← 叙利亚努斯

亚里士多德《形而上学》注释

§108.8-109.26

驳斥实体倍增论与理念的同名异义性

叙利亚努在对《形而上学》1078b34–1079a3的注解中,驳斥了理念论无端增加事物数量的批评,澄清了理念与可感觉事物是同名异义的而非同名同义的,并梳理和调和了柏拉图主义各派关于何种实体分有理念的不同见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21

" Καὶ παραπλήσιον... προῆλθον." Τὸ μὲν πρότερον σκῶμμά ἐστι καὶ οὐκ ἔλεγχος, τὸ δὲ δεύτερον εἴρηται μὲν ὡς ἐκείνων ἰδέας διδόντων καὶ τοῖς συμβεβηκόσιν· εἰ οὖν ἑκάστῳ ἡμῶν πολλὰ συμβέβηκε, πλείω τῶν καθ’ ἕκαστα τὰ εἴδη. ψεῦδος δέ ἐστι τὸ ῥηθέν· οὔτε γὰρ τῶν καθ’ ἕκαστα εἴδη ἐστὶ κατὰ τοὺς ἀκριβεστέρους τῶν Πλατωνικῶν οὔτε τῶν συμβεβηκότων τοῖς σώμασι. ῥητέον δὲ καὶ πρὸς τὸ σκῶμμα, ὅτι μηδὲ τοὺς ἵππους ἀριθμῆσαι δυνατόν, εἰ μὴ τὸν μοναδικὸν ἀριθμὸν ἀναλογισαίμεθα ἕτερον ὄντα παρὰ τὸν τῶν ἀριθμητῶν. ὅλως δὲ εἰ μὴ μέλλοιμεν ὑλικὰς αἰτίας * * ἀλλὰ τὰς πρωτουργοὺς καὶ τῶν ἀποτελεσμάτων ἐξῃρημένας,1 ἀνάγκη μεταβαίνειν ἐφ’ ἑτέρας φύσεις, αἳ διαιωνίως καὶ ἀκινήτως καὶ αὐτῷ τῷ εἶναι τὰ πάντα κόσμου καὶ τάξεως πληροῦσαι τὴν αἰτίαν τῶν γιγνομένων ἐν ἑαυτοῖς περιέχουσιν, ἐλάττους μὲν ἀριθμῷ τῶν ἐγκοσμίων οὖσαι πραγμάτων, ἅτε τῷ ἑνὶ γειτνιῶσαι καὶ προσεχῶς ἀπὸ τῆς μονάδος προελθοῦσαι, δυνάμει δὲ ἀφράστῳ τήν τε τοῦ σύμπαντος χρόνου καὶ τὴν τῶν ἐν αὐτῷ φυομένων ἀπειρίαν περιλαμβάνουσαι κατά τινα ὑπεροχὴν ἐξῃρημένην αὐτῶν καὶ ἀσύντακτον.

“而他们所做的类似于……他们便由此前行。” 前者是嘲弄而非反驳,后者则是把他们[柏拉图主义者]当作为偶性也赋予理念而说的。因此,如果我们每个人都有许多偶性,形式就会比个别事物更多[亚里士多德如是说]。然而所说的这番话是不真实的;因为依照最精审的柏拉图主义者,既没有个别事物的形式,也没有物体偶性的形式。但也必须针对这一嘲弄指出:如果不把独立于被数事物的单子数考量在内,甚至连马都无法计数。总的说来,如果我们不打算[仅仅设立]质料因,而是要确立首要造作且超拔于结果之外的原因,就必然要过渡到另外的自然。这些自然永恒、不动地且仅凭自身的存在使万物充满秩序与条理,并在自身中包含生成之物的原因;它们在数量上少于宇宙内的事物,因为它们邻近于“一”并直接从单子产生出来,但它们凭借难以言传的能力,依照超绝于事物且不居于同列的优越性,包揽了整个时间的无限性以及在其中生长之物的无限性。

§3.22

"Παρ’ ἕκαστον... οὐσίας." Εἴρηται τίνων εἰσὶν ἰδέαι, ὅτι τῶν τε καθόλου οὐσιῶν καὶ τῶν τελειωτικῶν αὐτῶν· ψεῦδος οὖν τὸ παρ’ ἕκαστον εἶναι ὁμώνυμον· πλὴν τό γε τοσοῦτον αὐτός τε ὀρθῶς εἴρηκε νῦν καὶ ἡμᾶς χρὴ μεμνῆσθαι, ὅτι τὰς ἰδέας ὁμωνύμους φησὶν εἶναι τῶν αἰσθητῶν,2 ἀλλ’ οὐχὶ συνωνύμους, ὡς Ἀλέξανδρος αὐτόν φησιν ὑπολαμβάνειν.

