← 叙利亚努斯

亚里士多德《形而上学》注释

§114.1-115.3

理念的范围以及范型与摹本的关系

叙利亚努驳斥了亚里士多德的疑难,梳理了理念所涵盖的范围,指出分有实体性理念的事物自身并不必然是实体,且形式的永恒性等属性是其实体本质而非偶性。他还断定,理念与感觉事物之间的关系既非同名同义,亦非纯粹偶然的同名异义,而是范型与摹本的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.31

" Ἔτι... πολλῶν." Ἐν τούτοις δὴ μᾶλλον ἐμβριθῶς ἠπόρησεν. εἴρηται δὲ καὶ παρὰ τῶν πρεσβυτέρων καὶ παρ’ ἡμῶν ἐν τοῖς ἔμπροσθεν, τίνων εἰσὶν ἰδέαι καὶ τίνων οὔ· καὶ ὅτι οὐσιῶν τῶν καθόλου, οἷον ἀνθρώπου, ἵππου, καὶ εἴ τι τελειοῖ τὰς οὐσίας, οἷον ἀρετῆς, ἐπιστήμης, καὶ εἴ τι ψυχαῖς καὶ σώμασι καὶ φύσεσι παραγίγνεται, οἷον ὁμοιότης ἰσότης μέγεθος καὶ εἴ τι τοιοῦτον· τὰ δὲ μόνοις τοῖς σώμασι συμβεβηκότα ἐν τοῖς τῆς φύσεως λόγοις διωρισμένας αἰτίας ἔχει κατὰ τὸν Ἰάμβλιχον, ἐπεὶ ὅ γε θεῖος Πλωτῖνος ἐφίστησι, μὴ καὶ λευκότητος εἶδος ἐν νῷ θετέον εἶναι. οὐκ εἴ τι οὖν ἓν ἐπὶ πολλῶν νόημα, τούτου ἐστὶν ἰδέα (οὕτω γὰρ ἂν καὶ τῶν παρὰ φύσιν ἦσαν ἰδέαι), ἀλλ’ ὧν μὲν ἰδέαι, τούτων εἰσὶ καὶ καθόλου λόγοι, οὐ μὴν ἀντιστρέφει.1 οὐ μὴν οὐδ’ ὅσων εἰσὶν ἐπιστῆμαι αἱ μὴ κυρίως λεγόμεναι, τούτων ἁπάντων ἐστὶν εἴδη. — τὸ μέντοι οὐσιῶν οὐσῶν αὐτῶν τὰ τῇδε μετέχειν, εὖ εἴρηται· οὐ μὴν εἴ τι οὐσίας μετέχει, τοῦτο οὐσία ἐστί· τὴν γοῦν αὐτοεπιστήμην καὶ τὴν αὐτοδικαιοσύνην οὐσίας εἶναί φαμεν, ἀλλ’ αἱ παρ’ ἡμῖν ἕξεις οὐκ οὐσίαι. κἀκεῖνο δὲ ῥητέον, ὅτι ταῖς ἰδέαις οὐδέν ἐστιν ἐν ὑποκειμένῳ, ἀλλὰ πάντα εἰς οὐσίαν τελεῖ· καὶ γὰρ τῷ αὐτοδιπλασίῳ τὸ ἀίδιον οὐ συμβέβηκεν οὐδὲ κατ’ αὐτὸν τὸν Ἀριστοτέλην· σαφῶς γοῦν ἀπέδειξεν ἐν τῷ I τῆσδε τῆς πραγματείας, ὅτι μηδέν ἐστι φθαρτὸν ἢ ἄφθαρτον κατὰ συμβεβηκός. μᾶλλον οὖν ὧδε ῥητέον, ὅτι πᾶν ἄυλον εἶδος καὶ θεῖον ἐν ἀπληθύντῳ καὶ μονοειδεῖ καὶ ἁπλουστάτῃ οὐσίᾳ πολυδυναμώτατόν ἐστι καὶ μετέχεται οὐ κατὰ πάσας ἑαυτοῦ δυνάμεις ὑπὸ τῶν τῇδε. τὸ οὖν αὐτοδιπλάσιον ἔχει μὲν κατ’ οὐσίαν καὶ τὸ ἀμέριστον καὶ τὸ νοερὸν καὶ τὸ δημιουργικὸν καὶ τὸ ἀΐδιον, καὶ οὐδὲν τούτων ὡς ἐν ὑποκειμένῳ· μετέχεται δὲ ὑπὸ μὲν ψυχῆς τῆς ἄνω κατὰ πλείους ἑαυτοῦ δυνάμεις, ὑπὸ δὲ τῆς ἡμετέρας κατὰ ἐλάττους, ὑπὸ δὲ σωμάτων ἢ δυνάμεων σωματικῶν ἀγαπητῶς κατὰ μίαν ἢ δύο. τὰ μέντοι μετέχοντα τῶν οὐσιῶν οὐκ ἀνάγκη πάντα οὐσίας εἶναι (καὶ περὶ τούτου πολλάκις ὑπεμνήσαμεν), ἀλλ’ ὥσπερ ἀμερῶν [οὐσῶν] μετέχει τινὰ μεριστῶς καὶ νοερῶν ἀνοήτως, οὕτως οὐσιῶν ἀνουσίως· τὸ γὰρ λέγειν ἓν ἐπὶ πολλῶν οὐ τοῦτο ἐδήλου ὡς τοῦ ἑνὸς ὑπὸ τὴν αὐτὴν ὄντος ἐκείνοις κατηγορίαν, ἀλλ’ ὡς ἐξῃρημένης ἐκείνης τῆς ἑνάδος2 ἀφάτοις τισὶν ὑπερβολαῖς τοῦ ἐξ αὐτῆς προϊόντος καὶ πρὸς αὐτὴν ἀπεικασθέντος καὶ εἰς αὐτὴν ἀνηρτημένου πλήθους.

