- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:119.32-121.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于形式分离性、生成原因性以及人造物形式的批驳,叙利亚努辩护了理念作为超越因的运作方式以及自然所渴望的真正形式,并预告转向对数之假说的讨论。
" Ἔτι... πραγμάτων οὖσαι χωρὶς εἶεν." Τὰ μὲν ἔνυλα εἴδη ἀχώριστά ἐστι τῶν ὑποκειμένων· ἀλλ’ οὐχ οὕτως αἱ ἰδέαι οὐσίαι ἐλέγοντο τῶν πραγμάτων, ἀλλ’ ὅτι κατ’ αὐτὰς καὶ δι’ αὐτὰς καὶ ὑπ’ αὐτῶν τὰ τῇδε τὴν ὑπόστασιν ἔχει· ὥστε ἀνάγκη αὐτὰς εἶναι χωριστὰς τῆς γενέσεως.
“此外……作为事物的实体,如何能够与事物相分离而存在。” 质料中的形式固然与其基底不可分离;但理念并非以这种方式被称为事物的实体,而是因为此岸的事物依照它们、通过它们并由它们而拥有其实存;因此,理念自身必然独立分离于生成之外。
"Ἐν δὲ... κινῆσον." Δεῖ μὲν ἀεὶ τὰς ὅλας ποιήσεις τῶν θείων εἰδῶν ἐνεργείᾳ εἶναι (καὶ διὰ ταύτην τὴν αἰτίαν οὐδέποτε εἶδος ὅλον ἐκλείπειν τὸν κόσμον δυνήσεται· ἀπειροδυνάμου γὰρ ὄντος τοῦ αἰτίου διὰ τὴν ἁπλότητα αὐτοῦ καὶ τὴν ἀμέρειαν ἀνάγκη μὴ διαλείπειν τὰ ἀποτελέσματα)· τὸ δὲ μερικὸν οὐκ ἂν μετάσχοι τῆς ἰδέας, εἰ μὴ ὕλην ἔχοι [ἢ] πρὸς τὴν μετάληψιν αὐτῆς ἐπιτηδείαν. ἡ τοίνυν προπαρασκευὴ τῶν ἐν κινήσει φερομένων ὑλικῶν αἰτίων τὸν ὧν οὐκ ἄνευ λόγον1 ἐπέχει.
“但是在……致动者。” 神圣形式的整体制作必须始终处于现实之中(由于这个原因,任何整体形式都绝不可能从宇宙中消逝;因为原因由于其单纯性与不可分割性而具有无限的力量,其产物必然永不停歇);然而个别事物若不具备适于接受该理念的质料,便无法分有理念。因此,在运动中推移的质料原因的预备准备,便充当了“不可或缺之条件”的原则地位。
"Καὶ πολλὰ... εἴδη." Εἴδη μὲν δημιουργικὰ τῶν μήτε ὄντων ἐν τῇ φύσει μήτε ὑπὸ τῆς φύσεως δημιουργουμένων οὐκ ἀπελίμπανον οἱ ἄνδρες· καὶ τοῦτό γε ὀρθῶς ἱστορεῖ, ὅτι τῶν τεχνητῶν εἴδη οὐκ ᾤοντο εἶναι νοερὰ καὶ θεῖα· λόγους δὲ παραδειγματικωτέρους τῶν ἀποτελεσμάτων τεχνικοὺς οὐκ ἐκείνοις ἤρεσκε μόνοις ἐνυπάρχειν ἐν τῇ ψυχῇ τῶν τεχνιτῶν, ἀλλὰ καὶ αὐτῷ Ἀριστοτέλει πολλαχοῦ δεδογμένον ἐστίν. ὃ καὶ μάλιστα δίκαιον ἂν εἴη λέγειν τοὺς τῶν εἰδῶν φίλους πρὸς αὐτόν· πῶς γὰρ τὰ τεχνητὰ διὰ παραδειγμάτων ἐπιτελεῖσθαι συγχωρῶν καὶ ἐν τούτοις οὐκ ἀποδοκιμάζων τὴν παραδειγματικὴν αἰτίαν τὰ τῆς φύσεως ἔργα, ἃ δὴ μιμεῖται καὶ ἡ τέχνη, ἀσκόπως ἐπιτελεῖσθαί φησι πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιήσεως;2 καίτοι γε