← 叙利亚努斯

亚里士多德《形而上学》注释

§112.13-113.36

本原与形式层面的单子二元之分及反驳

叙利亚努针对亚里士多德的批评(1079a15,即理念论者通过确立自体的二与自体的单子而废黜了第一诸本原,并把相对数置于本原之前)作出回应,区分了本原层面的单子/二元与形式层面的单子/二元,指出亚里士多德将形式数混同于数量性的单子数是极其肤浅的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.30

" Συμβαίνει... ἀρχαῖς." Ἔλεγον μὲν οἱ ἄνδρες μετὰ τὴν μίαν τῶν πάντων ἀρχήν, ἣν τἀγαθὸν καὶ τὸ ὑπερούσιον ἓν ἠξίουν καλεῖν, δύο εἶναι τῶν ὅλων αἰτίας, μονάδα καὶ τὴν ἀπειροδύναμον δυάδα, καὶ ταύτας τὰς ἀρχὰς καθ’ ἑκάστην τῶν ὄντων τάξιν οἰκείως ἀπετίθεντο· ἔστι γὰρ καὶ τὸ ἀναλογοῦν τἀγαθῷ καθ’ ἑκάστην διακόσμησιν καὶ τὰ πρὸς τὴν μονάδα καὶ τὴν δυάδα τὴν πρώτην ᾠκειωμένα. φησὶ δὲ οὗτος, ὅτι ποιοῦντες αὐτοδυάδα ἐν τοῖς εἴδεσι καὶ αὐτομονάδα, πρῶτον μὲν ἐπειδὴ τὰ πρεσβεῖα πανταχοῦ ταῖς εἰδητικαῖς αἰτίαις ἀπονέμειν εἰώθασι, πρώτας λέγοντες εἶναι ταύτας ἀναιροῦσι τὴν ἐν ταῖς ἀρχαῖς μονάδα καὶ δυάδα (τῆς γὰρ πρώτης δυάδος ἢ μονάδος τίς ἂν εἴη πρεσβυτέρα μονὰς ἢ δυάς;), ἔπειτα δὲ καὶ ἐπειδὴ διπλασία μέν ἐστιν ἡ αὐτοτετρὰς τῆς αὐτοδυάδος, ἡ δὲ αὐτοδυὰς τῆς αὐτομονάδος, ἀριθμοὶ δὲ πάντα ταῦτα, οὐ μόνον ὁ καθ’ αὑτὸ ἀριθμὸς πρεσβύτερος τῶν ἀρχῶν ἀλλὰ καὶ ὁ πρός τι·1 καὶ ὅλως πολλά φησιν εἶναι τοιαῦτα, δι’ ὧν φυλάττειν ἐθέλοντες τὴν περὶ τὰ εἴδη θέσιν ἔλαθον ἑαυτοὺς ἐναντιωθέντες ταῖς οἰκείαις ἀρχαῖς. ταῦτα δὲ ὅτι φορτικῶς εἴρηται καὶ παρὰ θύρας ἀπαντᾷ πρὸς τὰ ὑπὸ τῶν θείων ἀνδρῶν εἰρημένα, δῆλα μὲν καὶ πρὸ παντὸς λόγου τοῖς ἀγχινουστέροις· οὐ μὴν ἀλλὰ καὶ παρ’ ἡμῶν ἐπιζητήσειεν ἄν τις τῆς παραλογιστικῆς ἐπιχειρήσεως τὴν διάλυσιν. φαμὲν τοίνυν ὡς ἄλλη μὲν τῶν ἀρχῶν ἡ φύσις, ἄλλη δὲ ἡ τῶν ἰδεῶν, κἂν ὁμωνύμως τι περὶ αὐτὰς ἐπισυμβῇ, μᾶλλον δὲ οὐ περὶ αὐτάς (τί γὰρ τοῖς θειοτάτοις τῶν ὄντων ἐπισυμβῆναι δυνήσεται;), ἀλλὰ περὶ τὴν ἡμετέραν περὶ αὐτὰς πραγματείαν. αὐτίκα δυὰς μὲν ἡ ἀρχηγικὴ γονίμου δυνάμεως καὶ προόδου καὶ πλήθους καὶ πολλαπλασιασμοῦ τοῖς πᾶσιν ἐξηγεῖται, διεγείρει τε πάντα καὶ κινεῖ πρὸς ἀπογέννησιν τῶν δευτέρων καὶ προμηθίαν καὶ φυλακήν, ἔτι δὲ πληροῖ πάντας τούς τε θείους διακόσμους καὶ τοὺς νοεροὺς καὶ τοὺς ψυχικούς τε καὶ φυσικοὺς καὶ αἰσθητοὺς τῶν ἑκάστοις προσηκόντων ἀριθμῶν· ἓν δὲ οὐδὲν ὁτιοῦν ἀγένητον εἶναι συγχωρεῖ τῶν πεφυκότων ὅπως ποτὲ παρελθεῖν εἰς ὑπόστασιν· ἡ δέ γε αὐτοδυὰς πᾶσι τὸ ἑαυτῆς εἶδος ἐπιφέρει καὶ ψυχαῖς καὶ φύσεσι καὶ σώμασιν· ὥστε εἴτε ὁ κόσμος εἰς δύο διῄρηται εἴτε καὶ μόνος ὁ οὐρανὸς εἴτε τῆς ψυχῆς οἱ λόγοι ἢ καὶ πρὸ τῶν λόγων οἱ κύκλοι (πρῶτοι γὰρ οὗτοι τῶν μετεχόντων χρῶνται τῇ εἰς δύο διαιρέσει) εἴτε τι τῶν μερικῶν ζῴων ἢ ὀφθαλμοὺς ἔχει δύο ἢ χεῖρας ἢ πόδας ἢ ἄλλο τι τῶν τῆς φύσεως ἀποτελεσμάτων σὺν τῷ ἑαυτοῦ εἴδει τὴν δυάδα διὰ παντὸς ἔχει, οὐκ ἀπ’ ἄλλης αἰτίας φήσομεν [ἢ] τῆς ἀνωτάτω τοῦτο παραγίγνεσθαι τοῖς πράγμασιν ἢ ἐκ τῆς αὐτοδυάδος,2 ἥτις πρωτίστη μέν ἐστι τῶν ἐν εἴδεσι δυοειδῶν καὶ αἰτία, οὐ μὴν διὰ τοῦτο καὶ τῆς ἀρχικῆς δυάδος, ὑφ’ ἧς καὶ αὕτη καὶ πᾶς ὁ νοῦς ὑπέστη. τὰ αὐτὰ δὲ καὶ περὶ μονάδος φαμέν· ἄλλη γὰρ ἡ ἀρχικὴ ἡ σὺν τῇ δυάδι τὰ πάντα ὑφιστᾶσα, ταὐτότητος καὶ βεβαιότητος καὶ συνοχῆς καὶ διαιωνίας ζωῆς ἐξηγουμένη τοῖς ὅλοις, ἄλλη δὲ ἡ αὐτομονὰς ὡς ἐν τοῖς εἴδεσι τὸ πρωτεῖον ἔχουσα, ἧς μετασχόντα τὰ πεποιημένα ἑνίζεται καὶ τῇ ἕξει τῇ οἰκείᾳ συνέχεται. ὅταν οὖν τὴν ἐν ταῖς ἰδέαις μονάδα καὶ δυάδα πρεσβεύωσιν οἱ ἄνδρες, οὐκ ἐπὶ ἀναιρέσει τῶν οἰκείων ἀρχῶν ταύτας προτάττουσι (πῶς γὰρ ἅς γε καὶ αὐτὰς μετὰ τοῦ σύμπαντος νοῦ καὶ τοῦ νοητοῦ φασιν ἐκ τῶν ἀρχῶν ὑποστῆναι;), ἀλλ’ ὅτι τῶν ἐγκοσμίων πραγμάτων ἐξηγοῦνται, καὶ παρ’ ἧς μὲν τῷ τε σύμπαντι κόσμῳ 〈καὶ〉 ψυχαῖς καὶ σώμασιν ἡ ὁλότης καὶ τὸ μονοειδές, παρ’ ἧς δὲ ἡ πρώτη διαίρεσις καὶ τὸ δυοειδές, δῆλον δὲ πότερον παρὰ ποτέρας. τὸ δὲ καὶ ἀριθμὸν ἐν ἐκείνοις τὸν μοναδικὸν εἰσάγειν καὶ διὰ τοῦτο διπλασίαν ποιεῖν τὴν αὐτοδυάδα τῆς αὐτομονάδος, σφόδρα ἐστὶν ἐπιπόλαιον· οὐ γὰρ διὰ ποσότητα μονάδων ἕκαστος τῶν ἐκεῖ ἀριθμῶν ἔχει τὴν ἐπωνυμίαν ἣν εἴληφεν, ἀλλὰ κατά τινα χαρακτῆρα θειοτάτης καὶ ἁπλουστάτης οὐσίας. μετέχει δὲ αὐτῶν ὡς πέφυκεν ἕκαστα· καὶ ὥσπερ τοῦ αὐτοανθρώπου ἀχρωμάτου ὄντος καὶ ἀσχηματίστου καὶ ἀμόρφου καὶ ἀμεροῦς ὁ τῇδε ἄνθρωπος ἐσχηματισμένως καὶ κεχρωσμένως καὶ μορφωτικῶς καὶ μεριστῶς μετείληφεν, οὕτω καὶ [τὸ] τῆς αὐτοτριάδος οὐδεμίαν ἐμφαινούσης ποσότητα σὺν ποσότητι μετέχει τὰ αἰσθητά. ὅμοιον οὖν μοναδικὸν πλῆθος ἐπιζητεῖν ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς καὶ ἧπαρ ἢ σπλῆνα3 σπλάγχνων τε τῶν ἄλλων ἕκαστον ἐν τῷ αὐτοανθρώπῳ. οὔτ’ ἄρα τὰς ἀρχὰς ἑαυτῶν ἀναιροῦσιν οἱ ἄνδρες διὰ τῶν εἰδητικῶν ἀριθμῶν οὔτε τὸν κατὰ σχέσιν ἀριθμὸν εἰσάγουσιν εἰς τὰ νοητά.

