- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:105.18-107.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努驳斥了斯多亚派、朗吉诺斯、中期柏拉图主义者和逍遥学派对理念的贬抑性解释(如语言习惯、可言说体、思念、灵魂的理性原则、属类等),并阐明了真正的理念论:形式作为可知觉与理智的原型以四数与十数结构存在于“活物本身”与“创世理智”之中,融合了动力因、范型因与目的因。
Ἀλλ’ ἵνα μὴ νῦν περὶ τὴν ἱστορίαν φανερὰν οὖσαν διατρίβωμεν, ῥητέον ἕνα λόγον περὶ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν Παρμενιδείων τε καὶ Πυθαγορείων πρὸς αὐτόν, ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν1 οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωικῶν ὕστερον ᾠήθησαν (πολλαῖς γὰρ διαφοραῖς διέστηκε τὰ καθ’ αὑτὰ εἴδη τῶν ἐν τῇ συνηθείᾳ λεγομένων), οὔτε τοῖς λεκτοῖς τοῖς πολυθρυλήτοις ἀνάλογον τῷ νῷ παρυφίσταται, ὡς ᾑρεῖτο Λογγῖνος πρεσβεύειν· οὐδὲν γὰρ ὅλως παρυφίσταται τῷ νῷ, εἴπερ ἀνούσιόν ἐστι τὸ παρυφιστάμενον· πῶς δ’ ἂν τὸ αὐτὸ νοητόν τε εἴη καὶ παρυφίσταιτο; οὐ μὴν οὐδ’ ἐννοήματά εἰσι παρ’ αὐτοῖς αἱ ἰδέαι, ὡς Κλεάνθης ὕστερον εἴρηκεν, οὐδ’, ὡς Ἀντωνῖνος μιγνὺς τὴν Λογγίνου καὶ Κλεάνθους δόξαν, τῷ νῷ παρυφίστανται κατὰ τὰς ἐννοητικὰς ἰδέας. οὐ μὴν οὔτε ὁ ὁριστικὸς λόγος οὔτε τὸ ἔνυλον εἶδος καὶ τὸ ὁριστόν ἐστιν ἡ ἰδέα, ὡς ἐν τούτοις καὶ ἐν ἄλλοις ὁ Ἀριστοτέλης φησὶν οἰηθῆναι τὸν Σωκράτην· τὰ μὲν γάρ ἐστιν ἐν συνθέσει καὶ διαιρέσει καὶ πλήθει καὶ ῥέπει πρὸς τὴν γένεσιν καὶ τὴν ὕλην, τὰ δὲ εἴδη τελέως ἁπλᾶ καὶ ἀμερῆ καὶ μονοειδῆ καὶ ἀγένητα καὶ ἄυλα. καὶ τί θαυμαστόν, εἰ τὰ τοσοῦτον ἀλλήλων διεστῶτα χωρίζομεν ἀπ’ ἀλλήλων; ὅπου γε2 μηδὲ Πλούταρχον καὶ Ἀττικὸν καὶ Δημόκριτον τοὺς Πλατωνικοὺς κατ’ αὐτὸ τοῦτο ζηλοῦμεν, ὅτι γε τοὺς καθόλου λόγους τοὺς ἐν οὐσίᾳ τῇ ψυχικῇ διαιωνίως ὑπάρχοντας ἡγοῦνται εἶναι τὰς ἰδέας· εἰ γὰρ καὶ χωρίζουσιν αὐτὰς τῶν ἐν τοῖς αἰσθητοῖς κοινοτήτων, ἀλλ’ ὅμως οὐ χρὴ συμφύρειν εἰς ταὐτὸ τοὺς τῆς ψυχῆς λόγους καὶ τὸν ἔνυλον καλούμενον νοῦν τοῖς παραδειγματικοῖς καὶ ἀΰλοις εἴδεσι καὶ ταῖς δημιουργικαῖς νοήσεσιν· ἀλλ’ ὥσπερ ὁ θεῖος Πλάτων τὸ μὲν ἡμέτερον εἰς ἓν λογισμῷ συναιρεῖσθαί φησι καὶ ἀνάμνησιν εἶναι ὧν ἐθεασάμεθά ποτε συμπορευθέντες θεῷ, τὸ δὲ θεῖον ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχειν, οὕτω καὶ αὐτοὺς διαιρεῖν, ἔστ’ ἂν ἐθέλωσιν εἶναι Πλατωνικοί.3 παραφέρεται