ἐνιαχοῦ λέγει καὶ αὐτὸς τὴν φύσιν τοῦ εἴδους ἐφίεσθαι, ἀλλὰ τὸν λόγον οὐ διαρθροῖ· ποίου γὰρ εἴδους; πότερον τοῦ ἐν κινήσει φερομένου καὶ ἐνύλου; ἀλλὰ τοῦτο οὔ πω πεποίηκε καὶ δεύτερόν ἐστι τῆς φύσεως καὶ τῷ ἀνειδέῳ καὶ ἀμόρφῳ συμπλέκεται· καὶ ἄτοπον τὴν φύσιν τοῦ τε μηδέπω ὄντος ἐρᾶν καὶ τοῦ μεθ’ ἑαυτὴν καὶ τοῦ στερήσει συναναφερομένου καὶ διὰ τοῦτο ἀκαλλοῦς γιγνομένου καὶ ἀνεράστου. εἰ δὲ τοῦ χωριστοῦ, ἵνα καὶ τοῦ ἀληθινοῦ καὶ τοῦ πρὸ αὐτῆς καὶ θείου κατὰ τὸ ἀληθὲς εἴδους ἔχῃ τὸν ἔρωτα, πᾶσα ἀνάγκη τοῦτο νοερὸν εἶναι καὶ ἄυλον καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν, ἵνα καὶ τῆς φύσεως ὅ τε ἔρως ἄσβεστος ᾖ καὶ ἀνέκλειπτος ἡ ποίησις.
“并且许多……形式。” 那些哲人[柏拉图学派]并没有为既不存在于自然中也不由自然制作的事物设定创生性的形式;而他[亚里士多德]确实正确地记述了这一点,即他们并不认为存在人造物的心智与神圣形式;然而,比产物更为范型性的工匠理性原则内在存在于工匠的灵魂中,这不仅为那些哲人所首肯,而且在许多地方也被亚里士多德本人所承认。这正是形式之友们最当面对他质问之处:因为既然他承认人造物是通过范型而完成的,并且在这些事物中并不排斥范型因,那么他凭什么声称技术所模仿的自然造物反而是毫无目的地被完成、自然制作并不归溯于任何确定的原因呢?尽管他自己在某些地方也说自然渴求形式,但他并未清晰说明该论说:这究竟是何种形式?是在运动中推移的质料中的形式吗?但自然尚未制作出这种形式,且它次于自然,并与无形式且无形态之物纠缠在一起;而且自然若热恋那尚未存在之物、在自身之后之物以及与匮乏相结合因而变得缺乏美感且不值得被爱之物,乃是荒谬的。但如果是指分离的形式,以便自然对真实、先于自身且真正神圣的形式怀有爱意,那么此形式必然是心智的、无质料的,并始终处于同一状态并以同样方式存在,从而使自然的热爱永不熄灭,其制作亦永不停歇。
"Ἀλλὰ... πρώτας." Ὅτι μὲν οὐδὲν τούτων πλέον εἰπεῖν ἔχει πρὸς τὴν τῶν εἰδῶν ὑπόθεσιν, δηλοῖ καὶ τὸ πρῶτον ταύτης τῆς πραγματείας βιβλίον καὶ τὰ Περὶ τῶν εἰδῶν αὐτῷ πεπραγματευμένα δύο βιβλία· σχεδὸν γὰρ αὐτὰ ταῦτα πανταχοῦ τὰ ἐπιχειρημάτια μεταφέρων καὶ ποτὲ μὲν αὐτὰ κατακερματίζων καὶ ὑποδιαιρῶν, ποτὲ δὲ συντομώτερον ἀπαγγέλλων πειρᾶται τοὺς πρεσβυτέρους ἑαυτοῦ φιλοσόφους εὐθύνειν. ὅτι δὲ κἂν πολλαπλασιασθῶσι τοιοῦτοι ὄντες οἱ ἐπιχειρηματικοὶ τόποι, πόρρω τῆς περὶ τῶν θείων ἐπιστήμης ὑποφέρονται περὶ ἑαυτοὺς καλινδούμενοι, οἶμαι μὴ λεληθέναι τοὺς ἀγχινουστέρους.3 ἀλλ’ ἐπειδὴ μεταβαίνειν ἐπαγγέλλεται καὶ ἐπὶ τὴν τῶν ἀριθμῶν ὑπόθεσιν, ὑπισχνούμενος ἀπελέγξαι τοὺς οὐσίαν αὐτοῖς ἀπονέμοντας νοητήν, ἴδωμεν καὶ τὰ πρὸς τοὺς ἀριθμοὺς τἀνδρὸς ἐπιχειρήματα.
