- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:104.6-105.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯驳斥了亚里士多德关于理念论源于赫拉克利特流变说的断言,指责其虚妄,并激烈批评了关于柏拉图背离苏格拉底而将普遍者分离的指控,引用多篇柏拉图对话录论证分离形式的思想不仅属于苏格拉底,更源自毕达哥拉斯与爱利亚学派的深厚传统。
" Συνέβη... ἰδέας προσηγόρευσαν." Ἐν τούτοις τὸ μὲν ἐκ τῆς τῶν Ἡρακλειτείων δόξης ἐπὶ τὴν περὶ ἰδεῶν ὑπόληψιν ἐλθεῖν τοὺς θείους ἄνδρας ψευδῶς εἴρηται· οὔτε γὰρ Ἡρακλείτῳ τέλεον ὁμογνωμονοῦσι περὶ τῶν αἰσθητῶν οἱ ἀμφὶ Σωκράτη καὶ Πλάτωνα, ὡς δηλοῖ καὶ ὁ Θεαίτητος καὶ τὰ ἐν Κρατύλῳ ῥηθέντα· οὔτε διὰ τὸ ταῦτα ῥεῖν ἐπὶ τὰς ὡρισμένας τῶν ὄντων ἦλθον αἰτίας, ἀλλὰ τοὐναντίον καὶ τὸ τούτων συγκεχυμένον καὶ ἄστατον καὶ ἀβέβαιον καὶ πλημμελὲς ἐκ τῆς οὐσίας ἐκείνης ὑπελάμβανον διακρίσεως καὶ ταὐτότητος καὶ μονίμου καταστάσεως καὶ εὐταξίας μεταλαγχάνειν, καθ’ ὅσον αὐτῷ θέμις ἦν ὑπ’ ἐκείνης κοσμεῖσθαι τῆς αἰτιωτάτης τῶν ὅλων ἀρχῆς. τὸ δὲ μὴ εἶναι τῶν ῥεόντων ἐπιστήμην οὐ μόνον Πλάτωνι καὶ Σωκράτει καὶ τοῖς Πυθαγορείοις, ἀλλὰ καὶ αὐτῷ δοκεῖ τῷ ταῦτα γράφοντι· ἀλλὰ μηδὲ τῶν καθ’ ἕκαστα·1 〈ἃ〉 εἴτε ῥέοι κατὰ πᾶν, ὡς ὁ Ἡρακλείτου λόγος, εἴτε γίγνοιτο μὲν ἀεὶ καὶ φθείροιτο, διαμένοι δὲ κατὰ τὸ ἑαυτῶν ὅλον διὰ τὴν εἰδητικὴν αἰτίαν, ὡς Πλάτων ἐθέλει, εἴτε καὶ ὄντα τις αὐτὰ καλοίη, ὡς Ἀριστοτέλης εἴωθεν, εἴτε καὶ μόνα εἶναι λέγοι, ὡς οἱ Στωικοί φασιν, ὅμως τό γε ἐπιστήμην εἶναι τῶν ἀτόμων παρὰ πᾶσίν ἐστιν ἀπεγνωσμένον, εἰ μή τις ἐπιστήμην ἐθέλοι καλεῖν τὴν αἴσθησιν. Ἀλλ’ ἵνα τὰ πολλὰ παρῶ, τὸ Δημόκριτον μὲν μόνον ἐπὶ βραχὺ τῆς ὁριστικῆς ἧφθαι, τοὺς δὲ Πυθαγορείους ἀντὶ τῶν ὅρων ὀνόματα τίθεσθαι τοῖς πράγμασιν ἀριθμῶν, τὸν μὲν καιρὸν ἑπτάδα, τὸ δὲ δίκαιον πεντάδα, τὸν δὲ γάμον ἑξάδα καλοῦντας, τὸ Σωκράτει τὴν μὲν ἀρχὴν τῆς ἀποδεικτικῆς ἐπιστήμης ἀπονεῖμαι, μὴ πᾶσαν δὲ τὴν θείαν