- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:109.27-110.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努回应了亚里士多德对理念论的批评(1079a4–a9),指出柏拉图主义者不仅运用理智直观,还通过严密的论证来确立形式的存在,并解释了基于知识对象的第三格三段论以及为何否定和缺失不具有独立的理念。
" Ἔτι καθ’ οὕς... γίγνεται." Ἐνίοτε μὲν καὶ ἐπιβολαῖς ἐχρῶντο νοεραῖς οἱ ἄνδρες, καὶ εἰκὸς ὅτι διὰ ταύτας οὔ φησιν αὐτούς ποτε συλλογίζεσθαι·1 ἐνίοτε δὲ καὶ δι’ ἀποδείξεως ἐπειρῶντο πιστοῦσθαι τὰ περὶ τῆς τῶν εἰδῶν οὐσίας, ἀβουλήτῳ δὲ οὐδενὶ περιέπιπτον. ὅτι δὲ οὐκ ἀληθεύει ὁ κατήγορος λόγος, δῆλον ἐξ ὧν πολλοί εἰσι τρόποι παρ’ αὐτοῖς, δι’ ὧν καὶ δεικνύουσιν εἶναι τὰ εἴδη καὶ μόνων τούτων ὧν βούλονται. ὧν εἷς οὕτως ἠρώτηται· ὁ τὸ πᾶν ὑφιστὰς θεός ἐστι, πᾶς θεὸς αὐτῷ τῷ εἶναι ποιεῖ, πᾶς 〈ὁ〉 αὐτῷ τῷ εἶναι ποιῶν ὁμοίωμα ἑαυτοῦ ποιεῖ· ὁ τὸ πᾶν ὑφιστὰς εἰκόνα ἑαυτοῦ τὸν κόσμον ποιεῖ· εἰ τοῦτο, ἔχει ἐν ἑαυτῷ παραδειγματικῶς τὰς αἰτίας τοῦ παντός, αὗται δέ εἰσιν αἱ ἰδέαι. πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ παρ’ αὐτοῖς λόγοι ὅ τε τὸ τέλειον τοῦ ἀτελοῦς προτάττων, τὴν μονάδα τοῦ πλήθους, τὸ ἀμερὲς τοῦ μεριστοῦ, τὸ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον τοῦ μεταπτώτου· ἐν οἷς δεικνύουσιν, ὅτι μὴ ἀπὸ τῶν χειρόνων ἄρχεται τὰ πράγματα, ἀλλ’ εἰς ταῦτα μὲν λήγει, ἄρχεται δὲ ἀπὸ τῶν τελειοτάτων καὶ ἀρίστων καὶ καλλίστων· οὐ γὰρ δήπου αἱ μὲν ἔννοιαι ἡμῶν δύνανται τῷ κυρίως ἴσῳ καὶ κυρίως ὁμοίῳ καὶ πᾶσι τοῖς τοιούτοις ἐπιβάλλειν, ὁ δὲ δημιουργικὸς νοῦς οὐκ ἔχει ἐν ἑαυτῷ τὸ αὐτοῖσον καὶ τὸ αὐτοδίκαιον καὶ τὸ αὐτοκαλὸν καὶ ἀγαθὸν ὁμοίως καὶ πάντα τὰ τοιαῦτα.
“此外,依照……得以生成。” 有时那些人[柏拉图主义者]也会运用理智直观,很可能正是由于这些,他[亚里士多德]才说他们从来不进行推论;但有时他们也试图通过论证来确证关于形式实体的诸事,而且并未陷入任何非其所愿的境地。而这一控诉性的说法并未讲出真理,从他们那里拥有许多论证方式即可见一斑,通过这些论证方式他们既表明形式存在,又表明形式仅属于他们意欲为其设立的事物。其中一种论证方式是这样被提出来的:使全宇宙得以存立者是神;每一尊神都凭借自身的存在而造作;凡凭借自身存在而造作者,皆造作自身的摹本;使全宇宙得以存立者使宇宙成为自身的影像;如果这样,他就在自身中以范型的方式保有全宇宙的原因,而这些原因就是理念。在他们那里还有许多其他的论证:将完全者置于不完全者之前、将单子置于众多之前、将不可分者置于可分者之前、将始终保持同一状态者置于易变者之前的论证;在这些论证中他们表明,事物并非始于较劣者,而是终于较劣者,且始于最完全、最卓越和最美好的事物。因为绝非我们的概念能够把握严格意义上的相等者、严格意义上的相似者以及所有此类事物,而创造性的理智自身之中却没有自在相等、自在正义、自在美与善以及同样所有此类事物。
"Κατά τε γὰρ... εἰσίν." Ἐλέγετο μὲν ὑπὸ τῶν ἀνδρῶν καὶ τοῦτο· εἰ περὶ ὄντα αἱ ἐπιστῆμαι, ἔστι τὰ καθόλου· τῶν γὰρ καθόλου αἱ ἐπιστῆμαι· ὡς εἶναι τὸν συλλογισμὸν ἐν τρίτῳ σχήματι·2 τὰ ἐπιστητὰ καθόλου, 〈τὰ ἐπιστητὰ ὄντα〉, τινὰ καθόλου ὄντα· οὐ γὰρ πάντα τὰ καθόλου, οὐ γὰρ δὴ καὶ τὰ ὑστερογενῆ ἢ τὰ ἐν τοῖς ἀτόμοις. ἄτοπον δὲ οὐδὲν πάντα τὰ ἐπιστητὰ ὄντα εἶναι, εἰ τὰ κυρίως ἐπιστητὰ λαμβάνοιτο, ἀλλὰ μὴ τὰ ἰατρικὰ ἢ τεκτονικά· οὐ γὰρ ἐπιστῆμαι κυρίως αὗται, μόναι δὲ δικαίως οὕτως ἂν προσαγορεύοιντο αἱ περὶ τὰ ἀΐδια καὶ καθ’ αὑτὰ ὄντα καὶ ἀεὶ ὡσαύτως διακείμενα πραγματευόμεναι.
