν τῷ ἀριθμῷ, ἀλλ’ ἐγέννων μὲν ἐκ τῶν τελευταίων ἀριθμῶν καὶ τὰ μεγέθη, αὐτοὺς δὲ ἀμερεῖς εἶναι ὑπετίθεντο τούς τε τῶν σωμάτων ποιητικοὺς τούς τε τῶν φυσικῶν λόγων ἐξῃρημένους. αὐτὸς δὲ ὡς κατασκευαστικὸν τοῦ παρὰ τοῖς ἄλλοις μοναδικοὺς εἶναι τοὺς ἀριθμοὺς τὸ ἀπὸ τοῦ ἑνὸς αὐτοὺς ὑφιστάνειν παρέλαβεν, οὐ προσποιούμενος ὅτι τὸ ἓν παρ’ αὐτοῖς οὐ τὸ μονάδων ἐστὶ γεννητικὸν τῶν μαθηματικῶν, ἀλλ’ ἡ τοῦ ἀγαθοῦ καὶ παναρίστου τῶν ὄντων αἰτία.
“同样……如前所述。” 关于几何学名称,我们亦持同样的说法。因为图形在知性中是一种方式,在灵魂中是另一种方式,但无论在哪里都是无广延且无形貌的,若对于依事物的固有特质而非名称的习用而进行观照的人来说,无形貌的图形与无部分的大小依据亲和性显得易于接受的话。诚然,那些神圣人物中的某些人因这一缘由引入不可分的线与无分量的二,在别处被指责为在言说不可能之事,而在这些问题上则被指责为未以数学方式讲授数学对象。并且我们即便从控告者的言辞中,也能获得为克赛诺克拉底辩护的论据,他不能容忍“线本身”被分割,亦不容忍依灵魂的中介理性原则所观照的诸线被分割;正因这一缘由,他亦在理性原则与形式中观照诸数,并保持其不可分割;因为他亦宁可依照形式来观照数学之数,而非依照其底层的单子扩散。而[亚里士多德]说除毕达哥拉斯学派之外所有人都将数设定为由单子构成的,唯独毕达哥拉斯学派赋予数以间隔和大小,这两方面都是不真实的;因为其他人并非说所有的数都是由单子构成的,而唯独说是数学之数;毕达哥拉斯学派亦未曾赋予数以大小,他们虽从最低级的数中生成各种大小,却设定产生物体的数以及超越自然理性原则的数本身都是无部分的。而他自己为了确立数在其他人看来是由单子构成的,援引了他们使数由“一”建立起来这一做法,假装没有看到在他们看来,“一”并非数学单子的生成者,而是善以及存在者中至善者的原因。
"Ὁσαχῶς... ἑτέρων." Τὰ μὲν εὐφορητότερα μᾶλλον εἶναί φησι, τὰ δὲ ἀδυνατώτερα. ῥητέον δὲ ὅτι εἰ μὲν πάντας ὑπετίθεντο μοναδικοὺς εἶναι τοὺς ἀριθμοὺς οἱ ἄνδρες, τελείως ἄν σοι τὰ τῆς διαιρέσεως προῄει· νυνὶ δὲ τὰ μὲν παρέλκει, τὰ δὲ ἐπὶ τὸ χεῖρον ὑποτέθειται, ἐν ἐνίοις 〈δὲ〉 θεάσαιτο ἄν τις καὶ τῆς ἀληθοῦς ἐκείνων ὑπολήψεως ζώπυρον.
“因此,究竟以多少种方式……另一些人的[观点]。” 他说有些观点更容易被接受,有些则更为不可能。但必须指出,如果那些哲人曾设定一切数皆由单子构成,那么你的划分本可以完美进行;但如今,某些内容是多余的,另一些内容被设定在较劣的意义上,而在某些内容中,人们甚至能看到他们真实见解的火种。
"Πρῶτον... ἀλλήλας." Πάντα ταῦτα μάτην σπαθᾶται· τῶν γὰρ θείων καὶ νοητῶν ἀριθμῶν οὐδείς ἐστι μοναδικός. Εἰ μὲν οὖν... εἰδῶν. εἰ πᾶς ἀριθμὸς μοναδικός, πᾶσαι δὲ αἱ μονάδες ἀδιάφοροι, ἕπεται τὰ εἰρημένα· οὔτε γὰρ εἰδητικὸς ἔσται ἀριθμός (οὐ γὰρ δύναται οὗτος εἶναι μοναδικός· πόσαι γὰρ μονάδες ταύτην συνιστᾶσι τὴν ἰδέαν ἢ τήνδε, χαλεπὸν καὶ πλάσαι) οὔθ’ ὅλως ἄλλος τίς ἐστιν ἀριθμὸς πλὴν τοῦ μαθηματικοῦ. εἰ δὲ ψεύδεται ἡ ὅλη ὑπόθεσις ἡ λέγουσα πάντα ἀριθμὸν εἶναι μοναδικόν, οὐδὲν ἂν ἐξ αὐτῆς ἀποδεικνύοιτο. μᾶλλον