- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:117.13-118.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努针对亚里士多德将理念称为范型斥为诗意隐喻的批评(1079b24),从制作性理智的视角维护了《蒂迈欧篇》的主张,论证了亚里士多德自身的不动推动者(超越形式)既然作为目的因,就必然同时也充当着动力因与范型因。
" Τὸ δέ γε λέγειν... ἀποβλέπον." Φανταστῶς γὰρ αὐτῶν ἀκούομεν καὶ μορφωτικῶς· διὸ καὶ δοκοῦσιν αἱ φωναὶ μετενηνέχθαι ἀπὸ τῶν παρ’ ἡμῖν ζωγράφων ἢ τῶν ἄλλων χειροτεχνῶν, ἐπεὶ νοῦν τις δημιουργικὸν ὑποστάτην καὶ αἴτιον τῶν ὅλων ἐνθυμηθείς, αὐτῷ τῷ εἶναι κατὰ τὴν αὑτοῦ ἰδιότητα τὰ πάντα γεννῶντα καὶ ἀξιοῦντα προνοίας ὑποθέμενος, οὐκ ἂν ἐπιζητήσειεν1 οὔτε τὸ ποιητικὸν αἴτιον τῶν πάντων οὔθ’ ὅπως παράδειγμα λέγομεν εἶναι τὸ ποιοῦν καὶ τὰ ἐν αὐτῷ τῆς διακοσμήσεως. πῶς δὲ καὶ διαρρήδην εἰπόντος τοῦ Πλάτωνος “ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον, ὅσαι τε καὶ οἷαι, καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη δεῖν καὶ τόδε σχεῖν,” ὡς μηδενὸς τοιούτου ῥηθέντος ἐπιζητεῖ, τί τὸ ποιοῦν πρὸς τὸ παράδειγμα· ἔδει γὰρ μὴ κατανωτίζεσθαι τὰ ῥηθέντα σαφῶς, ἀλλ’ εἴπερ εἶχέ τι πρὸς αὐτὰ λέγειν, μνημονεύσαντα τῆς δόξης τοῖς ἐγχωροῦσιν ἐλέγχοις κατ’ αὐτῆς χρήσασθαι· ὁ δὲ τοσοῦτον ἀπέχει τοῦ δύνασθαί τι πρὸς τὴν ἀληθῆ τοῦ Πλάτωνος θεωρίαν εἰπεῖν, ὡς ἀναγκάζεσθαι2 κἄν τε συγχωρῇ κἄν τε ἀπαγορεύῃ, τὰ αὐτὰ τρόπον ἕτερον ἐκείνῳ φθέγγεσθαι. τὰ γὰρ χωριστὰ εἴδη τὰ παρ’ αὐτῷ τελικὰ μέν ἐστιν αἴτια καὶ ἐφετὰ τοῖς ὅλοις καὶ τοῦ εὖ καὶ τῆς τάξεως τῆς ἐγκοσμίου κατ’ αὐτῶν αἴτια· δῆλον δὲ τῷ μετὰ συνέσεως ἐπισκεπτομένῳ τὰ ῥηθέντα, ὅτι καὶ ποιητικὰ ἂν εἴη τῶν τῇδε· οὐ γὰρ ἄλλο μὲν τῆς οὐσίας καὶ τοῦ εἴδους αἴτιον, ἄλλο δὲ τῆς τελειότητος. εἰ δὲ καὶ ἀπειροδύναμά ἐστι τὰ οὐράνια σώματα διὰ τὴν ἐκείνων ἔφεσιν, ἤτοι ἀφ’ ἑαυτῶν ἔχει τὴν ἔφεσιν καὶ τὴν δύναμιν τὴν ἄπειρον ἢ ἀπ’ ἐκείνων ἄμφω ἢ τό γε δεύτερον χορηγεῖται. ἀλλ’ ἑαυτοῖς μὲν ἀπείρου δυνάμεως οὐκ ἂν εἴη αἴτια· παντὸς γὰρ πεπερασμένου καὶ ἡ δύναμις πεπέρανται. εἴτε