← 叙利亚努斯

亚里士多德《形而上学》注释

§115.4-116.3

关于理念与感觉事物界说同异的反驳

针对亚里士多德在《形而上学》1079b3中对“将同一界说加诸理念与感觉事物并分别附以‘可知的’与‘感觉的’”这一立场的批判,叙利亚努反驳指出理念本身不可定义,即便可定义,范型与影像也无须强求同一界说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.33

" Εἰ δὲ... δίπουν." Τὸ μὲν λεγόμενον τοιοῦτόν ἐστιν· εἰ δέ τις μήθ’ ἁπλῶς συνωνύμως λέγοι τὰς ἰδέας τοῖς τῇδε μήθ’ ἁπλῶς ὁμωνύμως, ἀλλὰ τὸν αὐτὸν μὲν ἐφαρμόζοι λόγον καὶ τῇ ἰδέᾳ καὶ τῷ πρὸς αὐτὴν ἀπεικασμένῳ, προστιθείη δὲ ἐπὶ μὲν τῆς ἰδέας τὸ νοητὸν εἰ τύχοι, ἐπὶ δὲ τῶν τῇδε τὸ αἰσθητόν, οἰήσεται μέν τι λέγειν, οὐδὲν δὲ κατά γε τὸ ἀληθὲς ἐρεῖ· τίνι γὰρ τῶν ἐν τῷ ὁρισμῷ τὸ νοητὸν ἢ τὸ αἰσθητὸν προσνέμοι; οἷον εἰ κύκλος μὲν εἴη φανταστός, εἴη δὲ καὶ αὐτὸς κύκλος ὁ νοητός, λέγοι δέ τις ἑκάτερον μὲν αὐτῶν σχῆμα εἶναι ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι [πρὸς τὴν περιφέρειαν] ἴσαι ἀλλήλαις εἰσίν, ἀλλὰ τὸν μὲν αὐτοκύκλον σχῆμα λέγοι νοητόν, τὸν δὲ παρ’ ἡμῖν σχῆμα φανταστὸν ἢ αἰσθητόν, σκοπεῖν δεῖ, φησί, μὴ οὐδὲν ᾖ τὸ λεγόμενον·1 τίνι γάρ, φησί, τὸ νοητὸν ἢ τὸ αἰσθητὸν συντάξει; τῷ σχήματι ἢ τῷ ἐπιπέδῳ ἢ τῇ γραμμῇ ἢ τῷ σημείῳ; πάντα γὰρ οὐσίαι τὰ εἰς τὸν ὁρισμὸν παραλαμβανόμενα, ὡς ἐπὶ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον καὶ τὸ δίπουν. χρὴ δὲ πρὸς αὐτὸν φιλαλήθως μὲν ἀπαντῶντα λέγειν, ὅτι μηδὲ τὴν ἀρχὴν ὅρον ἔδει τῆς ἰδέας ἀποδιδόναι (τὰ γὰρ ἀμέριστα καὶ ἁπλᾶ εἴδη καὶ νοερὰ καὶ τῶν ὁριστικῶν λόγων ἐξῄρηται καὶ πάντων τῶν κατὰ διέξοδον καὶ ἀνέλιξιν θεωρεῖσθαι πεφυκότων, ὡς ἐν ταῖς Ἐπιστολαῖς ὁ θεῖος Πλάτων περὶ τοῦ οὐσιώδους κύκλου διείλεκται, ἄλλο τι αὐτὸν εἶναι λέγων παρὰ τὸν ὁριστὸν καὶ ἐπιστητόν· καὶ αὐτὸς ὁ δαιμόνιος Ἀριστοτέλης ἐν τῷ Η ταύτης τῆς πραγματείας ἐδικαίωσε τῶν πάντη καὶ τελέως ἁπλῶν εἰδῶν μηδ’ ὁρισμὸν εἶναι), συγκαθιέντα δὲ αὑτῷ καὶ εἰς τὰς καθ’ ἕκαστον ἐπιχειρήσεις εἰπεῖν,2 ὅτι εἰ καὶ ὁριστὰ ἦν τὰ εἴδη, οὐκ ἀνάγκη τοῖς αὐτοῖς ἦν ὁρισμοῖς ἡμᾶς ἐπί τε τῶν τῇδε κεχρῆσθαι καὶ ἐπὶ τῶν παραδειγμάτων· οὐ γὰρ δὴ τῆς εἰκόνος τοῦ Σωκράτους ὁ αὐτὸς λόγος καὶ τοῦ Σωκράτους, καίτοι γεγονυίας τῆς εἰκόνος πρὸς τὸ Σωκρατικὸν εἶδος. εἰ δέ τις καὶ τὸν αὐτὸν ὁρισμὸν ἀμφοῖν ἀπεδίδου, τί ἐκώλυε καθ’ ἕκαστον τῶν λεγομένων ἐφ’ ὧν μὲν τὸ νοητὸν ἀκούειν, ἐπὶ δὲ τῶν τῇδε τὸ αἰσθητόν; νοητῶς γὰρ πάντα ὑπάρχειν, εἴπερ ὅλως ὑπῆρχεν, εὔλογον ἦν τῇ ἰδέᾳ, φυσικῶς δὲ τοῖς πρὸς αὐτὴν ἀπεικασθεῖσιν. οὔτ’ οὖν ὁριστὴ ἡ ἰδέα κατά γε τὸ ἀληθές, οὔτε εἰ ἦν ὁριστή, τῷ αὐτῷ ἂν ὅρῳ τοῖς ἀποτελέσμασιν ἐκρατήθη,3 οὔτε εἰ τούτοις τις συνεχώρησε πᾶσιν, ἐκωλύετο νοητῶς μὲν αὐτὰ τοῖς παραδείγμασιν ἀπονέμειν, φανταστικῶς δὲ ἢ φυσικῶς ταῖς εἰκόσιν· οὐδὲ γὰρ τοῦτο ἦν ἄτοπον τὸ πᾶσι τοῖς χωριστοῖς εἴδεσι τὸ νοητὸν ὑπάρχειν ὥσπερ τοῖς ὑπὸ τὸ αὐτὸ γένος οἷον τοῖς τισὶν ἐπιπέδοις τὸ γενικὸν ἐπίπεδον.

