- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:118.29-119.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努驳斥了亚里士多德针对理念论的反驳(关于偶然相似性、同一事物具有多个范型、以及范型自身亦为摹像之诘难),通过天体秩序、原因的不可分统摄性以及理智形式之间纯粹的相互联合来捍卫范型因。
" Ἐνδέχεται... ἀίδιος." Ἀλλ’ ἡ μὲν ἀπὸ τύχης ὁμοιότης ἐν τοῖς φθαρτοῖς μόνοις ἐπισυμβαίνουσα σπανιωτάτη ἐστί· τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως τὰ μὲν ἀίδια ἔχειν, τὰ δὲ γενητὰ παρὰ τῆς φύσεως δημιουργεῖσθαι οὐκ ἀσκόπῳ ἔοικεν ἔργῳ1 οὐδὲ ἀναιτίως τὴν ταὐτότητα καὶ τὴν ὁμοιότητα διασώζοντι· ἐπεὶ καὶ ἐνταῦθα μὲν κινηθείη ἄν τις καὶ ἑαυτῷ καὶ ἄλλῳ παραπλησίως οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλ’ οὕτω συμβάν, ἡ δὲ ἀπλανὴς καὶ ἕκαστον τῶν αἰθερίων ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως κινεῖται. οὐ χρὴ οὖν τὰ ὀλιγάκις τοῖς τελευταίοις τῶν ὄντων ἐπισυμβαίνοντα πρὸς ἀνατροπὴν τῆς τῶν ὄντων τάξεως παραλαμβάνειν.
“可能……永恒。” 但出自偶然的相似性,仅伴随于可毁灭之物中,是极其罕见的;然而,永恒之物始终处于同一状态并以同样方式存在,生成之物由自然所制作,这并不像是一件漫无目的的产物,也不像是在没有原因的情况下保持同一性与相似性。因为在此岸,某人可能会与自身以及与他人相似地运动,并非由于同一原因,而只是偶然如此;但恒星天球与以太各天体却始终处于同一状态并以同样方式运动。因此,不应当拿罕见地伴随于最底层存在物的事情,来推翻存在物的秩序。
"Ἔσται τε πλείω... αὐτοάνθρωπος." Οὐχ ὅσα φαίνεται ἐν τοῖς τῇδε δημιουργήμασι, ταῦτα χρὴ διῃρημένως ἀναπέμπειν καὶ ἐπὶ τὰς πρωτουργοὺς αὐτῶν καὶ νοητὰς αἰτίας· ἀλλ’ ὁ μὲν ἐνταῦθα ἄνθρωπος καὶ ζῷον ἔσται καὶ δίπουν καὶ λογικὸν καὶ θνητὸν καὶ ἄλλα μυρία, ὁ δὲ αὐτοάνθρωπος τούτων μὲν οὐδέν, ἀμερῆ δὲ τήν τε τῶν ψυχικῶν καὶ φυσικῶν καὶ αἰσθητῶν ἀνθρώπων αἰτίαν ἐν ἑαυτῷ περιείληφε καὶ ἐξαρκεῖ τῷ τῇδε ἀνθρώπῳ δημιουργουμένῳ κατ’ ἐκεῖνον πάντα χορηγεῖν, ὅσα αὐτῷ συντελεῖ πρὸς τὴν ἐνθάδε ὑπόστασιν. οὐδὲ οὖν δεῖ τὸν τῇδε ἄνθρωπον πολλῶν ἰδεῶν μετέχειν, καθό ἐστιν ἄνθρωπος· ἀλλ’ εἰ μέν, ὅτι αἰσθητὸς ὢν καὶ τῆς ἐν τῇ φύσει μετέχων τοῦ ἀνθρώπου αἰτίας καὶ τῆς ἐν τῇ ψυχῇ καὶ τῆς ἐν νῷ, ταύτῃ πλειόνων ἰδεῶν λέγοιτο μεταλαγχάνειν, συγχωρεῖν χρή· καὶ οὐδὲν ἄτοπον τὰ τελευταῖα πάντων μετέχειν τῶν πρὸ αὐτῶν, εἰ καὶ τῶν μὲν φύσεως λόγων κυρίως μεταλαμβάνειν ἂν λέγοιτο κατὰ τὸν ἐλλογιμώτατον Ἀμέλιον, τῶν δὲ τῆς ψυχῆς εἰδῶν ἐμφάσεις ὑποδέχεσθαι, πρὸς αὐτὰ δὲ τὰ νοητὰ αἴτια μᾶλλον ὁμοιοῦσθαι. εἰ δὲ ὅτι καθὸ τόδε τὸ εἶδος ἔχει,2 πλειόνων ἐστὶν εἰδῶν ἀποτέλεσμα διὰ τὴν ἐν αὐτῷ τῶν λόγων διαίρεσιν, οὐκ ἐπιτρεπτέον τῷ τὰ αὐτὰ τοῦτον τὸν τρόπον ὑπολαμβάνοντι, ἀλλὰ τὴν μὲν διαίρεσιν καὶ τὸν κατακερματισμὸν τῶν λόγων ἐν τοῖς ἀποτελέσμασιν ἀπολειπτέον, τὴν δὲ ἀμερεστάτην τῶν ὅλων περιοχὴν τοῖς ἐξῃρημένοις αἰτίοις ἀπονεμητέον.