δὲ ἄμφω εἴτε τὸ δεύτερον μόνον ἐκεῖθεν, δυνάμεως ὄντα τῆς κατὰ φύσιν καὶ τῆς ἀιδίου χορηγὰ καὶ τοῦ εἶναι [καὶ] τοῖς δυναμουμένοις αἴτια, οἷς ὑπῆρξεν ἂν καὶ μηκέτ’ εἶναι, εἰ μὴ τὴν δύναμιν ἐκεῖθεν ὑπεδέχετο. διὸ καὶ ὁ Πλάτων πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν ἔφη συμπεσοῦσαν στήσεσθαι, εἰ μὴ εἴη τὸ ἀσώματον εἶδος τὸ εἰς ἑαυτὸ συννεῦον, καὶ πρώτως μὲν εἰς ἑαυτὸ ἐνεργοῦν, δευτέρως δὲ καὶ τὰ ἐξηρτημένα τῆς αὑτοῦ καλλονῆς διεγεῖρον καὶ κινοῦν. οὕτω μὲν οὖν καὶ τὴν ποιητικὴν αἰτίαν ἔχοντα φανεῖται τὰ παρ’ αὐτῷ χωριστὰ εἴδη, κἄν τε ὁμολογῆται τοῦτο παρ’ αὐτοῦ κἄν τε ἀπαγορεύηται. ἔστ’ ἂν γὰρ ἢ καὶ ἐφέσεως καὶ δυνάμεως αὐτόθεν ὑπάρχῃ χορηγά3 ἢ δι’ ἐφέσεως δυνάμεως ἢ δυνάμεως μόνης, ὑπάρχῃ δὲ πρὸς τούτῳ καὶ τοῦ εὖ καὶ τῆς τάξεως καὶ τῆς ἀιδιότητος αἴτια, πῶς οὐχὶ καὶ τοῦ εἶναι τὴν πρωτουργὸν αἰτίαν εἴη ἂν προειληφότα; ὅτι δὲ καὶ παραδείγματα ἔσται τῶν τῇδε κατὰ τὰς αὐτοῦ ὑποθέσεις, φανερὸν ἐντεῦθεν· ἀρέσκει αὐτῷ τὰ χωριστὰ εἴδη τοῦτον ἔχειν διαιωνίως τὸν λόγον πρὸς ἄλληλα, ὃν καὶ τοῦ αἰθέρος αἱ ἐμφανεῖς σφαῖραι· οὐκοῦν ἤτοι ἀπὸ τύχης ἡ ὁμοιότης ἢ ἕν τι πρὸ τούτων ἀμφοῖν αἴτιον τῆς μιᾶς τάξεως ἢ τὰ ἕτερα τοῖς ἑτέροις τῆς ἑαυτῶν μεταδίδωσι τάξεως. ἀλλ’ οὔτε εἰκαῖον οὐδὲν ἐν τοῖς ἀρχηγικοῖς αἰτίοις οὔθ’ ὑπέρτερόν τι παρ’ αὐτῷ τῶν χωριστῶν εἰδῶν· τὸ γὰρ ἓν καὶ ἀπλήθυντον καὶ ὑπερούσιον ἀρνεῖται· λείπεται ἄρα θάτερα τοῖς ἑτέροις μεταδιδόναι τῆς ἑαυτῶν τάξεως. καὶ δῆλον ὅτι τὰ χωριστὰ τοῖς αἰσθητοῖς· οὐ γὰρ δὴ ἀνάπαλιν θέμις, οὐδ’ ἂν αὐτὸς ὅλως συγχωρήσειεν ἀπὸ τῶν τελευταίων ἐκεῖνα χραίνεσθαι. παραδείγματα ἄρα τῶν τῇδε τἀκεῖ καὶ ποιητικὰ αἴτια, εἴπερ καὶ τελικὰ καὶ χορηγὰ δυνάμεως καὶ ἀιδιότητος· πῶς ἂν οὖν ἐλέγχοι τὸν διδάσκαλον, ὃς ἐξ ὧν δίδωσιν, εἰς ταὐτὸν ἐκείνῳ δόγμα καὶ ἑκὼν καὶ ἄκων καταναγκάζεται;