δὲ τοὐναντίον ἔστιν ἐκ τῶν εἰρημένων συναγαγεῖν· εἰ γὰρ ἀληθὲς τὸ συνημμένον κατά τε τοὺς Πυθαγορείους καὶ κατ’ αὐτὸν τὸ λέγον, ὅτι εἰ πᾶς ἀριθμὸς μοναδικός, οὐκ ἔστιν εἰδητικὸς ἀριθμός, ἐπειδὴ ἔστιν εἰδητικὸς ἀριθμός, ὡς ἐκεῖνοι διὰ πλειόνων ὑπεμίμνησκον, οὐκ ἂν εἴη πᾶς ἀριθμὸς μοναδικός. ἀλλ’ ἡ μὲν πρόσληψις καὶ παρ’ Ἀριστοτέλει τὸ ἡγούμενον τιθεῖσα καὶ παρ’ ἐκείνοις τὸ ἑπόμενον ἀναιροῦσα3 πλείονος δεῖται συστάσεως. ἓν δὲ τοῦτο παρ’ ἀμφοῖν ὁμολογεῖται, ὅτι ὁ εἰδητικὸς ἀριθμὸς οὐκ ἔστι μοναδικός, καὶ δεῖ τούτῳ διὰ παντὸς ἐμμένειν. εἴτε γὰρ ἔστιν ὡς ἐκεῖνοί φασιν, οὐκ ἔστι μοναδικός, εἴτε μὴ ἔστιν, ὡς οὗτος ἀξιοῖ, οὐδ’ ὅλως ἐστὶ μοναδικός. ὁ ἄρα ἢ δεικνύναι θέλων αὐτὸν μοναδικὸν ἢ εὐθύνων ὡς 〈μὴ〉 μοναδικὸν τὰς κοινὰς ὁμολογίας οὐ διαφυλάττει.
“首先……彼此[不可比较]。” 所有这些讨论都是白费唇舌;因为神圣且可理解的数中,没有一个是属于单子的。“那么,如果……诸形式的[数]。”如果所有的数皆由单子构成,并且所有的单子均无差别,那么所说的结论确实会随之而来;因为既不会存在形式之数(因为此数不可能由单子构成;究竟有多少单子构成这个理念或那个理念,哪怕想象都是困难的),亦全然不会有除数学之数以外的任何其他数。但若主张一切数皆由单子构成的整个假设本身是虚假的,便不能从中证明任何东西。反倒毋宁从所述之中得出相反的推论:因为如果无论对于毕达哥拉斯学派还是对于他而言,那条断言“如果所有的数皆由单子构成,就不存在形式之数”的假言命题皆为真,那么既然如他们通过诸多论据所提醒的那样存在形式之数,就并非所有的数皆由单子构成。但这一小前提——在亚里士多德那里设定前件,而在那些哲人那里否定后件——尚需更多的确立。然而唯独这一点是双方共同承认的,即形式之数不是由单子构成的,并且必须始终坚持这一点。因为不论它是如那些哲人所说的那样存在,它不是由单子构成的;还是如这个人所主张的那样并不存在,它就全然不是由单子构成的。因此,凡欲证明它是单子的,抑或因其[非]单子而予以谴责的人,都没有遵守共同的共识。
- 3.50αἰτίαν ἔσχον ... λέγοντες ... ἀναδιδάσκοντες
惯用表达 αἰτίαν ἔχω(受到指控/招致非难)后接 ὡς 引导的分词(λέγοντες 与 ἀναδιδάσκοντες),用于引出受到指控的具体内容与原由。ἀλλαχοῦ μὲν 与 ἐν τούτοις δὲ 将两项指责平行并置。
- 3.50τὸ δὲ πάντας πλὴν τῶν Πυθαγορείων μοναδικοὺς λέγειν τιθέναι τοὺς ἀριθμούς
冠词加不定式短语 τὸ ... λέγειν 整体构成后文谓语 ψεῦδός ἐστι 的主语从句。而在 λέγειν 内部又嵌套了带不定式的宾格结构:τιθέναι 的逻辑主语为宾格 πάντας πλὴν τῶν Πυθαγορείων,直接宾语为 τοὺς ἀριθμούς,谓语形容词为 μοναδικούς。
- 3.52ἡ μὲν πρόσληψις καὶ παρ’ Ἀριστοτέλει τὸ ἡγούμενον τιθεῖσα καὶ παρ’ ἐκείνοις τὸ ἑπόμενον ἀναιροῦσα
古代逻辑学专门术语构式。修饰 πρόσληψις(假言三段论的小前提)的两个分词短语(καὶ ... τιθεῖσα 与 καὶ ... ἀναιροῦσα)形成并列。前者指亚里士多德论证中的肯定前件(modus ponens: τὸ ἡγούμενον τιθεῖσα),后者指柏拉图派与毕达哥拉斯派论证中的否定后件(modus tollens: τὸ ἑπόμενον ἀναιροῦσα)。