δὲ καὶ Βοηθὸς ὁ περιπατητικὸς ἐκ τῶν παρὰ τῷ Ἀριστοτέλει κατηχήσεων εἰς ταὐτὸν ἄγων τοῖς γενικοῖς τὰς ἰδέας· ᾧ καὶ τὸν Κορνοῦτον συντάττειν εὔλογον, οὐ πόρρω καὶ αὐτὸν ταύτης ὑπενεχθέντα τῆς δόξης· εἴτε γὰρ πρότερα τὰ γενικὰ τῶν καθ’ ἕκαστα, οὐχ οὕτω πρότερα ὡς ἐξῃρημένα τῆς πρὸς αὐτὰ σχέσεως οὐδ’ ὡς τῆς οὐσίας αὐτῶν αἴτια, ἅπερ ὑπάρχει ταῖς ἰδέαις· εἴτε δεύτερα, καθάπερ καὶ οἱ πολλοὶ λέγειν εἰώθασι, πότε τὰ ὑστερογενῆ καὶ ἀνούσια καὶ ἐν ψιλαῖς ἐπινοίαις γιγνόμενα τὴν τῶν δημιουργικῶν καὶ ἀγαθουργῶν εἰδῶν ἀξίαν ὑπενεγκεῖν δυνήσεται; Πῶς οὖν κατ’ αὐτοὺς ὑφέστηκε τὰ εἴδη τοὺς 〈τῆς〉 ἀληθείας φιλοθεάμονας; νοητῶς μὲν καὶ τετραδικῶς ἐν τῷ αὐτοζῴῳ, νοερῶς δὲ καὶ δεκαδικῶς ἐν 〈τῷ〉 δημιουργικῷ νῷ· “πρόεισι” γὰρ ὁ θεῖος ἀριθμὸς “μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, ἔστ’ ἂν ἵκηται τετράδ’ ἐπὶ ζαθέην, ἣ δὴ τέκε μητέρα πάντων πανδεχέα πρέσβειραν ὅρον περὶ πᾶσι τιθεῖσαν ἄτροπον ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνὴν ἀθάνατοί τε θεοὶ καὶ γηγενέες ἄνθρωποι.” λέλεκται μὲν οὖν πᾶν τὸ ἀληθὲς Πυθαγορείως τε καὶ Ὀρφικῶς· εἰ δὲ χρὴ συνηθέστερον εἰπεῖν, νοῦς αὐτάρκης καὶ παντελὴς αἴτιος τῶν ὅλων προτετάχθω· τούτου δὲ τὸ θειότατον καὶ ἄχραντον τῶν ἐνεργειῶν ἀκήρατον φυλαττέσθω πρός τε δημιουργίαν καὶ τὴν ἀγαθουργὸν πρόνοιαν τῶν ἐγκοσμίων πραγμάτων. οὗτος οὖν κατὰ τὰς νοήσεις πλήρης ὢν τοῖς εἴδεσιν ἐξορίζει μὲν τὸ ἀναίτιον καὶ τὸ αὐτόματον τῆς ἑαυτοῦ ποιήσεως, πάντων δὲ ἀγαθῶν καὶ καλῶν τοῖς δημιουργήμασι μεταδιδοὺς πρὸς ἑαυτὸν ἐπιστρέφει τὸ πᾶν καὶ ἑαυτῷ συνεξομοιοῖ καὶ τοιαῦτα καὶ τοσαῦτα δημιουργεῖ, οἷα καὶ ὅσα νοεῖ· νοεῖ δὲ πάντα παντελὴς ὤν. οὐδὲν ἄρα τῶν ὄντως ὄντων ἀπολείπεται τῆς οὐσίας τοῦ νοῦ, ἀλλ’ ἱδρύει ἀεὶ τὰ εἴδη ἐν αὑτῷ οὐχ ἕτερα ὄντα παρ’ αὐτὸν καὶ τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ συμπληροῦντα αὐτοῦ τὸ εἶναι καὶ τὴν ποιητικὴν αἰτίαν ὁμοῦ καὶ παραδειγματικὴν καὶ τελικὴν τοῖς πᾶσιν ἐπιφέροντα· καὶ γὰρ ποιεῖ ὡς νοῦς, καὶ παραδείγματά ἐστιν ὡς εἴδη, καὶ δι’ ἑαυτὰ ποιεῖ καὶ τὴν ἑαυτῶν ἀγαθότητα. πρὸς οὖν τὰ τοιαῦτα χρὴ διαμάχεσθαι τὸν ἀληθῶς ἀντιλέγοντα τοῖς τῶν εἰδῶν ἐρασταῖς, ἀλλὰ μὴ κενὰς αἰτίας καὶ ὑποθέσεις ἀναπλάττοντα πρὸς ταύτας σκιαμαχεῖν.
