← 叙利亚努斯

亚里士多德《形而上学》注释

§116.4-117.12

作为感觉事物之因与知识依据的理念辩护

针对亚里士多德关于理念对感觉事物的生成、运动及知识毫无助益的批评(1079b12–23),叙利亚诺指出理念作为动力因、范型因和目的因维持着自然秩序与事物存续,并且构成了真知的依据,以此为理念论辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.34

" Πάντων... αἴτια αὐτοῖς." Περὶ τοῦ χρησίμου τῶν ἰδεῶν ἐπιζητεῖ, μὴ ἄρα οὐδὲν συμβάλλονται τοῖς αἰσθητοῖς καὶ ὑποτεθεῖσαι εἶναι. ῥητέον οὖν ὡς πάντα μὲν τὰ θεῖα διὰ τὰς ἀρχὰς τὰς ἑαυτῶν καὶ δι’ ἑαυτὰ καὶ ἔστι καὶ τοιαῦτά ἐστιν· οὐ μὴν ἀλλ’ ἐπειδὴ γεννητικὴ καὶ προνοητικὴ αὐτῶν ἐστιν ἡ ὕπαρξις, εἰ καὶ μὴ τῶν δευτέρων ἕνεκεν ὑπέστη, ἀλλ’ οὖν καὶ οὐσίας καὶ δυνάμεως καὶ τελειότητος ἁπάσης μεταδίδωσι τοῖς μεθ’ ἑαυτά. καὶ δὴ καὶ διὰ τὰ εἴδη τά τε ἀίδια τῶν αἰσθητῶν καὶ ὑπέστη καὶ ἀίδια μένει, τοιαῦτα ὄντα τῷ ἐκείνων ἔρωτι πρὸς ἄπαυστον ζωὴν καὶ κίνησιν ἀνεγειρόμενα, τά τε θνητὰ καὶ ἔνυλα τῆς φύσεως δημιουργήματα πότ’ ἂν τὴν εἰς τὰ ὄντα πάροδον ἐδέξατο, μὴ τῆς φύσεως καὶ τῶν χρωμένων τῇ φύσει δημιουργικῶν αἰτίων πρὸς ὡρισμένα ἄττα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα τὴν ποίησιν ἀναφερόντων;1 διὰ τί γὰρ μὴ ἐκ τῆς τυχούσης μεταβολῆς ἡ τυχοῦσα παρήγετο, ἀλλ’ ὡρισμέναι τῆς φύσεως αἱ μεταβάσεις καὶ αἱ δίοδοι φαίνονται, εἰ μή τις ἦν τάξις μὲν ἐν τοῖς τῆς φύσεως λόγοις προυπάρχουσα, [τὸ] πρὸ τάξεως δὲ ἀμερὲς αἴτιον τῷ δημιουργοῦντι τὰ ὅλα συνυφιστάμενον; καὶ αὐτῷ δὲ ἀρέσκει τῷ Ἀριστοτέλει τὸ πρώτιστον αἴτιον ἀκίνητον ὂν τῆς ὅλης περικοσμίου κινήσεως εἰ καὶ μὴ [ὡς] παραδειγματικὸν ἀλλ’ οὖν αἴτιον εἶναι τελικόν.

“在一切之中……对它们而言是原因。” 关于诸理念的功用,他探究它们即使被设定为存在,是否对感觉事物毫无贡献。因此应当说,一切神圣之物都是因其自身的本原并因其自身而存在,且具有如此性质;不仅如此,由于它们的实在具有生成性与摄理照管性,纵使其生成并非为了第二等的事物,但终究将实体、能力和一切完全性分赐给在它们之后的事物。诚然,由于诸形式,感觉事物中的永恒者才得以生成并保持永恒,它们作为此类事物,正是出于对那些形式的爱慕而被唤醒,走向无休止的生命与运动;而自然那些可死且质料性的受造物,若非自然以及运用自然的制作性诸原因将制作活动指向某些确定的、始终保持如一且处于同一状态的事物,又怎能获得进入存在领域的通道呢?因为,若非在自然的诸理性法则中预先存在着某种秩序,并且在制作整体的造物主身旁共同实存着秩序之先的不可分割的原因,为何偶然的变化不会产生偶然的结果,而自然的诸过渡与历程反倒显得秩序井然呢?并且亚里士多德本人也同意,那整个环宇运动的最第一的、不动的因,即便不是范型因,终究也是目的因。