“在每一个之旁……实体。” 关于何物有理念已经说明过,即属于普遍实体及其成全性原因;因此,在每一个个别事物之旁存在同名之物这一说法是不真实的。然而,至少他〔亚里士多德〕本人现在正确地陈述了、且我们必须记住的这一点是:他说理念与可感觉事物是同名异义的,而不是像亚历山大所说他认为的那样是同名同义的。

§3.23

"Τῶν τε ἄλλων... τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις." Πολλῶν ὄντων περὶ τὰς ἰδέας προβλημάτων τέτταρά ἐστιν τὰ πλείστης ἄξια σπουδῆς, εἰ εἰσὶ καὶ τίνες εἰσὶ καὶ ὁποῖαι καὶ διὰ τί (ταῦτα δὴ πάντα ὡς ἓν πρόβλημα λέγω· περὶ γὰρ αὐτὴν τὴν ὕπαρξιν αὐτῶν πάντα ταῦτα στρέφεται)· δεύτερον τίνων εἰσὶν αἱ ἰδέαι· τρίτον τίνα τὰ μετέχοντα τῶν ἰδεῶν, πότερον τὰ γενητὰ μόνα ἢ καὶ τὰ ἀίδια, καὶ πότερον πάντα τὰ ἀίδια ἢ τινά, καὶ εἰ τινά, πότερον τῶν ἀιδίων τὰ σωματοειδῆ μόνα, οἷον τὰ οὐράνια, ἢ καὶ τῶν ἀσωμάτων ἔνια· τέταρτον δέ, πῶς μετέχει τῶν ἰδεῶν τὰ μετέχοντα. δοκεῖ τοίνυν τοῦτο τὸ ἐπιχείρημα τοῦ τρίτου προβλήματος εἶναι, εἴ τι κοινὸν εἶδος καὶ ἐπὶ τοῖς γενητοῖς καὶ ἐπὶ τοῖς ἀιδίοις ἀπολείπουσιν οἱ ἄνδρες, οἷον τὸ τῆς ὁμοιότητος ἢ ἰσότητος ἢ ταυτότητος εἶδος, οὗ μετέχει μὲν καὶ ὁ οὐρανός, μετέχει δὲ καὶ τὰ τῇδε. καὶ τοῦτο οὐδὲν ἄτοπον συνάγει· κἂν γὰρ ταὐτὸν ᾖ τὸ μετεχόμενον, ἀλλ’ ἥ γε μέθεξις ἔχει τὸ διάφορον· ἕκαστον γὰρ οἰκείως τῇ ἑαυτοῦ τάξει τῶν ἀρχικῶν αἰτίων μεταλαμβάνει· ἵνα δὲ μὴ ταραττώμεθα πρὸς τὰ τοιαῦτα τῶν ἐπιχειρημάτων αὐτοῦ, ληπτέον τὰ δοκοῦντα περὶ τῶν μετεχόντων τοῖς ἀρίστοις τῶν Πλατωνικῶν. Νουμηνίῳ μὲν οὖν καὶ Κρονίῳ καὶ Ἀμελίῳ καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ πάντα μετέχειν ἀρέσκει τῶν ἰδεῶν, Πορφυρίῳ δὲ μόνα τὰ αἰσθητά, * * * ἀλλὰ τὰ μὲν πρῶτα καὶ ἄριστα τῶν νοητῶν αὐτὰ εἶναι τὰ μετεχόμενα,3 τὰ δ’ ἐκεῖθεν ἀπογεννώμενα ταῦτ’ εἶναι τὰ τῶν εἰδῶν μετέχοντα, τόν τε ψυχικὸν δηλαδὴ διάκοσμον καὶ τὸν αἰσθητόν. καὶ ἄτοπόν γε οὐδὲν τῆς ἰδέας τοῦ ἀνθρώπου καὶ τοῦ ἴσου καὶ τοῦ ὁμοίου ἄλλως μὲν τὴν ψυχὴν μετέχειν, ἄλλως δὲ τὴν φύσιν καὶ ἄλλως μὲν τὸν αἰθέρα, πάλιν δὲ ἄλλως τὸν γενητὸν τόπον· καὶ εἶναι μὲν συντάξεις τούτων καὶ συμπαθείας καὶ οἰκειότητας κατὰ τὴν μέθεξιν τῆς μιᾶς ἰδέας, ἐξηρτῆσθαί γε μὴν ἀεὶ τὰ δεύτερα τῶν προτέρων, καὶ οὕτω τὴν μὲν ἰδέαν ἑαυτῆς οὐκ ἐξισταμένην ἀμερίστως πᾶσι παρεῖναι τοῖς μετέχειν αὐτῆς δυναμένοις, τὰ δὲ μετέχοντα διὰ τῶν πρὸ ἑαυτῶν ἀεὶ κοσμεῖσθαι καὶ πρὸς αὐτὴν ἀνάγεσθαι τὴν ἰδέαν, σῶμα μὲν διὰ φύσεως, ταύτην δὲ διὰ ψυχῆς, τὴν δὲ διὰ νοῦ τοῦ ἑαυτῆς, ὃς ἀνεκφοίτητος λοιπόν ἐστι τῶν ἐκεῖ καὶ κρειττόνως ἥνωται τοῖς θείοις εἴδεσιν ἢ κατὰ τὴν τῶν μετεχόντων ἑτερότητα.4

