← 叙利亚努斯

亚里士多德《形而上学》注释

§110.30-112.12

理智与表象之别及对第三人论证的驳斥

叙利亚努指出亚里士多德关于可毁灭之物的论难混淆了理智与表象,驳斥了理念论将导致关系的理念以及“第三人”反诘的批评,并准备考察柏拉图主义者废黜了自身本原这一指控。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.27

" Κατὰ δὲ... φθαρτῶν." Ἐλέγομεν ὅτι οἷς ὁ νοῦς ἐπιβάλλει, ταῦτα ὄντα ἐστίν· οὐ γὰρ ἀνούσιοι τοῦ ἀληθινοῦ νοῦ αἱ νοήσεις· ὁ δὲ ἐπὶ τὴν φαντασίαν ἑλκύσας τὸν νοῦν (καλεῖ γὰρ καὶ ταύτην ἐν ἑτέροις παθητικὸν νοῦν) οὕτως ἄν, φησί, καὶ τῶν ἐφθαρμένων οὐσία εἴη· φαντασθείη γὰρ ἄν τις καὶ τὸ ἐφθαρμένον. καὶ ἔξεστι κἀκ τούτων συνορᾶν, εἰς ποίας ἐπιχειρήσεις ἐκτρέπεσθαι καταναγκάζονται οἱ τοῖς εἴδεσιν ἀντιλέγοντες, ἀπὸ μὲν τῶν ὄντων ἐπὶ τὰς στερήσεις ὑποφερόμενοι, ἀπὸ δὲ τοῦ νοῦ τοῦ κατ’ ἐνέργειαν ἐπὶ φαντασίαν καὶ δόξαν· φαντασθῆναι μὲν γὰρ καὶ δοξάσαι ἔστι καὶ τὸ μὴ ὄν, οὔτε δὲ νοῆσαι οὔτε ἐπίστασθαι τὸ μὴ ὂν θέμις. τὸ δὲ καὶ φάντασμά τι τοῦτ’ ἔστιν1 εἰ μὲν ἐπὶ τοῦ νοήματος τέθειται, παιδιᾷ μᾶλλον ἔοικεν ἢ σπουδῇ· οὗ γὰρ καθαρεύειν ἐθέλει ὁ ἡμέτερος νοῦς, τοῦτό φησιν εἶναι τὸ τοῦ θείου νοῦ κίνημα· εἰ δὲ ἐπὶ τοῦ πλασματώδους κινήματος τῆς φαντασίας, ὅταν περὶ τὸ μηκέτι ὂν γίγνηται, ἀναπεφώνηται μὲν ἀληθῶς, οὐδὲν δὲ προσήκει ταῖς κατ’ ἐνέργειαν ἑστώσαις ἀεὶ νοήσεσιν.

“而依照……可毁灭之物的。” 我们曾经说过,理智所把握的事物都是存在者;因为真实理智的思考并不是无实体的。但他把理智拉低到表象(因为他在别处也把表象称为“受动理智”),便说依照这种方式也会有已毁灭之物的实体;因为人们也可以对已毁灭之物形成表象。从这些话中也可以清楚看出,反对形式的人被迫偏向了何种论法,他们一方面从存在者沦落到缺失,另一方面又从处于现实中的理智沦落到表象和意见;因为对非存在者既可以形成表象也可以持有意见,但对非存在者进行思考或科学认识却是不合正道的。至于“这也是某种幻象”这一说法,如果它是针对思想内容而提出的,就更像是一种戏谑而非严肃的研究;因为我们的理智意欲远离以保持纯洁的东西,他说这就是神圣理智的运动;但如果它是针对表象的摹造性运动(当这种运动围绕不再存在之物而产生时)而提出的,那么这确实是如实说出的,但它与始终处于现实之中的思考毫无关系。