§3.35

"Ἀλλὰ... δόξαν." Ὅτι μὲν πρὸς ἐπιστήμην τῶν πραγμάτων ἡ τῶν ἰδεῶν θεωρία μεγάλα συμβάλλεται, δηλοῖ πολλαχοῦ μὲν ὁ θεῖος Πλάτων, μάλιστα δὲ ἐν Παρμενίδῃ, οὐδὲ ὅποι τις τρέψει τὸ τῆς διανοίας ὄμμα καταλελεῖφθαι φάς, εἰ μὴ τὴν ὡρισμένην τῶν εἰδῶν αἰτίαν ἐπισκέπτεσθαι δύναιτο. καὶ ἐν Φαίδωνι δὲ αἱ κυριώταται τῶν τῆς ψυχικῆς ἀθανασίας ἀποδείξεων τῇ τῶν ἰδεῶν ἀρχῇ καὶ ὑποθέσει κέχρηνται· οὐ μὴν ἀλλὰ καὶ πρὸ παντὸς λόγου τοῦτο ἄν τις οὐ χαλεπῶς θεωρήσειεν· εἰ γὰρ αἰεὶ τὰς εἰκόνας ἐκ τῆς ἐπὶ παραδείγματα γιγνώσκομεν ἀναφορᾶς, πῶς ἔνεστιν εἰκόνα ὄντα τόνδε τὸν αἰσθητὸν κόσμον τοῦ νοητοῦ μὴ διὰ τοῦτον καὶ ἐκεῖνον γνωρίζεσθαι;2 τὸ δὲ μὴ διὰ τοῦτο συντελεῖν ἡμῖν τὴν τῶν ἰδεῶν θεωρίαν εἰς τὴν ἐπιστήμην τῶν τῇδε, ὅτι μήτε οὐσίαι τούτων ἐκεῖναι μήτε συμβεβηκότα, παντὶ μᾶλλον ἔπρεπε λέγειν ἢ ἀνδρὶ ἀποδεικτικῷ·3 εἴπερ γὰρ ἐκ προτέρων αἱ ἀποδείξεις καὶ αἰτιωτέρων, οὔτε διὰ τῶν ἑαυτοῦ στοιχείων ἐπιστητὸν ἄν τι γένοιτο (οὐ γὰρ αἴτια κυρίως ταῦτα, εἰ μὴ ὡς δουλεύοντα τοῖς ἀληθεστέροις αἰτίοις εἰς γένεσιν), οὔτε πολλῷ πλέον διὰ τῶν ἐνυπαρχόντων αὐτῷ συμβεβηκότων. τὰ μὲν οὖν Ἀναξαγόρᾳ περὶ τῶν ὁμοιομερῶν εἰρημένα καὶ τὰ Εὐδόξῳ περί τινων τοιούτων ἠπορημένα ἔστω λίαν εὐκίνητα· τὰ δέ γε εἴδη τῆς οὐσίας αἴτια ὄντα τοῖς τῇδε καὶ τοῦ εὖ καὶ τῆς μονῆς ἀναγκαίως καὶ τῆς ἐπιστήμης αὐτῶν τὴν πᾶσαν ἐπιφέρει τελείωσιν.

“然而……见解。” 对诸理念的观照对于事物的科学认识具有巨大贡献,这一点神圣的柏拉图在许多地方都已表明,尤其在《巴曼尼得斯篇》中,他断言若不能考察诸形式的确定原因,人们甚至连理智之眼投向何处都无法保有。在《斐多篇》中,关于灵魂不朽的最主要的诸证明也运用了理念的本原和假说;不仅如此,甚至在一切论辩之前,人们也不难观照到这一点:因为如果我们始终是通过对照范型来认识影像,那么当这个感觉世界是可知世界的影像时,通过这一个〔可知世界〕,那一个〔感觉世界〕又怎能不也被认识呢?至于说因为那些形式既非这些事物的实体亦非偶性,对理念的观照对我们认识此岸事物就毫无助益,这种说法由任何其他人来说,都比出自一位擅长论证的人之口更为相称;因为如果论证是从更先者和更具原因性者出发的,那么既不可能通过事物自身的元素使任何东西成为科学认识的对象(因为这些元素若非作为服役于更真实原因的工具以参与生成,便不是严格意义上的原因),更不可能通过其内在的偶性来认识。因此,阿那克萨戈拉关于同质部分的言论以及欧多克索关于某些此类事情所提出的疑难,就任由它们极易被驳倒吧;而形式作为此岸事物实体的因、善好状态与持存的因,必然也会带来对其认识的全部完满。