“并且将有多个范型……人自身。” 在此岸的制作物中所显现的一切,并不应当以分割的方式将其一并归溯于其原初动力因与理智原因。相反,此岸的人既是动物、双足的、理性的、必死的,也是无数其他规定;但人自身绝非这些规定中的任何一种,而是在自身中包含着灵魂的人、自然的人和感觉的人的不可分的原因,并且足以向依照那一范型制作的此岸之人供给有助于其在此岸立足存有的一切。因此,此岸的人在其作为人而言,并不需要分有许多理念。但是,如果一方面,因其作为感觉之物而分有自然中人的原因、灵魂中的原因以及理智中的原因,从这一角度被说成分有了多个理念,那么就应当予以承认。而且最底层的存在分有先于它们的所有存在,并无任何荒谬之处——即使按照最负盛名的阿梅利乌斯之见,可以说是严格地分有自然的理性原则,领受灵魂形式的投影像,而对于理智原因本身则毋宁是与之相似。但如果另一方面,是指就其拥有这一形式而言,由于其内部理性原则的分割而成为多个形式的产物,那么绝不可顺从以此种方式理解同一事物的人;而是应当把理性原则的分割与碎片化留给产物,而将对整体的最不可分割的统摄归于超越的原因。
"Ἔτι οὐ μόνον... εἰκών." Εἶναι μὲν ὁλικωτέρας αἰτίας καὶ ἄλλας μερικωτέρας ἐν νῷ θετέον, ἐπεὶ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὴν αὐτὴν ταῖς φαινομέναις σφαίραις τοῦ αἰθέρος τάξιν ὁμολογῶν ἔχειν καὶ τὰ νοερὰ τοῦ παντὸς αἴτια, δῆλός ἐστι συγχωρῶν τὰ μὲν αὐτῶν εἶναι περιληπτικώτερα τὰ δὲ μερικώτερα. οὐ μὴν διὰ τοῦτο ἢ αὐτῷ ἕπεται ἢ ἡμῖν τὸ εἰκόνας τὰ δεύτερα τῶν προτέρων λέγειν.3 ὅλως δὲ ἡνῶσθαι μὲν ἀλλήλοις καὶ χωρεῖν δι’ ἀλλήλων καθαρῶς καὶ ἀσυγχύτως τὰ θεῖα εἴδη καὶ νοερὰ λέγοιτ’ ἄν, μετέχειν δὲ καθάπερ αἱ δεύτεραι καὶ πολλοσταὶ φύσεις αὐτῶν μετέχουσιν οὐδαμῶς ἂν ἀλλήλων λέγοιντο. πάντα οὖν πρῶτα τἀκεῖ καὶ ἀληθῆ καὶ τῶν μεθ’ ἑαυτὰ παραδείγματα καὶ [τὸ] τῆς εἰκόνος οὐδεμίαν ἐν ἑαυτοῖς παρείσδυσιν ἐπιδέχεται.
“此外,不仅是感觉事物的范型……摹像。” 确实应当设定理智中存在更为普遍的原因与其他更为个别的原因,因为亚里士多德自己既然承认宇宙的理智原因具有与以太的可见天球相同的秩序,显然也就承认了它们之中有些更具包容性,有些则更为个别。然而并不因此对他或对我们而言,就必然得出将后顺位之物称为先顺位之物的摹像这一结论。总的来说,神圣的理智形式可以说是彼此联合、纯粹且不相混淆地相互贯通的,但决不能说它们彼此分有,就像那些第二级的、退居其后多次的本性分有它们那样。因此,彼岸的一切皆是首要的、真实的,并且是其后继之物的范型,其自身之中绝不容许摹像的任何潜入。
- 3.38τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως τὰ μὲν ἀίδια ἔχειν, τὰ δὲ γενητὰ παρὰ τῆς φύσεως δημιουργεῖσθαι οὐκ ἀσκόπῳ ἔοικεν ἔργῳ
动词 ἔοικεν 的主语是带有冠词的不定式短语整体“τὸ ... ἔχειν, τὰ δὲ ... δημιουργεῖσθαι”,并带与格补足语 ἔργῳ(以及分词 διασώζοντι)。τὰ μὲν ἀίδια 与 τὰ δὲ γενητά 分别作为各自不定式的逻辑主语。
- 3.39ἀλλ’ εἰ μέν, ὅτι αἰσθητὸς ὢν ... εἰ δὲ ὅτι καθὸ τόδε τὸ εἶδος ἔχει
句式由两个相对比的条件句构成:“εἰ μέν, ὅτι ... συγχωρεῖν χρή”与“εἰ δὲ ὅτι ... οὐκ ἐπιτρεπτέον”。前者承认就分有不同层级的原因(自然、灵魂、理智)而言的“分有多个理念”,后者则拒绝在同一形式中为每个分析性要素(如动物、双足等)预设各自理念的做法。
- 3.40οὐ μὴν διὰ τοῦτο ἢ αὐτῷ ἕπεται ἢ ἡμῖν τὸ εἰκόνας τὰ δεύτερα τῶν προτέρων λέγειν.
用于非人称的 ἕπεται 的真实主语是带冠词的不定式短语“τὸ ... λέγειν”。在该短语内部,τὰ δεύτερα 为宾格主语,εἰκόνας 为补足成分(谓词性宾格),τῶν προτέρων 为附属于 εἰκόνας 的关系属格。