“结果导致……诸本原。” 那些人[柏拉图主义者]曾经主张,在万物的单一始原(他们认为有理由称之为善和超实体的“一”)之后,全宇宙存在着两个原因,即单子和拥有无限力量的二元,并且他们按照存在者的每一个秩序适当地安置了这些始原;因为在每一个秩序布局中,既有与善相当者,也有与第一单子和第一二元本质相亲者。但他[亚里士多德]却说,他们在形式中设立自体的二和自体的单子,首先,因为他们习惯于在一切地方把首要地位赋予形式因,声称它们是最早的,便废黜了诸始原之中的单子和二元(因为比第一二元或第一单子更早的单子或二元还能是什么呢?);其次,又因为自体的四是自体的二的二倍,而自体的二是自体的单子的二倍,且所有这些都是数,因而不单自体数比诸始原更早,连相对数也是如此;而且总的来说他说有许多这样的论点,借由这些论点,他们在意图维护关于形式的论题时,不知不觉地反对了他们自己的诸始原。 然而,这些指责是粗疏地言说的,并且针对那些神圣之人所言之事作出了完全脱靶的反驳,这一点甚至在任何辩论之前对于较为敏锐的人来说也是显而易见的。尽管如此,或许仍有人会要求我们消解这一谬误推理的论辩。因此我们说,诸始原的本性是一回事,而诸理念的本性是另一回事,即使在它们周围碰巧附加了某种同名的事情——或者更确切地说,并不是在它们本身周围(因为在存在者中最神圣的事物之上能附加什么呢?),而是在我们围绕它们所作的探究周围。 试举立竿见影的例子:始原性的二元为万物开启了多产之力、流布、多数性以及增殖的源泉,唤醒万物并推动它们去产生第二级事物、施行关照和保全,并且还使神圣的、理智的、灵魂的、自然的以及感觉的各个秩序布局都充满适合于各自的数;且它不容许在凡按本性以某种方式走向持存的事物中,有任何单一事物保持未生成状态。而自体的二则将其自身的形式施加于万物——灵魂、诸自然以及物体之上。因此,无论宇宙被分成两半,抑或仅天是如此,抑或灵魂的诸理则、乃至在诸理则之前的诸轨道是如此(因为在分有者中它们最先运用了二分法),抑或局部动物中的某一种拥有两只眼睛、两只手、两只脚,抑或自然的其它某种产物连同其自身的形式而恒常拥有二,我们都将主张,这在事物中的出现并非源于其他的最高原因,而是源于自体的二——它既是形式中二形式者中最第一的,也是其原因;但这并不意味着它因此也是那始原性二元的原因,它自身以及整个理智正是在那始原性二元之下获得持存的。 关于单子我们也主张同样的道理;因为始原性的单子是一回事,它与二元一起使万物持存,为全宇宙开启了同一性、稳固性、凝聚性以及永恒生命的源泉;而自体的单子则是另一回事,它在形式中拥有第一地位,被造成的事物通过分有它而得以合一,并由其固有的状态保持凝聚。因此,当那些人推崇理念之中的单子和二元时,他们将这些置于前列并非为了废黜他们自己的诸始原(因为他们声称这些自身也是连同整个理智和可知世界一起从诸始原获得持存的,又怎会为了废黜而把它们置于前列呢?),而是因为它们引导着宇宙内的事物,且整个宇宙、诸灵魂和诸物体从前者获得整体性与单形式性,从后者获得最初的分割与二形式性——究竟何者源于何者是显然的。 至于把单子性的数引入那些[可知物]之中,并因此使自体的二成为自体的单子的二倍,这更是极度肤浅的;因为那里的每一个数获得它所得到的称呼,并非由于单子的量,而是依照某种极神圣且极单纯实体的印记。而每一事物按其固有本性分有它们;正如自体的人是无色、无形、无形态且无部分的,而这里的人则带有形状、带有色彩、具有构形且具有部分地分有了它,同样,虽然自体的三不显现出任何量,感觉事物却连同量一起分有了它。因此,在形式数中寻找单子性的多数,正如在自体的人中寻找肝、脾或其它每一种内脏一样。所以,那些人既没有通过形式数废黜他们自己的诸始原,也没有把基于关系的数引入可知物之中。