§3.36

"Ἀλλὰ μὴν... λέγεσθαι." Ὅτι μὲν οὔτε ὡς ἐξ ὕλης οὔτε ὡς ἐκ στερήσεως οὔτε κατὰ τὸν συγκειμένων τρόπον οὔτε ὡς ἐξ εἴδους ἐνύλου φαμὲν ἐκ τῶν ἰδεῶν τὰ τῇδε συνίστασθαι, πρόδηλον, ἐπεὶ μηδὲν τούτων ἀληθές ἐστιν αἴτιον, τὰ δέ γε εἴδη τὰς κυριωτάτας αἰτίας καὶ πάντων περιληπτικωτάτας καὶ ἐξῃρημένας περιέχει τῶν ἐγκοσμίων ἁπάντων, τὰς ποιητικὰς τὰς παραδειγματικὰς τὰς τελικάς.

“然而绝非……被说及。” 显然,我们绝非主张此岸事物从理念中构成是如同出于质料、出于缺失、依复合者的方式,抑或出于质料中的形式,因为这些没有一个是真实的原因;而诸形式则包含了一切尘世事物的最首要的、总括一切的且超越的诸原因,即动力因、范型因和目的因。

语法注3 条
  1. 3.34πότ’ ἂν τὴν εἰς τὰ ὄντα πάροδον ἐδέξατο, μὴ τῆς φύσεως καὶ τῶν χρωμένων τῇ φύσει δημιουργικῶν αἰτίων πρὸς ὡρισμένα ἄττα καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα τὴν ποίησιν ἀναφερόντων;

    由 ἄν 与直陈式不定过去时(ἐδέξατο)构成的与过去事实相反的结论从句,与带有否定词 μή 的独立属格结构(μὴ ... ἀναφερόντων,充当条件从句)相结合。通过这一修辞性疑问(‘若非……又怎能获得进入存在领域的通道呢?’),确立了对范型因的必然依赖。

  2. 3.35πῶς ἔνεστιν εἰκόνα ὄντα τόνδε τὸν αἰσθητὸν κόσμον τοῦ νοητοῦ μὴ διὰ τοῦτον καὶ ἐκεῖνον γνωρίζεσθαι;

    由非人称动词 ἔνεστιν 引导的带对格的不定式结构。分词短语 εἰκόνα ὄντα ... τοῦ νοητοῦ 修饰对格主语 τόνδε τὸν αἰσθητὸν κόσμον(近指代词指感觉世界)。在被动不定式 γνωρίζεσθαι 的结构中,介词短语 διὰ τοῦτον 回指邻近的可知世界,而 καὶ ἐκεῖνον 则回指较远的前述对格主语 τόνδε τὸν αἰσθητὸν κόσμον(感觉世界,‘那一个也……’),复指不定式的主语,表达作为影像的感觉世界也通过其可知范型而被认识。

  3. 3.35τὸ δὲ μὴ διὰ τοῦτο συντελεῖν ἡμῖν τὴν τῶν ἰδεῶν θεωρίαν εἰς τὴν ἐπιστήμην τῶν τῇδε, ὅτι μήτε οὐσίαι τούτων ἐκεῖναι μήτε συμβεβηκότα, παντὶ μᾶλλον ἔπρεπε λέγειν ἢ ἀνδρὶ ἀποδεικτικῷ·

    冠词化不定式短语 τὸ ... μὴ ... συντελεῖν 置于句首,作为话题化的主语概括了亚里士多德的主张(‘理念的观照无助于对事物的认识’),其内部嵌套了说明理由的 ὅτι 从句。主句动词为非人称过去时 ἔπρεπε,后接表语与格 παντὶ μᾶλλον ... ἢ ἀνδρὶ ἀποδεικτικῷ(‘由任何人说都比由擅长论证的人说更为相称’)。这一惯用比较结构凸显了该主张与亚里士多德自身所标榜的严密论证标准之间的矛盾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:116.4-117.12