← 叙利亚努斯

亚里士多德《形而上学》注释

§121.10-122.16

对数的分类的批评与形式数同数学数的区分

针对亚里士多德对数的分类(1080a15–1080b11),叙利亚努将关于单子可比性的质难斥为不得要领的繁琐推敲,并捍卫了形式之数与数学之数之间的层级结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.45

" Ἀνάγκη... εἰρημένους." Ἡ μὲν πρώτη διαίρεσις ἐλλιπῶς μὲν εἴρηται, ἀληθῶς δέ· ἀνάγκη γάρ, εἰ ἔστιν αὐτοαριθμὸς καὶ μὴ φύσις ἄλλη ὧν ἀριθμεῖται, ἤτοι τὸν ἐχόμενον τοῦ προτέρου κατ’ εἶδος διαφέρειν ἢ μὴ διαφέρειν. τοῦτο δὲ τὸ “ἢ μὴ διαφέρειν” παρεῖσθαι δοκεῖ. αἱ δὲ ἑξῆς διαιρέσεις αἱ κατὰ τὰς μονάδας περιτταὶ πᾶσαι καὶ παρὰ θύρας ποιούμεναι τὴν ζήτησιν·1 εἰ μὲν γὰρ τοὺς χωριστοὺς ἀριθμοὺς ἐν ποσότητι μονάδων ἔχειν ὑπετίθεντο τὴν ὑπόστασιν οἱ ἄνδρες, καλῶς εἶχε πρὸς αὐτοὺς ἀπορεῖν, πότερον πᾶσαι αἱ μονάδες ἀσύμβλητοί εἰσι καὶ αἱ ἐν τῷ αὐτῷ ἀριθμῷ πρὸς ἀλλήλας καὶ αἱ ἐν ἑτέρῳ πρὸς τὰς ἐν ἑτέρῳ, ἢ πᾶσαι ἀδιάφοροι ὡς αἱ ἐν τῷ μαθηματικῷ ἀριθμῷ, ἢ αἱ μὲν ἀδιάφοροι αἱ ἐν τῷ αὐτῷ πρὸς ἀλλήλας, αἱ δὲ διάφοροι καὶ ἀσύμβλητοι 〈αἱ〉 ἐν ἄλλῳ καὶ ἄλλῳ. ἐπειδὴ δὲ ἀμερεῖς καὶ ἄποσοι παρ’ αὐτοῖς οἱ ἀριθμοὶ καὶ ἐν εἴδεσι θείοις ἀφοριζόμενοι, ὅσοι γε αὐτῶν εἰσι τοῦ κόσμου χωριστοί, παρέλκειν ἡγούμεθα πᾶσαν τὴν τοιαύτην τοῦ λόγου πολυπραγμοσύνην. τὴν μέντοι μετὰ ταῦτα διαίρεσιν πάλιν ὡς πραγματειώδη προσιέμεθα, καθ’ ἣν ἐπιζητεῖ πότερον χωριστοὺς ὑπετίθεντο τοὺς ἀριθμοὺς εἶναι ἢ ἀχωρίστους τῶν σωμάτων, ὡς πληροῦντας μέντοι τὴν αἰσθητὴν φύσιν, ἢ τοὺς μὲν χωριστοὺς τοὺς δὲ ἀχωρίστους. ἐπεὶ οὖν ἥ τε πρώτη καὶ ἡ τελευταία διαίρεσις γέγονεν αὐτῷ πραγματειώδης, αἱρούμεθα τῆς μὲν πρώτης τὸ τοὺς διαφόρους ἀριθμοὺς ἑτέρους εἶναι τῷ εἴδει, μᾶλλον δὲ ἕτερα εἶναι εἴδη· εἴδη γὰρ καθαρὰ καὶ ἄχραντα τῶν ἀριθμῶν οὐ χωριστά·2 τῆς δὲ δευτέρας τὸ εἶναι καὶ χωριστοὺς καὶ ἀχωρίστους τῶν αἰσθητῶν ἀριθμούς. διὸ καὶ οἱ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τοὺς ἑκασταχοῦ γεννῶντες ἀριθμοὺς εἰκότως αὐτῷ δοκοῦσι τούτοις κεχρῆσθαι τοῖς τρόποις· οἱ μὲν γὰρ περὶ τῶν ἀχωρίστων μόνων τὸν πολὺν ποιοῦνται λόγον ἀπὸ τῶν ἡμῖν προσεχεστέρων περὶ τῶν ὑπερτέρων αἰτίων αἰνιττόμενοι, οἱ δὲ περὶ τῶν χωριστῶν, ἐν οἷς παραδειγματικώτερον ἑώρων καὶ τοὺς ἐκ τῆς φύσεως προεληλυθότας περιεχομένους, οἱ δὲ περὶ ἀμφοῖν διακρίνοντες σαφεστέραν τὴν ἑαυτῶν καὶ τελειοτέραν ἀπέφαινον διδασκαλίαν. εἰ δὲ δεῖ τι καὶ περὶ τῆς διαφορᾶς ἢ περὶ τῆς ἀδιαφορίας τῶν μονάδων εἰπεῖν, μονάδας μὲν τὰς κατὰ τὸ ποσὸν οὐχ ὑποβλητέον οὐδαμῇ οὐδαμῶς τοῖς οὐσιώδεσιν ἀριθμοῖς· αὐτοὺς δὲ μονάδας εἶναι λέγοντες3 καὶ διαφέρειν πάντας ἀλλήλων φήσομεν διὰ τὴν ἑτερότητα καὶ ἀδιαφόρους εἶναι κατὰ τὴν ταυτότητα καὶ τὸ συναμφότερον ἐπιδείκνυσθαι δι’ ἄμφω ταῦτα τὰ γένη τοῦ ὄντος. δῆλον δὲ ὅτι καὶ οἱ μὲν ἐν τῇ αὐτῇ τάξει ταυτότητι μᾶλλον ἢ ἑτερότητι κατὰ τὴν πρὸς ἀλλήλους παραβολὴν κατέχονται, οἱ δὲ ἐν ἑτέραις καὶ ἑτέραις πολλῷ τῷ διαφέροντι κέχρηνται διὰ τὴν τῆς ἑτερότητος ἐπικράτειαν.