“因为无论依照……存在。” 那些人也曾说过这样的话:“如果各种知识是关于存在者的,普遍者就存在;因为知识是关于普遍者的。”这样推论便是在第三格中构成的:可知者是普遍的;〈可知者是存在者;〉某些普遍者是存在者。因为并非所有的普遍者都是存在者,后生性的普遍者或包含于个别事物之中的普遍者绝非存在者。然而,如果取严格意义上的可知者,而不取医术或木工的事物,那么所有可知者都是存在者就没有任何荒谬之处;因为后者并不是严格意义上的知识,只有探讨那些永恒的、凭自身存在的且始终保持同一状态之物的知识,才能够公正地如此被称呼。
"Καὶ κατὰ... ἀποφάσεων." Ὅτι μὲν τὸ ἓν τοῦ πλήθους προέταττον, δῆλον· ἀλλὰ τὸ οὐσιῶδες καὶ γεννητικὸν τοῦ πλήθους, οὐ τὸ τῇ στερήσει οἰκεῖον· ὑστερογενὲς γὰρ τοῦτο, καὶ ἡ ψυχὴ τὴν κοινὴν στέρησιν ἰδοῦσα τῶν μὴ ἀνθρώπων ὑπέστησε παρ’ ἑαυτῇ τὸ οὐκ ἄνθρωπος· οὐ γὰρ ὥσπερ εἰδητική τίς ἐστι καὶ ὡρισμένη αἰτία ἐν τῷ παντὶ ἡ τοὺς ἵππους ἵππους ἀποτελοῦσα καὶ ἄλλη ἡ τοὺς κύνας κύνας καὶ ἄλλη ἡ τοὺς κύκνους κύκνους, οὕτως τίς ἐστι καὶ ἡ μὴ ἀνθρώπους ποιοῦσα πάντα ταῦτα· εἰ γὰρ ἦν, εἴπομεν ἂν καὶ τοῦ οὐκ ἄνθρωπος ἰδέαν εἶναι· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατὰ τὸ ἐν ἑαυτῇ θάτερον3 τὴν ἐν τούτοις στέρησιν τοῦ ἀνθρωπείου εἴδους κατανοήσασα κοινὸν τὸ οὐκ ἄνθρωπος ἐπ’ αὐτοῖς ἔταξεν. οὔκουν τὰς στερήσεις τοῖς ἀμερέσιν ἐξομοιώσομεν· οὐδὲ γὰρ 〈τὰ〉 προηγουμένως ὑπάρχοντα τοῖς πράγμασι καὶ κατ’ ἐπίνοιαν ψιλὴν ἐπ’ αὐτῶν θεωρούμενα μιᾶς καὶ τῆς αὐτῆς αἰτίας ἐξήρτηται.
“以及依照……否定。” 显然,他们将“一”置于众多之前;但那是实体的、且能产生众多的“一”,而非属于缺失的“一”。因为后者是后生性的,灵魂看到非人者的共同缺失,便在自身中设立了“非人”。因为并非就像在全宇宙中存在某种形式的且确定的原因使马成其为马、另一种原因使狗成其为狗、又一种原因使天鹅成其为天鹅那样,也存在某种原因使所有这些成为非人;因为如果真有这样的原因,我们也会说存在非人的理念。但事实上,我们的灵魂依照自身之中的“他者”,认识到在这些事物中对人这一形式的缺失,便在它们之上设定了共同的“非人”。因此,我们绝不会将缺失等同于不可分者;因为在事物中首要地实际存在者,与凭纯粹构想而在它们之上被观察者,绝非悬系于同一的原因之上。
- 3.24οὔ φησιν αὐτούς ποτε συλλογίζεσθαι
οὔ φημι 中的否定转移至其从属的不定词 συλλογίζεσθαι,意为“他说他们从来不进行推论”(否定转移),而非“他没说他们推论”。
- 3.25ὡς εἶναι τὸν συλλογισμὸν ἐν τρίτῳ σχήματι
由连词 ὡς 连带不定词 εἶναι 构成的结果从句结构,在此用于引出第三格三段论的逻辑重构(带有补入的大前提 〈τὰ ἐπιστητὰ ὄντα〉),从而得出特称结论 τινὰ καθόλου ὄντα。
- 3.26κατὰ τὸ ἐν ἑαυτῇ θάτερον
介词短语 κατὰ τὸ ... θάτερον 指示灵魂认识活动的内在依据,指柏拉图哲学中作为灵魂内在辨别与否定原则的“他者”(θάτερον)。
