← 叙利亚努斯

亚里士多德《形而上学》注释

§107.4-108.7

事物具有理念与否的界准

叙利亚努回应亚里士多德关于所有普遍谓词都必然存在理念的批评,系统阐明了柏拉图主义关于何者有理念(普遍完满的实体及其成全状态)以及何者没有理念(恶、否定、部分、偶性、复合体、杂种、技艺造物及偶然事件)的严格界准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.20

" Ὥστε συνέβαινεν... λεγομένων." Αἱ μὲν ἰδέαι καθόλου τέ εἰσιν, εἰ δεῖ καθόλου λέγειν τὰς τῶν εἰδικωτάτων λόγων αἰτίας,1 καὶ ἐπὶ πᾶν ἀμερίστως φθάνουσι ταῖς δημιουργίαις. οὐ μὴν πάντων τῶν ἐν ἐπινοίαις ὄντων καθόλου φασὶν ἰδέας οἱ ἄνδρες εἶναι· οὔτε γὰρ τῶν κακῶν ἢ αἰσχρῶν, ἐπειδὴ στερήσει μᾶλλον καὶ ἀποστάσει τῶν εἰδῶν ταῦτα παρυφίσταται τῇ φύσει, διὸ καὶ παρὰ φύσιν ἔχειν λέγεται· οὔτε τῶν ἀποφάσεων, ἀναιρετικὰ γὰρ ταῦτα τοῦ ὅρου καὶ τοῦ πέρατος τοῦ παρὰ τῶν εἰδῶν ἐνδιδομένου τοῖς πᾶσι, καὶ ἅμα ὑλικόν ἐστι μᾶλλον τὸ τῆς ἀοριστίας πάθος ἤπερ εἰδητικόν· οὔτε τῶν ἄλλοτε ἄλλως ἐχόντων· ταῦτα γὰρ ἐκ κινουμένης αἰτίας τὸ τρεπτὸν καὶ μεταβλητόν, ἀλλ’ οὐκ ἐκ τῆς ἀκινήτου καὶ σταθερᾶς τῶν εἰδῶν ἐλλάμψεως ὑποδέχεται. ἀλλ’ οὐδὲ τῶν μερῶν ὅσα μὴ καὶ ὅλα ἐστὶν ἰδέας ἀπολιμπάνουσιν,2 οἷον χειρὸς ἢ κεφαλῆς ἢ δακτύλων ἢ ῥινός· ὁλοτελεῖς γὰρ οὖσαι τῶν πραγμάτων αἰτίαι τὰ ὅλα εἴδη παράγουσιν οὐ διῃρημέναι περὶ τὰ τούτων μόρια κατὰ τοὺς τῆς φύσεως λόγους. οὐ μὴν οὐδὲ τῶν πρώτως τοῖς σώμασι συμβεβηκότων ἐν νῷ τὰς διωρισμένας αἰτίας ἀπετίθεντο, γλυκύτητος φέρε καὶ λευκότητος· ἀρκεῖν〈γὰρ〉 ᾤοντο τοὺς φυσικοὺς λόγους πρὸς τὴν τῶν συμβεβηκότων τοῖς σώμασιν ποίησιν. οὐ μὴν οὐδὲ τῶν συνθέτων, οἷον ἀνθρώπου σοφοῦ· ἁπλᾶ γὰρ ὄντα τὰ εἴδη ἁπλῆς ἕκαστον οὐσίας ἐξηγεῖται, τὸ δὲ μετασχὸν διαφόρων εἰδῶν κινεῖ τὴν διάνοιαν ἡμῶν εἰς τὸ συντιθέναι τόδε τῷδε ἢ διαιρεῖν ἀπὸ τοῦδε τόδε· περὶ ὃ τοίνυν κατάφασις καὶ ἀπόφασις, περὶ τοῦτο καὶ σύνθεσις καὶ διαίρεσις· τὰ δὲ εἴδη καὶ ἡ τοῖς εἴδεσι σύστοιχος νόησις ἁπάντων τούτων ἐξῄρηται δι’ ἁπλότητος ὑπερβολήν. οὐ τοίνυν οὐδὲ τῶν ἐξ ἀνομοιογενοῦς συμπλοκῆς ἐχόντων τὴν γένεσιν, οὐδὲ τούτων εἴδη θετέον εἶναι, οἷον γίννων καὶ ἡμιόνων καὶ τῶν ἀπὸ διαφόρων δένδρων συμφυομένων· ὑστερογενῆ γὰρ πάντα ταῦτα καὶ ἐπεισοδιώδη καὶ οὐ μόνης φύσεως ἔργα, οὐδ’ ὅλως κατὰ τοὺς ἑαυτῆς ὁδευούσης λόγους, ἀλλ’ οἷον ἀδικουμένης καὶ † μετευομένης καὶ πολυπραγμονεῖν ἀναγκαζομένης. δῆλον τοίνυν ἐκ τούτων, ὅτι καὶ πᾶσα τέχνη μιμουμένη τὴν φύσιν καὶ πρὸς μόνον τὸν θνητὸν βίον συντέλειάν τινα παρεχομένη τῆς τῶν εἰδῶν αἰτίας ἀπολείπεται. οὐ μὴν οὐδ’ ὅσα ψυχικῆς ἔχεται προαιρέσεως ἔργα οὐδ’ ὅσα κατὰ συνδρομὴν πλειόνων αἰτίων ἀποτελεῖται, ἃ δὴ κατὰ τύχην ὀνομάζειν εἰώθαμεν, οὐδὲ ταῦτα τῆς τῶν εἰδῶν αἰτίας ἐξάπτομεν· τὰ γὰρ ἐκεῖθεν ἀποτελούμενα ἀεί τέ ἐστι καὶ ὡσαύτως ἔχει καὶ τῆς τῶν ἐνδεχομένων ἐξῄρηται φύσεως. λείπεται τοίνυν τῶν καθόλου καὶ τελείων οὐσιῶν εἶναι τὰς ἰδέας3 καὶ τῶν συντελούντων πρὸς τὴν κατὰ φύσιν διάθεσιν τούτων τῶν οὐσιῶν, οἷον ἀνθρώπου καὶ εἴ τι ἀνθρώπου τελειωτικόν, σοφίας φέρε καὶ ἀρετῆς· αἰτίαι γὰρ οὖσαι γεννητικαὶ καὶ τελεσιουργοὶ πάντων αἱ ἰδέαι καὶ ὑφιστᾶσι τὰς οὐσίας καὶ τελειοῦσι πρὸς ἑαυτὰς ἐπιστρέφουσαι. δῆλον ἄρα ὅτι καὶ τῆς οὐσίας αὐτῶν καὶ τῆς τελειότητος τὴν αἰτίαν ἐν ἑαυταῖς προειλήφασιν. ἔχομεν οὖν ὡς ἐν ἐλαχίστοις, τίνων μέν εἰσι παρ’ αὐτοῖς ἰδέαι, τίνων δὲ οὔκ εἰσι, καὶ ὅτι οὐ πάντων εἰσὶ τῶν οὕτω καθόλου καθάπερ ὁ κατήγορός φησι.