但是,为了不把时间耗费在如今已显而易见的历史事实上,必须针对他[亚里士多德]关于苏格拉底、柏拉图以及巴门尼德和毕达哥拉斯的追随者们提出一个论点,即在这些神圣人物那里,形式绝非为了字词习惯的使用而被引入,如克律西波斯、阿凯德谟以及后来大多数斯多亚派学者所认为的那样(因为自存的形式与习惯用法中所述的事物有着诸多差异);它们也不像朗吉诺斯所选择尊崇的那样,类似于那声名远扬的可言说体[lekta]而附随于理智存在(因为如果附随存在之物确实是无实体性的,那么就根本没有任何东西附随于理智存在;同一事物又怎能既是可知觉对象又是附随存在的呢?);在他们看来,理念当然也不是思念,如克莱安西斯后来所说的那样;也不是像安东尼努斯混合了朗吉诺斯与克莱安西斯的观点那样,依照思念的理念附随于理智存在;理念当然也不是定义的公式,亦非具质料的形式与可定义的对象,如亚里士多德在此处及其他地方所声称苏格拉底所认为的那样(因为前者处于组合、区分与繁复之中,并偏向于生成与质料;而形式则是完全单纯的、不可分割的、单一形相的、无始生成的和非质料的)。如果我们将彼此相差如此悬殊的事物相互分离,又有什么可奇怪的呢?既然我们甚至在这同一方面也不赞许柏拉图主义者普鲁塔克、阿提库斯和德谟克利特,因为他们认为永恒存在于灵魂实体中的普遍理性原则就是理念(因为即使他们将理念从感觉事物的共同特征中分离出来,然而人们也不应将灵魂的理性原则和所谓的具质料理智与范型性的、非质料的形式以及创世者的知解混为一谈;相反,正如神圣的柏拉图所说,属于我们的是通过推理归结为一,是对我们曾经与神同行时所见事物的回忆,而神圣之物则永远以相同的方式保持同一状态,他们只要还想做柏拉图主义者,就也应该这样加以区分)。此外,逍遥学派的波埃图斯也脱离了亚里士多德的口授教义而发生偏差,将理念归同于属类的事物;理所当然应将科尔努图斯与他归为同类,因为他自己滑向距这一观点不远之处(因为属类事物无论先于个别事物,都绝非像理念那样超越与它们的关系而先在,亦非作为它们实体的因而先在;或者正如大众惯常所说的那样是后在的,那么后生的、无实体的、仅在纯粹概念中产生的事物,又何时能够承担起创世与施善的形式的尊严呢?)。 那么,在这些真理的爱观者看来,形式究竟是如何存立的呢?它们以可知觉的方式并以四数的方式存立于“活物本身”之中,以理智的方式并以十数的方式存立于“创世理智”之中。因为“神圣的数从纯洁的太一深渊中涌出,直至达到至圣的四数,正是它孕育了万物之母,那包罗万象、备受尊崇的,在万物周围设立不变且不知疲倦的界限之母;不死的神灵和地上的人类称之为神圣的十数。”因此,所有的真理已由毕达哥拉斯式和奥菲斯式的方式道尽;但如果必须以更惯常的方式表达,则应将一个自足且完全的、作为万物之因的理智置于首位;并且其活动中最神圣且纯洁无瑕的部分,应当为了世间事物的创世以及施善的摄理而保持纯洁。因此,这一理智在其知解中充满了形式,从自身的造作中驱逐了无因与偶然,将一切美好与美善之物分赐给受造物,使万物归向自身并同化于自身,并且制作出与它所知解的一样且同等数量的事物;由于它是完全的,它知解万物。因此,真正存在之物无一遗漏于理智的实体之外,相反,理智始终将形式确立在自身之中,这些形式并非外在于它及其实体,而是充盈其存在,并将动力因、范型因与目的因同时赋予万物;因为它们是作为理智而制作,作为形式而为范型,并且为了它们自身以及自身的善而制作。因此,真正反驳形式爱好者的人应当与这些论点争辩,而不是虚构空洞的原因与假说并与之作无谓的空击。
- 3.19ῥητέον ἕνα λόγον περὶ Σωκράτους καὶ Πλάτωνος καὶ τῶν Παρμενιδείων τε καὶ Πυθαγορείων πρὸς αὐτόν, ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν
动词性形容词 ῥητέον 支配宾格 ἕνα λόγον(“必须针对他[亚里士多德]陈述一个论点”)。随后的 ὡς ἄρα 引导同位语(解释性从句),用以阐明 ἕνα λόγον 的具体内容,即柏拉图及毕达哥拉斯学派对形式的真实理解。
- 3.19ὅπου γε μηδὲ Πλούταρχον καὶ Ἀττικὸν καὶ Δημόκριτον τοὺς Πλατωνικοὺς κατ’ αὐτὸ τοῦτο ζηλοῦμεν, ὅτι γε
连词 ὅπου γε 与直陈式连用,引导表示依据或让步性因果的从句(“既然我们甚至……都不赞许”),用来支撑前文的反问(“将彼此相差悬殊的事物分离开来有什么可奇怪的呢?”),指出即便是同属柏拉图主义者的普鲁塔克等人的中期柏拉图学说也受到了批判性的拒斥。
- 3.19οὕτω καὶ αὐτοὺς διαιρεῖν, ἔστ’ ἂν ἐθέλωσιν εἶναι Πλατωνικοί
不定词 διαιρεῖν 承接上文 οὐ χρὴ συμφύρειν(“不应混淆”)所传达的应当之意,或作为命令性不定词使用,意为“如果他们仍想做柏拉图主义者,他们也应当如此加以区分”,对中期柏拉图派学者提出了规范性要求。