“必然地……已述及的[诸方式]。” 第一种划分虽说得不完备,却是真实的;因为必然的是,如果数自身存在,且不是被计数之物的另一种本性,那么紧随在前项之后者,要么在形式上有所不同,要么并无不同。然而,“或者并无不同”这一项似乎被遗漏了。至于随后依照单子所作的诸种划分,则全都纯属多余,且是将探究引向了门外之途;因为如果那些哲人曾假定分离的诸数在单子的量中拥有其实存,那么向他们提出疑问便是合宜的:究竟是所有的单子都不可比(既包括同一数内部的单子彼此之间,也包括某一数中的单子与另一数中的单子之间),抑或全都如数学之数中的单子那样无差别,还是同一数内部的单子彼此无差别,而处于不同数之中的单子则彼此有别且不可比。然而,既然在他们看来,诸数是无部分的、无量的,且被界定在神圣形式之中(至少那些与宇宙相分离的数是如此),我们便认为整个此类繁琐的论辩纯属蛇足。不过,在此之后的划分我们重新认可其实质性意义,在其中他探究他们究竟是假定数是分离的,还是与物体不可分离的(然而作为充实感性自然者),抑或一部分分离而另一部分不可分离。既然第一种与最后一种划分对他而言成为了实质性的,那么对于第一种划分,我们选取不同的数在形式上互异、甚或是不同的形式这一项(因为纯洁无染的形式并非与诸数相分离的);而对于第二种划分,我们则选取既存在与感性事物相分离的数,也存在不可分离的数这一项。因此,那些由一与不定之二在各处生成数的人,在他看来合乎情理地使用了这些方式;因为一些人仅就不可分离的数作了大量论说,从与我们更为亲近的事物出发隐喻更高阶的原因;另一些人则论述分离的数,并在其中看到源自自然而出者也以更为范型的方式被包容在内;还有一些人对两者加以区分,从而展现出他们自身更为清晰和完备的学说。但如果关于单子的相异或无差别也必须说点什么,那么绝不能在任何情况下以任何方式将依照量的单子作为本质之数的基底;相反,通过声称诸数本身即是单子,我们主张它们由于异属性而全都彼此相异,依照同属性又是无差别的,并通过存在的这两种范畴而同时展现出二者。显然,处于同一等级之列的数,在彼此对比中更多地受制于同属性而非异属性,而处于不同等级之列的数,则由于异属性的支配而具有极大的差异。

§3.46

"Οἱ μὲν... αἰσθητῶν." Ἐνταῦθα Πλάτωνα δῆλός ἐστι τάττων, ὡς καὶ ὁ ὑπομνηματιστὴς αὐτοῦ φησιν Ἀλέξανδρος. καὶ δεχόμεθα Πλάτωνα ταῦτα λέγειν, καὶ μὴ μόνον ταῦτα· εἶναι γὰρ καὶ εἰδητικὸν ἀριθμὸν ὑπετίθετο, τάξιν ἐχόντων ἐν αὐτῷ τῶν εἰδῶν, εἶναι δὲ καὶ τὸν μαθηματικὸν πρεσβύτερον μὲν ὄντα τοῦ φυσικοῦ, καταδεέστερον δὲ τοῦ εἰδητικοῦ, ὥσπερ δὴ καὶ ψυχὴ φύσεως μέν ἐστιν ὑπερτέρα, νοῦ δὲ δευτέρα.

“有人确实……从感性事物中[分离]。” 显然他在此处列出了柏拉图,正如他的注解家亚历山大所说的那样。我们亦承认柏拉图说过这些,而且不仅说了这些;因为他假定形式之数也是存在的,诸形式在其中拥有秩序,并且数学之数也是存在的,它先于自然之数,却次于形式之数,正如灵魂高于自然而次于心智一样。

语法注3 条
  1. 3.45παρὰ θύρας ποιούμεναι τὴν ζήτησιν

    短语 παρὰ θύρας(“在门外”)为比喻性习语,意为“不得要领的”、“离题的”。此处与 ποιούμεναι τὴν ζήτησιν 连用,作状语修饰,指出亚里士多德预设量之单子来批判形式之数的做法完全偏离了柏拉图学派的本意。

  2. 3.45εἴδη γὰρ καθαρὰ καὶ ἄχραντα τῶν ἀριθμῶν οὐ χωριστά

    此处 χωριστά 为中性复数主格,与 εἴδη 一致,并支配分离属格 τῶν ἀριθμῶν(“与诸数相分离的”)。叙利亚努以此解释前文为何将“在形式上互异”修正为“甚或是不同的形式”:纯洁无染的形式并非脱离形式之数而别自存在,而是与诸数本身同一。

  3. 3.45αὐτοὺς δὲ μονάδας εἶναι λέγοντες

    代词 αὐτούς 是不定式 εἶναι 的宾格主语,指代前文的 τοῖς οὐσιώδεσιν ἀριθμοῖς(本质之数)。叙利亚努在此拒绝将量的单子作为质料成分置于本质之数之下,而是主张本质之数本身即各自是不可分的“单子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:121.10-122.16