- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:122.17-123.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努驳斥了亚里士多德关于克赛诺克拉底和毕达哥拉斯学派将数局限于感性事物的陈述,指出他们承认更高阶的实质与形式之数,并通过将数学之数与灵魂的实质理性原则联系起来,为那些将数学之数与形式之数等同的学派进行了辩护。
" Οἱ δὲ... αἰσθητῶν." Τοὺς περὶ Ξενοκράτην φησὶν αὐτὸν Ἀλέξανδρος αἰνίττεσθαι, οἳ χωρίζουσι μὲν τὸν μαθηματικὸν τῶν αἰσθητῶν, οὐ μέντοι μόνον εἶναι νομίζουσι (πῶς γὰρ ἂν Πλατωνικοί γε ὄντες καὶ πυθαγορίζειν βουλόμενοι [τῆς] τῶν ἀμερεστέρων καὶ ἐξῃρημένων τῆς ψυχικῆς οὐσίας ἀριθμῶν τῆς θεωρίας ἀπελείφθησαν;),1 ἀλλὰ δῆλοί εἰσι διὰ τῶν μαθηματικῶν ὀνομάτων καὶ τὰ περὶ τοὺς πρεσβυτέρους ἀριθμοὺς πραγματευόμενοι.
“而另一些人则说……从感性事物中[分离]。” 亚历山大说,他暗指的是克赛诺克拉底学派的人,他们虽将数学之数与感性事物相分离,却绝不认为唯有此数存在(因为作为柏拉图学派并且意欲效法毕达哥拉斯主义的他们,怎会与那些更为无部分且超越灵魂实质的数的观相失之交臂?),反而显而易见的是,他们通过数学名称亦在探讨关于更在先的数的事物。
"Καὶ οἱ Πυθαγόρειοι... ἐοίκασιν." Ὅτι μὲν καὶ τὰ αἰσθητὰ κατὰ τοὺς ἀριθμοὺς ἔλεγον δημιουργεῖσθαι παρὰ τῆς φύσεως οἱ ἄνδρες, ὁμολογητέον· οὐ μὴν κατὰ τοὺς μαθηματικοὺς ἀλλὰ κατὰ τοὺς φυσικούς. συμβολικῶς δὲ ἑρμηνεύοντας οὐδὲν ἦν ἀπίθανον καὶ διὰ μαθηματικῶν ὀνομάτων περὶ τῆς ἑκάστου τῶν αἰσθητῶν ἰδιότητος ἐνδείκνυσθαι. τὸ δὲ μόνων αὐτοῖς ἀνατιθέναι τῶν αἰσθητῶν ἀριθμῶν τὴν κατανόησιν, μὴ πρὸς τῷ καταγελάστῳ καὶ λίαν ἀσεβὲς ᾖ·2 τοὺς γὰρ ὑποδεξαμένους μὲν παρ’ Ὀρφέως τὰς θεολογικὰς ἀρχὰς τῶν νοητῶν καὶ νοερῶν ἀριθμῶν, ἐπὶ πλεῖστον δὲ αὐτὰς προαγαγόντας καὶ τὴν ἄχρι τῶν αἰσθητῶν ἐπικράτειαν αὐτῶν ἀναφήναντας καὶ πρόχειρον ἔχοντας ἐπίφθεγμα τὸ “ἀριθμῷ δέ τε πάντ’ ἐπέοικε” πῶς οὐκ ἄτοπον περὶ τὰ σώματα μόνον καὶ τοὺς συνόντας τοῖς σώμασιν ἀριθμοὺς διατετριφέναι λέγειν; πῶς δ’ ἂν αὐτὸς μὲν Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ διαρρήδην μορφῶν καὶ ἰδεῶν κράντορα τὸν ἀριθμὸν ἔλεγεν εἶναι, καὶ θεῶν ✘καὶ✙ δαιμόνων αἴτιον καὶ τῷ πρεσβίστῳ καὶ κρατιστεύοντι τεχνίτᾳ θεῷ κανόνα καὶ λόγον τεχνικόν, ‘‘νοῦν τε καὶ στάθμαν ἀκλινεστάταν τὸν ἀριθμὸν ὑπεῖμεν συστάσιός τε καὶ γενέσιος τῶν πάντων.’’ Φιλόλαος δὲ τῆς τῶν κοσμικῶν αἰωνίας διαμονῆς τὴν ‘‘κρατιστεύουσαν’’ καὶ αὐτογενῆ συνοχὴν ἀπεφαίνετο εἶναι τὸν ἀριθμόν. Ἵππασος δὲ καὶ οἱ ἀκουσματικοὶ πάντες κριτικὸν ὄργανον κοσμουργοῦ θεοῦ καὶ παράδειγμα κοσμοποιίας βούλονται εἶναι τὸν ἀριθμόν —, εἰ μὴ τὴν χωριστὴν αὐτοῦ τῶν σωμάτων καὶ δημιουργικήν τε ἅμα καὶ παραδειγματικὴν ἐθεώρουν ὑπεροχήν;3
“而毕达哥拉斯学派的人……似乎[陷入困境]。” 确实应当承认,那些哲人曾说过感性事物亦由自然依照数而受到造作;然而并非依照数学之数,而是依照自然之数。而对于进行象征性诠释的人来说,通过数学名称来指明每个感性事物的特质,亦绝非不可置信。然而,将仅仅对感性之数的理解归诸他们,恐怕不仅荒唐,而且极度不敬。因为对于那些从俄耳甫斯那里继承了可理解与智性之数的神学原理、将它们推进至最远、并显明了直至感性事物的支配力量、且口头常念“万物皆类于数”之人,说他们仅沉溺于物体以及与物体相伴随的数,怎能不是荒谬至极?况且,毕达哥拉斯本人在《圣词》中明确宣称数是形象与形式的统辖者,是诸神与神灵的原因,并且对于最古老且至高无上的匠造之神而言是准则与技艺性比例,“数作为万物构筑与生成的知性及最不可偏斜之铅垂而存立”;而菲洛劳斯断言数是宇宙事物永恒存续之“至高无上”且自生的维系力量;希帕索斯及全体听修派亦主张数是造世之神的评判工具和创世的范型——如果他们不是在观照数独立于物体的、兼具造作与范型性的超越地位,这一切又怎能说得通呢?