“在其余的事物中……在这些事物中以及在永恒事物中。” 在关于理念的众多探究课题中,有四个最值得倾注精力:其一,它们是否存在,它们是什么,是何种性质以及因何缘故(我把所有这些作为一个课题来说,因为这一切都围绕它们自身的实际存立而展开);其二,何物有理念;其三,分有理念的是哪些事物,是仅有生成之物还是亦有永恒之物,是全部永恒之物还是其中的一部分,如果是其中的一部分,是永恒事物中仅具形体者(如天体)还是亦包括某些非形体者;其四,分有者如何分有理念。因此,这个论证似乎属于第三个课题,即那些人[柏拉图主义者]是否在生成之物与永恒之物上都留下了某个共同的形式,例如相似性、平等性或同一性的形式,既为天界所分有,亦为尘世之物所分有。而这并未推导出任何荒谬之处;因为即使被分有者是同一的,分有本身却存在差异;各自依照适合于自身品阶的方式分取始基性原因。为了让我们不被他的诸如此类的论据所困扰,应当把握最杰出的柏拉图主义者关于分有者的看法。努美纽斯、克罗纽斯和阿梅里乌斯主张,智性事物和可感觉事物全都分有理念;而对波菲利来说,仅有可感觉事物分有[理念];[但依照其他人],智性事物中最原初和最卓越者本身是被分有者,而从彼处产生之物则是分有形式者,显然包括灵魂的世界秩序和可感觉的世界秩序。而且,灵魂以一种方式,自然以另一种方式,以太以一种方式,生成之领域又以另一种方式分有人的理念、平等的理念以及相似的理念,这绝无任何荒谬之处;并且依照对单一理念的分有,在这些事物之间存在条理、感应与亲和性,后生者总是悬系于在先者之上,由此理念不离开自身而不可分割地临在于所有能够分有它之物中,而分有者则始终通过在其之前者得以整饬并被引向理念本身:物体通过自然,自然通过灵魂,灵魂通过其自身的理智,该理智随后永不脱离彼处,并以优越于分有者之间相异性的方式与神圣形式结合在一起。

语法注4 条
  1. 3.21ὅλως δὲ εἰ μὴ μέλλοιμεν ὑλικὰς αἰτίας * * ἀλλὰ τὰς πρωτουργοὺς καὶ τῶν ἀποτελεσμάτων ἐξῃρημένας

    由μέλλοιμεν所支配的不定式因文本脱落( )而遗失。根据上下文的对比(不仅将质料因……而且将首要且超拔的原因……),可推知省略了如τιθέναι(设立、假定)或αἰτιᾶσθαι(归因)之类的不定式动词。各语言译文均在方括号中补充了此类支配动词以显明句子骨架。

  2. 3.22ὅτι τὰς ἰδέας ὁμωνύμους φησὶν εἶναι τῶν αἰσθητῶν

    形容词ὁμωνύμους之后的属格τῶν αἰσθητῶν是表示关系或比较的属格(“与可感觉事物同名异义”)。叙利亚努在此处强调亚里士多德本人使用了ὁμώνυμον一词,以此反驳阿佛洛狄西亚的亚历山大认为亚里士多德将理念视为“同名同义”的解读。

  3. 3.23Πορφυρίῳ δὲ μόνα τὰ αἰσθητά, * * * ἀλλὰ τὰ μὲν πρῶτα καὶ ἄριστα τῶν νοητῶν αὐτὰ εἶναι τὰ μετεχόμενα

    在表达波菲利观点的与格结构(Πορφυρίῳ δὲ μόνα τὰ αἰσθητά [μετέχειν ἀρέσκει])之后存在一处文本脱落( *),随后以“对格加不定式”结构(ἀλλὰ τὰ μὲν πρῶτα... εἶναι...)延续。该不定式在句法上受脱落部分中遗失的动词(如表达其他柏拉图主义者主张的言说或认知动词)所支配,或是引述叙利亚努自身调和性学说的间接引语。

  4. 3.23ὃς ἀνεκφοίτητος λοιπόν ἐστι τῶν ἐκεῖ καὶ κρειττόνως ἥνωται τοῖς θείοις εἴδεσιν ἢ κατὰ τὴν τῶν μετεχόντων ἑτερότητα

    关系代词ὅς的先行词是紧邻的νοῦ τοῦ ἑαυτῆς(灵魂自身的理智)。比较级副词κρειττόνως与ἤ相呼应,表示该理智与神圣形式的结合“优越于按照分有者之间的相异性所具有的结合方式”。附属于形容词ἀνεκφοίτητος的属格τῶν ἐκεῖ是表示分离的属格(即不走出彼处之事物)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:108.8-109.26