语法注3 条
  1. 3.30οὐ μόνον ὁ καθ’ αὑτὸ ἀριθμὸς πρεσβύτερος τῶν ἀρχῶν ἀλλὰ καὶ ὁ πρός τι

    谓语形容词 πρεσβύτερος 之后省略了系动词 ἔσται(或 γενήσεται)。此处以间接引语概括亚里士多德的论难,即不仅自体数(ὁ καθ’ αὑτὸ ἀριθμός),甚至相对数(ὁ πρός τι [ἀριθμός],如“倍数”)都将先于诸本原。

  2. 3.30οὐκ ἀπ’ ἄλλης αἰτίας φήσομεν [ἢ] τῆς ἀνωτάτω τοῦτο παραγίγνεσθαι τοῖς πράγμασιν ἢ ἐκ τῆς αὐτοδυάδος

    校勘者(Kroll)删去了第一个 [ἢ]。其句法骨架为 οὐκ ἄλλος... ἢ...(“除……之外别无其他”)的相关结构,即“οὐκ ἀπ’ ἄλλης αἰτίας τῆς ἀνωτάτω(并非源于其他的最高原因)…… ἢ ἐκ τῆς αὐτοδυάδος(而是源于自体的二)”,其中 τῆς ἀνωτάτω 作 αἰτίας 的定语。删除多余的第一个 [ἢ] 使句法明确,即事物的二重性并非源于自体的二之外的其他最高原因。

  3. 3.30ὅμοιον οὖν μοναδικὸν πλῆθος ἐπιζητεῖν ἐν τοῖς εἰδητικοῖς ἀριθμοῖς καὶ ἧπαρ ἢ σπλῆνα

    此处为 ὅμοιον [ἐστί]+不定词…… καὶ+[不定词]…… 的比较句式,意为“做某事正如做某事一样”,其中 καὶ 充当表示同等比较的连词。叙利亚努将“在形式数中寻找单子聚合(量)”与“在自体的人中寻找肝脾等器官”这两者的荒谬性进行了同等对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:112.13-113.36