“此外……多数事物。” 在这些论点上,他[亚里士多德]确实提出了更有份量的疑难。关于哪些事物有理念,哪些事物没有,前人以及我们在前文中已经讨论过:即存在普遍实体的理念,如人、马;存在使实体达至完满之物的理念,如德性、知识;以及存在依附于灵魂、物体和自然之物的理念,如相似、相等、量度以及任何此类事物;然而,根据扬布利柯的说法,仅属于物体的附庸偶性在自然的理则中拥有确定的原因,因为神圣的普罗提诺至少指出了,是否连白色的形式也必须在理智中设定。因此,并非凡是多数事物之上的单一思想对象,都有其理念(因为若如此,反乎自然之物也会有理念了);相反,凡有理念之物,皆有普遍理则,但反之并不必然成立。当然,凡属于非严格意义上所谓的知识所关涉的事物,也并非全都存在形式。 ——然而,在它们作为实体的同时,此岸事物分有它们,这话讲得极好。可是,分有实体的某物,并不必然就是实体;至少我们主张知识自身和正义自身是实体,而我们身上的品性却不是实体。并且还必须指出,对于理念而言,没有任何东西是在基质之中的,而是万物都归于实体;因为甚至依据亚里士多德本人,对于二倍自身而言,永恒也绝非作为偶性而附加的;至少他在本著作的第十卷中清楚地证明了,没有任何事物是出于偶性而成为可毁灭或不可毁灭的。因此,毋宁当这样说:每一个非质料且神圣的形式,在非多重化、单形式且最单纯的实体中,都具有极其丰沛的力量,并且并非依照其自身的全部力量而被此岸事物所分有。于是,二倍自身依据实体而拥有无部分性、理智性、造工性以及永恒性,且这些无一如在基质中那样存在;但它被上界灵魂依照其更多的力量所分有,被我们的灵魂依照较少的力量所分有,而被物体或身体机能则勉强依照一种或两种力量所分有。然而,分有实体的事物并非必须全都是实体(关于这一点我们也屡次提醒过),而是正如某些事物以有部分的方式分有无部分者、以无理智的方式分有理智者那样,也是以非实体的方式分有实体的;因为所谓“多数事物之上的一”,并非表示这一与那些事物处于同一范畴之下,而是表示那个一元借由某种不可言喻的卓绝,从由它产生、摹仿它并悬系于它的多数性中超拔出来。

§3.32

"Καὶ εἰ μὲν... αὐτῶν." Ἀλλ’ οὔτε συνώνυμοι τοῖς τῇδε αἱ ἰδέαι (γελοῖον γὰρ καὶ τὸ διαπορεῖν περὶ τούτων, ἵνα μὴ πρὸς τοῖς ἄλλοις καὶ ὁ τρίτος ἄνθρωπος ὥς φασιν ἐπεισίῃ) οὔθ’ οὕτως ὁμώνυμοι ὡς τὰ ἀπὸ τύχης, ἀλλ’ ὡς τὸ παράδειγμα τῇ εἰκόνι, καὶ μάλισθ’ ὅταν αὐτῷ τῷ εἶναι τὸ παράδειγμα τὰς εἰκόνας ὑφιστὰν ἐπιστρέφῃ πρὸς ἑαυτό.3

“并且如果……它们。” 然而,诸理念与此岸事物既非同名同义(因为就这些提出疑难是可笑的,以免除其他难点之外还招致所谓的‘第三人’),亦非如偶然产生之物那样同名异义,而是如范型对于影像那样相关联;尤其是当范型凭借其存在本身便使诸影像得以持存并将其引回自身之时,尤为如此。

语法注3 条
  1. 3.31ἀλλ’ ὧν μὲν ἰδέαι, τούτων εἰσὶ καὶ καθόλου λόγοι, οὐ μὴν ἀντιστρέφει

    此句为相关关系代词结构(ὧν ... τούτων),关系代词 ὧν 为属格,指涉先行词 τούτων。句末的 οὐ μὴν ἀντιστρέφει 是逻辑学惯用语,意为“但反之并不换位(并不逆转成立)”,表明从理念的存在可以推导出普遍理则的存在,但反过来拥有普遍理则并不意味着必然有理念,二者之间是非对称的包含关系。

  2. 3.31οὐ τοῦτο ἐδήλου ὡς τοῦ ἑνὸς ὑπὸ τὴν αὐτὴν ὄντος ἐκείνοις κατηγορίαν, ἀλλ’ ὡς ἐξῃρημένης ἐκείνης τῆς ἑνάδος

    在 οὐ τοῦτο ἐδήλου 之后,两个由 ὡς 引导的对照从句均采用了属格独立结构(τοῦ ἑνὸς ... ὄντος 与 ἐξῃρημένης ἐκείνης τῆς ἑνάδος)。小词 ὡς 表明主观陈述或意图的内容,构成了“并不是表明这一与那些事物属于同一种范畴,而是表明那一元已经超拔于它们”的对比性主干。

  3. 3.32αὐτῷ τῷ εἶναι τὸ παράδειγμα τὰς εἰκόνας ὑφιστὰν ἐπιστρέφῃ πρὸς ἑαυτό

    短语 αὐτῷ τῷ εἶναι 是带有定冠词的不定词与格结构(“凭借其存在本身”),表示手段或原因,τὸ παράδειγμα 则是从句的主语。中性单数分词 ὑφιστάν 与主语 τὸ παράδειγμα 一致,并支配宾格宾语 τὰς εἰκόνας,整体作为状语修饰虚拟式谓语动词 ἐπιστρέφῃ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:114.1-115.3