“以致结果是……所言之物。” 理念确实是普遍的,如果必须将最种类的诸理路之原因称为普遍的话;它们通过造物活动不可分割地通达万物。然而,那些人[柏拉图主义者]绝不说凡在观念中普遍存在之物都有理念。因为,既没有恶或丑的事物的[理念],既然这些是由于缺乏并偏离形式而附随于自然而存立的,由此也被称为反自然的;也没有否定的[理念],因为这些取消了由形式赋予万物的界限与定限,同时不定性的受动与其说是形式性的,不如说是质料性的;也没有时而如此、时而如彼的事物的[理念],因为这些是从被推动的原因中接纳了流变与变化,而非来自形式那不动且坚实的光照。不仅如此,凡不是整体的部分,如手、头、手指或鼻子,他们都不留下理念;因为[理念]作为诸事物的全然完备的原因,产生整个的形式,而不在这些整体的部分周围依照自然的理路而被分割。再者,他们也没有在理智中为原初附属于物体的事物(如甜或白)安置明确区分的原因;因为他们认为自然的诸理路对于产生附属于物体的事物而言已经足够了。再者,也没有复合体的[理念],如“有智慧的人”;因为形式是单纯的,各自统摄一种单纯的实体,而分有了不同形式之物则推动我们的推论思维将此与彼结合起来,或将此与彼分开。因此,凡有肯定与否定之处,亦必有结合与分离;但形式以及与形式相对应的智观,因其极致的单纯性而超拔于这一切之上。因此,由异种结合而产生的事物,如细驴、骡子以及从不同树木嫁接共生之物,亦不可假定其有形式;因为所有这些都是后生的、偶发的,并非唯独自然的造物,也全然不是自然依照其自身的理路前行所成,而是自然仿佛遭到了侵害、受到了阻碍并被迫去枉费心力。因此,由这些显而易见,凡模仿自然且仅仅为必死生命提供某种效用的技艺,也都脱离了形式之原因。再者,凡属于灵魂抉择的造物,以及凡依凭诸原因的汇聚而成就之事(即我们习惯称之为出于偶然者),我们也不把它们归属于形式之原因;因为从彼处成就之物永恒存在且处于同一状态,超拔于偶然事物的自然本性。因此,剩下的结论是:理念属于普遍且完满的实体,以及有助于这些实体的合乎自然的性向之事,如人以及任何能使人达于完满之事,如智慧与德性;因为理念作为万物的产生性与成全性原因,既使诸实体获得存立,又通过使它们转向自身而使其完满。由此可见,理念在自身中预先把握了它们的存在与完满性的原因。因此,我们以极其简要的方式掌握了:在他们看来何者有理念,何者没有理念;并且并非像控告者所说的那样,凡是如此这般普遍之物皆有理念。