§3.28

"Ἔτι δὲ... λέγουσιν." Τῶν μὲν ἀνουσίων σχέσεων οὔ φαμεν ἰδέας εἶναι οὐδὲ τῶν ἐν κινήσεσιν ἢ τῶν κατά τινα θέσιν οὐ φυσικὴν ἐπιτελουμένων, οἷον τοῦ ἀνωτέρω ἢ κατωτέρω, δεξιοῦ ἀριστεροῦ, γείτονος τῶν τοιούτων. ὅσα δὲ κατά τινος εἴδους μέθεξιν ἐγένετο πρός τι, οἷον ὅμοια ἢ ἴσα ἢ ἕτερα, τούτων τὰ μὲν τῶν γενῶν τοῦ ὄντος μετασχόντα, τὰ δὲ πάντως ἑνός γέ τινος τῶν εἰδῶν τὴν πρὸς ἄλληλα δέχεται σύνταξιν. καὶ τί θαυμαστόν, εἰ τῶν παρ’ ἡμῖν ἔνια πρός τι κατ’ ἐκεῖνα λέγομεν ἐπιτελεῖσθαι, ὅπου γε κἀκεῖ ταύτην ἀπολιμπάνομεν τὴν σχέσιν, οὐσιώδη μέντοι, καὶ οὐχ ἡμεῖς μόνοι ἀλλὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης; ὅταν γὰρ τὸ μὲν αἴτιον ἢ ἀρχὴν λέγωμεν εἶναι ἢ πρῶτον ἢ περιέχον, τὸ δὲ αἰτιατὸν 〈ἢ〉 ἐξ ἀρχῆς ἢ δεύτερον ἢ περιεχόμενον, τί ἄλλο ποιοῦμεν ἢ τὴν τάξιν ἣν ἔχει τὰ θεῖα πρὸς ἄλληλα δηλοῦν ἐπιχειροῦμεν; ἀρέσκει δὲ καὶ αὐτῷ Ἀριστοτέλει τῶν χωριστῶν εἰδῶν, εἰς ἃ τὰς σφαίρας ἀναρτᾷ τοῦ παντός, τὰ μὲν εἶναι πρῶτα τὰ δὲ μέσα τὰ δὲ τελευταῖα, καὶ τὰ μὲν περιεκτικώτερα τὰ δὲ μερικώτερα, εἴ γε ταύτην ἔχει κἀκεῖνα πρὸς ἄλληλα τὴν τάξιν, ἣν καὶ τοῦ αἰθέρος αἱ σφαῖραι περὶ ἀλλήλας ἐκφαίνουσι. πῶς δὲ καὶ τὸν τρίτον εἰσάγουσιν ἄνθρωπον; εἰ μὲν γὰρ ὅτι καθ’ ἑκάστην τῶν ὄντων τάξιν ἐστὶ πάντα τὰ εἴδη,2 οὐ τρεῖς μόνοι, πολλοὶ δὲ οἱ ἄνθρωποι, ἐπεὶ καὶ πάντα πολλαπλᾶ· καὶ γὰρ ἐν νῷ καὶ νοῖς καὶ ἐν ψυχῇ τῇ μιᾷ καὶ ψυχαῖς καὶ φύσει τῇ ὅλῃ καὶ φύσεσι μερικωτέραις· ἐν οὐρανῷ τοίνυν καὶ γῇ καὶ σχεδὸν ἐν ἁπάσαις μερίσι τοῦ παντὸς οἰκείως ταῖς ὑποδεχομέναις χώραις τοῦτο ἂν εἴη τὸ εἶδος· ὥστε οὐ τρεῖς, ἀλλὰ τῷ γε ἡμετέρῳ λογισμῷ ἀπερίληπτοι. εἰ δ’ ὅτι συνώνυμος μὲν ὁ αὐτοάνθρωπος τοῖς τῇδε, καθά φησιν ἐξηγούμενος τὸ ῥητὸν ὁ Ἀλέξανδρος, πάντα δὲ τὰ συνώνυμα μετουσίᾳ τινὸς εἴδους συνώνυμα γίγνεται, τρίτος ἀναφανήσεταί τις ἄνθρωπος τῆς ἰδέας καὶ τῶν τῇδε κατηγορούμενος, γελοῖον γίγνεται τὸ ἐπιχείρημα· οὔτε γὰρ συνώνυμα τὰ τῇδε τῇ ἰδέᾳ· πότε γὰρ αἱ εἰκόνες συνώνυμοι τῷ σφετέρῳ γένοιντ’ ἂν παραδείγματι; οὔθ’ ὅλως μετέχειν τινὸς τὴν ἰδέαν οἰητέον· αὐτὴ γὰρ ἔκκειται πᾶσιν εἰς μετοχὴν τὸ πρώτιστον εἶδος 896ᵃ οὖσα. εἰ δὲ ὁμωνύμως κατηγορεῖται αὐτῶν ὁ ἄνθρωπος, ἐν δὲ ταῖς ὁμωνύμοις κατηγορίαις οὐδέν ἐστι πρᾶγμα συνεισφερόμενον ὑπὸ τῆς φωνῆς παρὰ τὰ ὑποκείμενα καὶ ὁμώνυμα λεγόμενα, πῶς ἂν ἔτι χώραν ὁ τρίτος ἄνθρωπος ἔχοι, τῆς φωνῆς οἱονεὶ δαπανωμένης καὶ διαιρουμένης εἴς τε τὸν αὐτὸ καὶ τὸν θνητὸν ἄνθρωπον;

