← 叙利亚努斯

亚里士多德《形而上学》注释

§11.6-12.23

超越实体的太一与关于本原的三重问题

叙利亚努考察了996a4–9处先驱学者的学说,确立了超越实体的“一”高于存在之地位并调和了恩培多克勒与毕达哥拉斯学派,随后在996a9–11处运用新柏拉图主义的层级结构解答了关于本原的三重问题(普遍性、现实性、运动)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10

" Ἔτι δὲ... ἀέρα." Ὅτι μὲν οὐκ εὐκαταφρονήτους οἴεται τὰς δόξας εἶναι τῶν πρεσβυτέρων, ἀλλὰ πολλῆς ἐπισκέψεως καὶ μάλιστα τὰς περὶ τῶν πρωτίστων ἀρχῶν, θαυμάσειεν ἄν τις αὐτὸν τῆς ἐπιεικείας.1 ὅτι δὲ πολλῶν οὐσιῶν ὁρωμένων τε καὶ νοουμένων ἀνάγκη πάσας ἐκ μιᾶς ἠρτῆσθαι, ἣν πρώτως ἄν τις ὂν προσαγορεύσειεν, οἶμαι συγχωρήσειν αὐτόν. ἃ δὲ μὴ λέγει μὲν αὐτόθεν, ἑπόμενα δέ ἐστιν ἀναγκαίως οἷς τίθησι, ταῦτ’ ἂν εἴη λέγειν ἡμέτερον.2 καὶ δὴ λέγομεν, ὡς οὐκ ἂν πάντα τὰ ὄντα τοῦ πρώτως ὄντος ἐφίετο, εἰ μὴ παρ’ αὐτοῦ τὴν ἑαυτῶν ἐκαρποῦντο τελειότητα, καὶ πρὸς ὃ διὰ παντὸς τοῦ αἰῶνος ἀνήρτηται, παρὰ τούτου καὶ τὸ εἶναι δι’ αἰῶνος ὑπεδέχετο. ὥστε εἰ τὸ πρώτως ὂν ἐφετὸν τοῖς πᾶσι, καὶ τοῦ εἶναι τοῖς πᾶσιν αἴτιον, αὐτὸ μὲν οὐδὲν ὂν ἄλλο ἢ τὸ πρώτως ὄν, ἵνα ᾖ πάντων τῶν ὄντων αἴτιον, παράγον δὲ ἀφ’ ἑαυτοῦ τόν τε οὐσιώδη ἀριθμὸν καὶ τὰ ὄντως ὄντα καὶ νοητὰ εἴδη. ἀλλ’ ἐπειδὴ τὸ ὂν τοῦτο, καὶ εἰ πάντων ἐστὶ τῶν ὄντων ἀρχή, συντέτακταί πως αὐτοῖς καὶ διὰ τοῦτο πλήθους οὐ παντελῶς ἐστιν ἀνέμφατον, δεῖ πρὸ αὐτοῦ τὸ ὑπερούσιον ἓν θεωρεῖν ἁπλότητι καὶ ὑπεροχαῖς ἀνεπινοήτοις ἁπάντων τῶν ὄντων ἐξῃρημένον, ὃ κυρίως μὲν ὀνομάζειν ἀδύνατον, οἰκειότερον δ’ ἄν τις τὸ ἓν προσείποι μᾶλλον ἢ ἄλλο ὁτιοῦν, διότι πᾶσι τοῖς οὖσιν ἑνώσεως γίνεται 〈αἴτιον〉, ὅ ἐστι τῆς πρὸς αὐτὸ ἐξομοιώσεως. ἀναγκαίως ἄρα καὶ ἓν καὶ ὂν οἱ Πυθαγόρειοι Προϋπετίθεντο τῶν ὅλων πραγμάτων, τὸ μὲν ἑνώσεως καὶ τῶν ἀγαθῶν ἁπάντων αἴτιον τοῖς οὖσι, τὸ δὲ τοῦ εἶναι καὶ τοῖς ἄλλοις τῶν εἰδῶν τὴν κυρίαν ἀρχὴν παρεχόμενον. δοκεῖ δέ μοι μηδ’ Ἐμπεδοκλῆς ἄλλο τι τὴν φιλίαν ὑποτίθεσθαι ἢ τὸ ἕν, πλὴν οὐ τὸ πᾶσιν ἀσύντακτον, ἀλλ’ ᾧ συντάττεται ἡ ἀόριστος δυάς, ἣν νεῖκος ἐκεῖνος προσαγορεύει, ἀφ’ ὧν δὴ τό τε πρώτως ὂν ὑφίστησι καὶ τὰ νοητὰ πάντα καὶ τὸν αἰσθητὸν διάκοσμον· εἰ γὰρ ἑνώσεως μὲν τῷ σφαίρῳ, ὃν κατὰ τὸ πρώτως ὂν τάττομεν, ἡ φιλία γίγνεται κατὰ τὸν φιλόσοφον τοῦτον αἰτία, πολλαπλασιασμοῦ δὲ καὶ ἑτερότητος καὶ γονίμων προόδων τὸ νεῖκος αἴτιον, πῶς οὐχὶ κατὰ μὲν τὸ ἓν ἡ φιλία, κατὰ δὲ τὴν δυάδα τὸ νεῖκος παρείληπται; ἐπεὶ καὶ Πυθαγόρειος ὢν Ἐμπεδοκλῆς πῶς ἂν τὰς Ὀρφικὰς ἢ τὰς Πυθαγορείους ἀρχὰς ἠθέτησεν; εἰ δὲ Θαλῆς μὲν ὕδωρ τὸ ἓν καὶ τὸ ὂν ἔλεγεν, ἄλλος δὲ ἄλλο τι τῶν φαινομένων, δεδώκασιν εὐθύνας αἱ δόξαι παρά τε πολλοῖς καὶ διαφερόντως παρὰ τούτῳ τῷ δαιμονίῳ ἀνδρί.