语法注3 条
  1. 3.20εἰ δεῖ καθόλου λέγειν τὰς τῶν εἰδικωτάτων λόγων αἰτίας

    条件从句“εἰ δεῖ...”是对前句“Αἱ μὲν ἰδέαι καθόλου τέ εἰσιν”的限制性补充,表明从柏拉图主义立场看,理念并非单纯观念上的普遍抽象,而是最种形式之诸理路的超越原因。此句在认可条件的同时限定了“普遍”一词的意义。

  2. 3.20ἀλλ’ οὐδὲ τῶν μερῶν ὅσα μὴ καὶ ὅλα ἐστὶν ἰδέας ἀπολιμπάνουσιν

    动词“ἀπολιμπάνουσιν”支配属格“τῶν μερῶν...”和宾格“ἰδέας”,意为“留下/承认……的理念”。修饰“τῶν μερῶν”的关系从句“ὅσα μὴ καὶ ὅλα ἐστίν”意为“那些并不兼为整体的部分”,是一个限制性关系从句,用以将纯粹的部分与本身亦构成有机整体的部分区分开来。

  3. 3.20λείπεται τοίνυν τῶν καθόλου καὶ τελείων οὐσιῶν εἶναι τὰς ἰδέας

    非人称动词“λείπεται”支配由宾格和不定词构成的从属从句“τῶν ... οὐσιῶν εἶναι τὰς ἰδέας”。不定词的主语是宾格“τὰς ἰδέας”,而属格“τῶν καθόλου καὶ τελείων οὐσιῶν”与“εἶναι”连用构成表语性属格,表示所属(“理念属于普遍且完满的实体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:107.4-108.7