“而说……凝视着。” 因为我们是以表象和赋予形象的方式听取这些话语的;正因如此,这些用语似乎是从我们身边的画家或其他手工艺人那里借用而来的。因为如果有人领会了一位作为整体的建立者和原因的制作性理智,并设定它依凭自身的存在、按照自身的特性生成万物并施以摄理照管,他就不会探究万物的动力因,也不会探究我们何以称制作者及其内部的事物为世界秩序的范型。 而柏拉图已经明确说过:“因此,正如理智察看到存在于那真实动物之中的诸形式,无论有多少种、是何等样式,他也构想这一个[宇宙]也应当具有如此多、如此样的形式”,他又怎能仿佛未曾说过任何此类话语一样,去探究到底是什么凝视着范型进行制作呢?因为他本不应当对明白道出的言论置之不理,而是如果确实对此有什么反驳意见,就应当先提及这一见解,然后运用可能的手法对其进行反驳。然而,他远未能对柏拉图的真实观照提出任何异议,以至于无论他是承认还是否认,都被迫以另一种方式道出与柏拉图相同的道理。 因为在他自己的学说中,超越的分离形式确实是万物的目的因和渴望的对象,并且是它们获得善好状态和世界秩序的原因;而对于以明达之心考察所说之理的人而言,显而易见的是,它们也应当是此岸事物的动力因,因为实体与形式的原因并非一者,而完全性的原因又为另一者。而且,如果天体是因对那些形式的渴望而具有无限的能力,那么天体要么是由自身拥有渴望与无限能力,要么二者皆来自那些形式,要么至少第二者是由其供应的。但是天体不可能自身成为其无限能力的原因,因为凡有限之物,其能力亦是有限的。而无论二者皆来自彼处,抑或仅第二者来自彼处,那些形式作为自然能力与永恒能力的供应者,也是被赋能者存在的原因,若这些被赋能者没有从彼处领受能力,它们本已不复存在。因此柏拉图也说过,全天与一切生成必将崩溃聚合在一起而停滞不前,除非存在着朝向自身回转的无形体形式,它首要地作用于自身,次要地唤醒并推动依存于其自身之美的事物。 因此,即使这一点在他那里无论被承认还是被否认,他体系中的分离形式都将被显明具有动力因的地位。因为只要它们直接是渴望与能力的供应者,或通过渴望成为能力的供应者,或仅仅是能力的供应者,并且除此之外还是善好状态、秩序与永恒性的原因,它们又怎能不预先包含存在的原初动力因呢? 至于依照他自己的假说,那些形式也必然是此岸事物的范型,由此便可明白:他赞同分离形式彼此之间永恒具有的比例关系,与以太的可见天球所具有的比例关系是相同的。由此可知,这种相似性要么出自偶然,要么在这二者之前存在某个单一的原因作为单一秩序的起因,要么是一方将其自身的秩序分赐给另一方。但在首要的原因中绝无偶然之物,而在他的体系中也没有任何高于分离形式的东西,因为他否认了一、无多性与超实体的存在。因此,只剩下一方将其自身的秩序分赐给另一方。而且显然是分离形式分赐给感觉事物;因为反过来绝对是不合神圣法则的,他自己也绝不会允许那些高贵者被最底层的存在所玷污。因此,如果彼岸之物确实是目的因,并且是能力与永恒性的供应者,那么它们也就是此岸事物的范型因与动力因。那么,既然他从自己所承认的前提中,无论情愿与否都被迫归入与柏拉图相同的学说,他又怎能驳倒自己的老师呢?
- 3.37ἐπεὶ νοῦν τις δημιουργικὸν ὑποστάτην καὶ αἴτιον τῶν ὅλων ἐνθυμηθείς, αὐτῷ τῷ εἶναι κατὰ τὴν αὑτοῦ ἰδιότητα τὰ πάντα γεννῶντα καὶ ἀξιοῦντα προνοίας ὑποθέμενος, οὐκ ἂν ἐπιζητήσειεν
在连词 ἐπεί 引导的从句中,两个不定过去时分词 ἐνθυμηθείς 与 ὑποθέμενος 充当条件分词,作为主句潜能希求法 οὐκ ἂν ἐπιζητήσειεν 的条件从句(“因为如果有人领会了……并设定了……他就不会探究……”)。
- 3.37ὁ δὲ τοσοῦτον ἀπέχει τοῦ δύνασθαί τι πρὸς τὴν ἀληθῆ τοῦ Πλάτωνος θεωρίαν εἰπεῖν, ὡς ἀναγκάζεσθαι
短语 τοσοῦτον ἀπέχει τοῦ 搭配带冠词不定词(“他远未能……”),后接表示结果的 ὡς 加不定词 ἀναγκάζεσθαι(“以至于他被迫……”)。
- 3.37ἔστ’ ἂν γὰρ ἢ καὶ ἐφέσεως καὶ δυνάμεως αὐτόθεν ὑπάρχῃ χορηγά
ἔστ’ ἂν(相当于 ἕως ἂν)支配虚拟语气 ὑπάρχῃ,引导时间兼条件从句(“只要它们是……”),主句则由带有潜能希求法的反问句 πῶς οὐχὶ ... εἴη ἂν προειληφότα; 构成。