“此外……空气。” 鉴于他不认为先辈学者的意见是不足道的,反而认为值得充分考查,尤其是关于最初本原的意见,人们会因他的公正而赞赏他。而鉴于在被看见和被理智思考的诸多实体中,一切皆必然依存悬系于一者,这尊一者人们或许会称之为“第一存在者”,我想他也必会同意。然而,凡是他没有直接言明、却必然遵循自他所设定之前提的事项,将是我们的责任来阐明。因此我们确实要说,如果一切存在者并非从第一存在者那里获取自身的圆满,且并非从它们贯穿整个永恒所依附悬系的那一者那里也接受贯穿永恒的存在,它们就不会向往第一存在者。因此,如果第一存在者是一切事物的向往对象,它也就是一切事物存在的原因,它自身除了是第一存在者之外别无他物,以便成为一切存在者的原因,同时又从自身产生实体性之数以及真正存在的智性形式。然而,由于这一存在者即便是一切存在者的本原,却在某种方式上与它们处于同一序列,并因此并非完全没有多,所以在它之前必须观照那超越实体的“一”,它以单纯性与不可思议的卓越超绝于一切存在者,对其真正加以命名是不可能的,但人们若称之为“一”则比其他任何称谓都要更为贴切,因为它成为一切存在者达致合一的原因,即同化于它自身的原因。因此,毕达哥拉斯学派的人们亦必然在全体事物之前预先设立了“一”与“存在”,前者是一切存在者合一与诸善的原因,后者则是存在的原因并为其他形式提供主导性的本原。而在我看来,恩培多克勒亦未将“友爱”假定为“一”之外的任何事物,只是并非完全超然绝俗于万物,而是与不定之“二”处于同一序列,他将后者称为“争斗”,他确实正是从二者中确立了第一存在者、一切智性者以及感觉的宇宙秩序。因为根据这位哲学家,如果对于我们依第一存在者排列的“球体”而言,友爱成为合一的原因,而争斗成为增多、相异与繁衍进程的原因,那么友爱依“一”而取、争斗依“二”而取,岂不是无可置疑的吗?况且作为毕达哥拉斯学派的恩培多克勒,又怎会废弃奥菲斯或毕达哥拉斯学派的本原呢?而如果泰勒斯说水是“一”和“存在”,其他人说是显现事物中的其他某物,他们的见解不仅在许多人那里,尤其在这位神圣之人那里,都已受到了详尽的清算与反驳。