“然而……首要的。” 对于形式的假说,他在这些论据之外再无其他可说,这一点不仅由本论著的卷一表明,也由他所撰写的《论形式》两卷书所表明。因为他几乎在所有地方都在搬弄这些完全相同的辩难小套路,有时将它们切割细分,有时更为简短地复述,以此试图纠察比他年长的哲学家们。然而,此类辩难场域纵然翻倍倍增,却只是在自我周围打转而远离了关于神圣之物的科学,我认为那些思维敏锐者是不会忽视这一点的。不过,既然他宣称将要过渡到关于数的假说,并承诺驳斥那些赋予数以理智实体的人,那么我们也且来看看此人针对数的那些论据吧。
- 3.42τὸν ὧν οὐκ ἄνευ λόγον
ὧν οὐκ ἄνευ 是 ἄνευ ὧν(“无此则[不能成立]”)的倒装结构,构成带冠词的习语 τὸ ὧν οὐκ ἄνευ(必要条件,sine qua non)。在此修饰 λόγον,表示“作为不可或缺之条件的地位或理由”。
- 3.43πῶς γὰρ τὰ τεχνητὰ διὰ παραδειγμάτων ἐπιτελεῖσθαι συγχωρῶν καὶ ἐν τούτοις οὐκ ἀποδοκιμάζων τὴν παραδειγματικὴν αἰτίαν τὰ τῆς φύσεως ἔργα, ἃ δὴ μιμεῖται καὶ ἡ τέχνη, ἀσκόπως ἐπιτελεῖσθαί φησι πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιήσεως;
该句的骨干为 πῶς γὰρ [...] φησι [...]?(“因为他如何能够声称……?”)。在主动词 φησι 之前有两个对照成分:其一是分词短语 συγχωρῶν... καὶ οὐκ ἀποδοκιμάζων...(“一方面承认……且不排斥……”),其二是充当 φησι 宾语的带不定词宾格结构 τὰ τῆς φύσεως ἔργα [...] ἀσκόπως ἐπιτελεῖσθαι(“自然的作品毫无目的地被完成”),随后的属格独立结构 πρὸς οὐδὲν ὡρισμένον αἴτιον ἀναφερομένης τῆς φυσικῆς ποιήσεως 则说明其原因或伴随情况。
- 3.44ὅτι δὲ κἂν πολλαπλασιασθῶσι τοιοῦτοι ὄντες οἱ ἐπιχειρηματικοὶ τόποι, πόρρω τῆς περὶ τῶν θείων ἐπιστήμης ὑποφέρονται περὶ ἑαυτοὺς καλινδούμενοι, οἶμαι μὴ λεληθέναι τοὺς ἀγχινουστέρους.
句首由 ὅτι 引导的从句(“……这一事实”)前置,作为主句 οἶμαι μὴ λεληθέναι τοὺς ἀγχινουστέρους(“我认为没有逃过更敏锐者的注意”)的宾语从句。此处使用了 λανθάνω 接宾格的句式(表示“不为某人所知/逃过某人注意”),以完成时不定词 λεληθέναι 呈现。