“此外……他们说。” 我们并不主张无实体的关系存在理念,也不主张运动中的关系或依照某种非自然的位置而实现的关系存在理念,比如在上方或在下方、右方、左方、邻人以及诸如此类的事物。而凡是由于分有某种形式而成为相对者的事物,比如相似的、相等的或相异的,其中一些由于分有了存在的诸属,另一些则全然由于分有了各种形式中至少某一个,而接受了相互之间的秩序配置。即使我们说我们这里的某些相对者是依照那些[超越的]相对者而实现的,这又有何奇怪呢?既然甚至在那个领域我们也保留了这种关系(确实是实体的关系),并且不仅是我们,连亚里士多德本人也是如此?因为当我们说某者是原因或本原、是第一者或包摄者,而另一者是被引起者、〈或〉源于本原者、是第二者或被包摄者时,我们除了试图揭示神圣事物相互之间所拥有的秩序之外,还在做什么呢?而且亚里士多德本人也赞同,在他将全宇宙的诸天球悬系于其上的分离形式中,有些是第一的,有些是居中的,有些是最后的,且有些更为包容,有些则更为局部,如果那些形式相互之间确实拥有以太诸天球在彼此周围所显现出的这种秩序的话。然而他们究竟又是如何引入“第三人”的呢?因为如果理由是在存在者的每一个秩序中都存在所有的形式,那么就不只有三个人,而是有许多人,因为一切事物都是多重叠现的;因为在理智和诸理智中,在单一的灵魂和诸灵魂中,在整体自然和诸局部自然中都存在;因此在天上和地上,以及在全宇宙几乎所有的部分中,这一形式都会以适于接纳它的各区域的方式存在;从而不仅不是三个,而且按我们的推算甚至是无可计量的。但如果理由是,正如亚历山大在解释这段话时所说的那样,自在的人与这里的人是同名的,而一切同名者都是由于分有了某种形式而成为同名者的,因而将显现出某个被述说于理念和这里的人之上的第三人,那么这一论证就变得可笑了;因为这里的事物与理念并不是同名的;因为摹本何时能够与它们自己的范型同名呢?而且也绝不能认为理念分有了某种东西;因为作为最首要的形式,理念自身 896ᵃ 已向所有事物展示出来以供分有。如果“人”是对它们同音异义地述说的,而在同音异义的述说中,除了主体和被称为同音异义的事物之外,语音并没有额外带入任何事物,那么既然该语音仿佛已在自在的人与必死的人之间消耗并划分殆尽,第三人又何以还能有立足之地呢?

§3.29

"Ὅλως τε... εἶναι." Βούλεται μὲν λέγειν, ὅτι τὰς ἀρχὰς τῶν ὄντων μᾶλλον ἐθέλουσι σώζειν οἱ προστάται ταύτης τῆς θεωρίας ἤπερ τὸ περὶ τῶν ἰδεῶν δόγμα, σπουδάζοντες δὲ περὶ ὃ ἧττον εἶναι θέλουσιν ἀναιροῦσι τὰς ἀρχάς.3 καὶ τῷ ὄντι, εἰ τοῦθ’ οὕτως ἔχοι, περιπίπτοιεν 〈ἂν〉 ἀβουλήτῳ πράγματι. 896ᵇ ἀλλ’ ἴδωμεν εἴ τι τοιοῦτον πάσχουσι.

“而且总的来说……存在。” 他的意思无非是说,这一理论的主导者们更愿意保全存在者的诸本原,而非关于理念的教条,但他们热衷于他们较不愿其存在的事物[=理念],却废黜了诸本原。确实,如果事情是这样的话,他们就将陷入一种非其所愿的事态。896ᵇ 但让我们看看他们是否遭遇了任何此类事情。

语法注3 条
  1. 3.27τὸ δὲ καὶ φάντασμά τι τοῦτ’ ἔστιν

    中性定冠词 τό 将整句话名词化为引语,意为“‘这也是某种幻象’这一说法”。接下来的两个选择性条件从句(εἰ μέν . . . εἰ δέ . . .)分别针对该说法是用于思想内容(νόημα)还是用于表象(φαντασία)的运动展开驳斥。

  2. 3.28εἰ μὲν γὰρ ὅτι καθ’ ἑκάστην τῶν ὄντων τάξιν ἐστὶ πάντα τὰ εἴδη

    此句承接前文疑问句 πῶς δὲ καὶ τὸν τρίτον εἰσάγουσιν ἄνθρωπον;(“他们如何引入第三人?”),引出两种对立假设中的第一项。ὅτι 从句表达引入的理由(“如果他们引入的根据是……”)。下文的 εἰ δ’ ὅτι συνώνυμος μὲν ὁ αὐτοάνθρωπος. . . 构成了第二项假设。

  3. 3.29σπουδάζοντες δὲ περὶ ὃ ἧττον εἶναι θέλουσιν ἀναιροῦσι τὰς ἀρχάς

    分词 σπουδάζοντες 表示主要动词 ἀναιροῦσι 的方式或原因。关系代词 ὃ 的先行词被省略,在语境中指理念。副词 ἧττον 修饰 εἶναι θέλουσιν,整体意为:“由于热衷于他们较不愿其存在的事物[相比于本原而言],他们废黜了本原”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:110.30-112.12