§1.11

"Καὶ... κίνησιν." Αἱ κυρίως ἀρχαὶ καὶ ὑπὲρ τὰ καθόλου γένη καὶ εἴδη θεωροῦνται καὶ ἔτι πολλῷ πλέον ὑπὲρ τὰ καθ’ ἕκαστα. ἔχει γὰρ οὕτως· ἐν τῇ ὕλῃ τὰ καθ’ ἕκαστα θεωρεῖται, ἐν δὲ τῇ φύσει καὶ ψυχῇ τὰ καθόλου προυπάρχει τῶν αἰσθητῶν αἴτια γιγνόμενα, τῆς μὲν φύσεως τὰ οἷον εἰδικώτατα εἴδη ἐχούσης, ὑφ’ ὧν προσεχῶς τὰ ἔνυλα γεννᾶται καὶ τὰ καθ’ ἕκαστα, τῆς δὲ ψυχῆς καὶ ταῦτα μὲν καὶ πρὸ τούτων δὲ τοὺς ὁλικωτέρους λόγους προειληφυίας,3 δι’ ὧν τά τε γένη διαιροῦσα καὶ τὰ πλήθη τῶν λόγων πάλιν ὁρίζουσα θεωρεῖ τὰ πάντα, κατιοῦσά τε καὶ ἀνιοῦσα καὶ τὸ ὅλον διαιρετικῶς τε καὶ ἀναλυτικῶς καὶ ὁριστικῶς ἐνεργοῦσα. τούτων δὲ αὐτῶν ὑπερίδρυται τὰ εἴδη τὰ δημιουργικά, καὶ πάλιν αὐτῶν τούτων ὑπέρτεραι τῶν ὅλων αἱ ἀρχαί. καὶ τοσαῦτα μὲν πρὸς τὸ πρῶτον ἐρώτημα, εἰ χρὴ δι’ ἐλαχίστων περὶ μεγάλων εἰπεῖν. πρὸς δὲ τὸ δεύτερον, ὅτι τὸ μὲν δυνάμει καὶ πάντῃ τῶν κυρίως ἀρχῶν ἐξοριστέον· ἀτελὲς γὰρ τοῦτο καὶ ἄγονον καὶ τῇ ὕλῃ πρεπωδέστερον, τὸ δὲ ἐνεργείᾳ μᾶλλον αὐταῖς οἰκειότερον, πλὴν ὅτι τινὲς οὐδ’ ἐνεργείᾳ λέγοιντ’ ἂν εἶναι, ἀλλ’ αὐτὸ μόνον ἐνέργεια. εἴη δ’ ἂν ἡ τῶν πάντων ἀρχή, εἰ θεμιτὸν εἴη λέγειν, οὐ μόνον ὑπὲρ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλὰ καὶ ὑπὲρ αὐτὴν 〈τὴν〉 ἐνέργειαν. πρὸς δὲ τὸ τρίτον, ὅτι αἱ μὲν ἀκίνητοί εἰσι τῶν ἀρχῶν, ὅσαι τῶν ἀιδίων εἰσὶν αἴτιαι, αἱ δὲ κινοῦνται, ὅσαι τῶν [αἰτίων] γιγνομένων καὶ φθειρομένων, ὥσπερ ὁ ἥλιος καὶ ἡ τοῦ αἰθέρος κυκλοφορικὴ περίοδος.

“以及……运动。” 严格意义上的本原,不仅被观照为超越于普遍的属与种之上,更是远远超越于个别事物之上。因为实情乃是如此:在质料中,个别事物被观照;而在自然与灵魂中,普遍者先在于此,成为感觉事物的原因;其中自然保有最狭义的种之形式,质料性事物与个别事物直接由其生成;而灵魂不仅预先把握了这些,并且在此之前还预先把握了更具普遍性的理法,通过这些理法,它划分属并重新规定繁多的理法,从而观照万物,既下降亦上升,总体上以划分的、分析的与界定的方式施行其现实活动。而在这些本身之上建立着造物性的形式,在此等形式之上又卓越耸立着全体的本原。关于第一个问题,如果要以最精炼的话语来谈论宏大的事理,所言述者便止于此。关于第二个问题,潜能之物应当完全从严格意义上的本原中驱逐出去;因为这是不完满且不繁育的,更适宜于质料,而处于现实活动之中倒更切合于它们;只是某些[本原]甚至不能被说成是处于现实活动中,而纯粹就是现实活动本身。而如果容许说出的话,万物的本原不仅应当超越于潜能和处于现实活动之物,甚至当超越于现实活动本身。关于第三个问题,本原之中,凡作为永恒事物之原因者皆是不动的;而凡作为生灭事物之原因者则是运动的,正如太阳以及以太的圆周回转周期那样。

语法注3 条
  1. 1.10θαυμάσειεν ἄν τις αὐτὸν τῆς ἐπιεικείας

    此结构由θαυμάζω加上受词人称宾格(αὐτόν)及表示原因的属格(τῆς ἐπιεικείας)构成,意为“人们会因他的公正而赞赏他”。句首由Ὅτι μὲν ...引导的从句作为这一赞赏的事实根据。

  2. 1.10ἃ δὲ μὴ λέγει μὲν αὐτόθεν, ἑπόμενα δέ ἐστιν ἀναγκαίως οἷς τίθησι, ταῦτ’ ἂν εἴη λέγειν ἡμέτερον.

    主句骨架为 ταῦτα λέγειν ἂν εἴη ἡμέτερον [ἔργον](说明这些事当是我们的职责)。关系从句 ἃ δὲ μὴ λέγει μὲν αὐτόθεν, ἑπόμενα δέ ἐστιν ... 先于主句的指示代词 ταῦτα 出现。οἷς 为包含先行词的吸引关系代词,相当于 τούτοις ἅ。

  3. 1.11τῆς μὲν φύσεως τὰ οἷον εἰδικώτατα εἴδη ἐχούσης, ... τῆς δὲ ψυχῆς ... προειληφυίας

    由 μέν ... δέ 并列关联的两组属格独立结构。前半句(τῆς μὲν φύσεως ... ἐχούσης)与后半句(τῆς δὲ ψυχῆς ... προειληφυίας)相对比,分别表明自然保有狭义种之形式,而灵魂则先在预摄更普遍的理法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:11.6-12.23