"’’Ἄλλος... ἕνα εἶναι." Μήποτε καὶ οὗτος4 ἐν τῷ εἰδητικῷ πάντας ἑώρα, τοὺς μὲν πρὸ αὐτοῦ ὡσανεὶ προελθόντας ἐπὶ τὸ ἐμφανέστερον, τοὺς δὲ μετ’ αὐτὸν ὡς κατ’ αἰτίαν περιεχομένους παραδειγματικήν. Ἔνιοι... εἶναι. [μόνον δὲ τοῦτον καὶ πάντως χωριστόν, εἶναι δὲ καὶ τὸν μαθηματικὸν τὸν αὐτὸν τούτῳ]. ἔνιοι, φησί, τὸν μὲν συνεγνωσμένον μαθηματικὸν ἀνῄρουν, ἕνα δὲ ποιοῦντες ἀριθμὸν τὸν εἰδητικὸν τὸν αὐτὸν τοῦτον ἐκάλουν καὶ μαθηματικόν. μήποτ’ οὖν ἐπειδὴ διττὸς ὁ μαθηματικός, ὁ μὲν μοναδικὸς ὁ δὲ οὐσιώδης, ᾧ τὴν λογικὴν ψυχὴν ὁ δημιουργὸς διακοσμεῖν εἴρηται, τὸν μὲν τοῖς πολλοῖς συνεγνωσμένον ὡς ἀνούσιον οὐκ ἠξίουν εἰδητικὸν καλεῖν, τὸν δὲ κατ’ οὐσίαν ὑπάρχοντα ταῖς ψυχαῖς, ὃς καὶ τοῦτον αὐτοφυῶς ἀπογεννᾷ τὸν μοναδικόν, εἰς ταὐτὸν μὲν οὐκ ἦγον τῷ τῶν ἰδεῶν, εἰδητικὸν δὲ καὶ αὐτὸν οὐκ ἀπηξίουν καλεῖν, καθ’ ὅσον καὶ τοὺς μέσους λόγους τῆς ψυχῆς εἴδη προσαγορεύειν εἰώθαμεν.
“另一人[说]……为单一的。” 或许此人亦在形式之数中观照了所有的数,将先于它的数看作仿佛流向更为显明之物,将后于它的数看作依范型原因而被包含在内。“有些人[说]……存在。”[即唯有此数存在且完全分离,而数学之数亦与此相同]。他说,有些人取消了众所周知的数学之数,而将形式之数立为唯一的数,并称这同一者亦为数学之数。因此,或许是因为数学之数具有双重性,其一由单子构成,其二具有实质,匠造之神据称以此建构理性灵魂,所以他们不屑于将为大众所知晓的[单子之数]因其缺乏实质而称为形式之数,但对于依实质存在于诸灵魂之中的数——它亦自然而然地生出这一单子之数——他们虽不将其与理念之数等同,却亦不拒绝将它本身称为形式的,正如我们亦惯于将灵魂的中介理性原则称作形式一样。
- 3.47πῶς γὰρ ἂν Πλατωνικοί γε ὄντες καὶ πυθαγορίζειν βουλόμενοι [τῆς] τῶν ἀμερεστέρων καὶ ἐξῃρημένων τῆς ψυχικῆς οὐσίας ἀριθμῶν τῆς θεωρίας ἀπελείφθησαν;
由 ἄν 与不定过去直说语气 ἀπελείφθησαν 构成的与过去事实相反的反诘句。附加情况分词 ὄντες 和 βουλόμενοι 在功能上充当了条件从句(“若他们是……”),表达了“他们绝不可能未曾观照”的强烈否定主张。
- 3.48μὴ πρὸς τῷ καταγελάστῳ καὶ λίαν ἀσεβὲς ᾖ
独立从句中 μή 与虚拟语气(ᾖ)连用的结构,用于表达对不情愿事态的担忧或委婉慎重的论断(“恐怕不仅……而且……”、“难保不是……”)。
- 3.48πῶς δ’ ἂν αὐτὸς μὲν Πυθαγόρας ... εἰ μὴ τὴν χωριστὴν αὐτοῦ τῶν σωμάτων καὶ δημιουργικήν τε ἅμα καὶ παραδειγματικὴν ἐθεώρουν ὑπεροχήν;
长篇与事实相反的虚拟疑问句的主干。主句谓语 πῶς ἂν ... ἔλεγεν(未完成过去直说语气搭配 ἄν)引出菲洛劳斯的 ἀπεφαίνετο 以及希帕索斯等人的 βούλονται(历史现在时)等一系列平行的引证,最终由句末的条件从句 εἰ μὴ ... ἐθεώρουν(未完成过去直说语气)收束。其骨架为:“如果他们不是观照到了数的超越性,又怎会如此这般言说呢?”
- 3.49Μήποτε καὶ οὗτος
μήποτε 与直说语气连用,充当引入委婉推测或揣测的副词性表达(“或许……”、“莫非……”)。