“并且如果……两足的。” 所言之意如下:若有人说诸理念对此岸事物既非单纯同名同义,亦非单纯同名异义,而是将同一界说同时适用于理念以及仿照它而被造出的事物,但若在理念上加上例如‘可知的’,在此岸事物上加上‘感觉的’,他会自以为说出了某种道理,但依真理而言却什么也没有说;因为在定义所包含的各项中,他将把‘可知的’或‘感觉的’归派给哪一项呢?例如,设若存在表象的圆,也存在可知的圆自身,而有人主张它们各自都是‘由一条线所包围的平面图形,从图形内部的一点向其[圆周]所引的一切直线彼此相等’,但称圆自身为‘可知的图形’,称我们身边的圆为‘表象的或感觉的图形’;那么,他[亚里士多德]说,必须考量所言之物是否纯属空话;因为他说,此人究竟将把‘可知的’或‘感觉的’与何者连缀在一起呢?与图形,还是与平面,与线,还是与点?因为被纳入定义中的一切都是实体,正如在人的定义中一样;因为‘动物’是实体,‘两足的’也是实体。 然而应当出于热爱真理而对他回应道:根本就不应当给出理念的界说(因为无部分的、单纯的且理智的形式,超拔于定义性的表述之外,也超拔于一切天然适于通过推演和展开来加以观照的事物之外,正如神圣的柏拉图在《书简集》中论述本质的圆时所说,它是不同于可定义的和可认知之物的另一存在;而神妙的亚里士多德本人在这一论著的第八卷中也裁定,对于处处完全单纯的形式,连定义也是不存在的);并且屈尊依从他而进入逐项的反驳论证中,应当指出:纵使形式是可定义的,我们也无须对在此岸的事物和对范型采用相同的定义;因为苏格拉底画像的界说与苏格拉底本人的界说绝非相同,尽管该画像是参照苏格拉底的形式生成的。即便有人对两者给出了相同的定义,又有什么能妨碍就所言的各个组成部分而言,在前者中理解为‘可知的’,而在本处的诸事物中理解为‘感觉的’呢?因为万物以可知的方式属于理念(如果确实根本属于它的话),而以自然的方式属于摹仿它的事物,乃是合乎情理的。因此,依真理而言,理念既不可定义;纵使其可定义,它也不会与被生成的结果受制于相同的界说;纵使有人退让承认这一切,他也未尝被阻碍将那些属性以可知的方式归于诸范型,而以表象或自然的方式归于诸影像;因为‘可知的’属于一切分离的形式,正如属同一属之下的事物(例如对于个别的平面而言)拥有属的平面一样,这也并非荒谬之事。

语法注3 条
  1. 3.33σκοπεῖν δεῖ, φησί, μὴ οὐδὲν ᾖ τὸ λεγόμενον

    连词 μή 引导带有疑虑、隐忧语气的从属分句,后接虚拟式 ᾖ。与 οὐδέν 连用,表示“需考量所言之物是否纯属空话(无何意义)”。

  2. 3.33χρὴ δὲ πρὸς αὐτὸν φιλαλήθως μὲν ἀπαντῶντα λέγειν ... συγκαθιέντα δὲ αὑτῷ καὶ εἰς τὰς καθ’ ἕκαστον ἐπιχειρήσεις εἰπεῖν

    非人称动词 χρή 支配不定式 λέγειν 与 εἰπεῖν,其逻辑主语由宾格分词 ἀπαντῶντα 和 συγκαθιέντα 承担。前者引出根本不应给出理念定义的原则性回应(ὅτι μηδὲ τὴν ἀρχὴν...),后者则引导迁就对方立场、逐条反驳的让步性论辩(ὅτι εἰ καὶ ὁριστὰ ἦν...)。

  3. 3.33τῷ αὐτῷ ἂν ὅρῳ τοῖς ἀποτελέσμασιν ἐκρατήθη

    这是由 ἄν 与直陈式不定过去时被动态 ἐκρατήθη 构成的与过去事实相反的假想结论从句。与格 τῷ αὐτῷ ὅρῳ 表涵盖或凭借的方式,而与格 τοῖς ἀποτελέσμασιν 则与 τῷ αὐτῷ 呼应(“与被生成的结果受制于相同的定义”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:115.4-116.3