καὶ ἀναγωγὸν τῶν ψυχῶν διαλεκτικήν, τὸ τὴν κατ’ αὐτὸν διαλεκτικὴν * * ὁ Πλάτων καλεῖ μὴ ἔχειν ἐπὶ Σωκράτους καὶ Πλάτωνος ἰσχὺν τῶν πάντας καταγωνισαμένων τοὺς παραλογιστικοὺς καὶ διαστρόφους σοφιστάς — ἵν’ οὖν ταῦτα παρῶ, ἐπεὶ μηδ’ αὐτὸς προηγούμενον νυνὶ περὶ αὐτῶν λόγον κατεβάλλετο, τὸ ἐπὶ πᾶσι τούτοις ῥηθέν,2 λέγω δὲ τὸ Σωκράτη μὲν διὰ τοὺς ὁρισμοὺς ἐπὶ τὰ καθόλου ἐλθεῖν καὶ ταῦτα ποιεῖν ἀχώριστα, Πλάτωνα δὲ τὴν Σωκράτους ἀγνοήσαντα ἢ παραβαίνοντα τῶν καθόλου χρῆσιν ἐξῃρημένην αὐτοῖς οὐσίαν παρασχεῖν, τῶν εἰρημένων ἁπάντων εἶναί μοι δοκεῖ τὸ σχετλιώτατον· οὔτε γὰρ Σωκράτης τὰ ὁριστὰ μόνα ᾤετο εἶναι καθόλου, ἀλλὰ πρὸ τούτων ἔτι τοὺς ἐν τῇ ψυχῇ λόγους, ὡς δηλοῖ Πλάτων ἔν τε Φαίδρῳ καὶ Φαίδωνι καὶ ποῦ γὰρ οὐχί, δίκαιος ὢν καὶ ἀξιοπιστότατος ἀνθρώπων ἁπάντων τὰ Σωκράτους ἡμῖν ἀπαγγέλλειν· οὔθ’ ὁ παρ’ ἐκείνου τὴν φιλοσοφίαν ὑποδεξάμενος ἢ παρέβη ἄν τι τῶν ὑπὸ τοῦ διδασκάλου διατεταγμένων ἢ παραβαίνων αὐτῷ ἐκείνῳ περιετίθει3 τὰ μηδὲν αὐτῷ προσήκοντα δόγματα, μᾶλλον δὲ τὰ ὑπεναντίως ἔχοντα πρὸς τὴν ἐκείνου πραγματείαν. νυνὶ δὲ καὶ ἐν Πολιτείᾳ κατὰ τὸ δέκατον βιβλίον παραδέδωκεν αὐτὸν τὰ χωριστὰ εἴδη τὰ ἐν τῷ θείῳ κείμενα πρεσβεύοντα, καὶ ἐν Φαίδρῳ καθορᾶν τὰς ἀναγομένας ψυχὰς λέγοντα αὐτὴν μὲν δικαιοσύνην, αὐτὴν δὲ σωφροσύνην καὶ ἔτι αὐτὴν ἐπιστήμην, καὶ ἐν Φαίδωνι διὰ τῆς τῶν εἰδῶν ὑποθέσεως τῶν χωριστῶν τὴν ἀθανασίαν τῆς ψυχῆς κατασκευάζοντα. καὶ οὐδὲ ἀπὸ Σωκράτους ἦρχθαι ταύτην τὴν θεωρίαν φησὶν ὁ φιλόσοφος, ἀλλ’ ἄνωθεν ἀπὸ Πυθαγόρου καὶ τῶν ἀρχηγετῶν τοῦ Ἐλεατικοῦ διδασκαλείου. ὅ τε γὰρ Τίμαιος Πυθαγόρειος ὢν οὐκ ἀλλαχόθεν διακοσμεῖ τὴν γένεσιν ἢ ἀπὸ τῶν εἰδῶν τῶν χωριστῶν, κατασκευάζων καὶ ὅτι ἔστι καὶ ὅτι αἴτια τῶν τῇδε· ὅ τε Παρμενίδης οὐδ’ ὅποι τις τρέψει τὴν διάνοιαν ὑπολελεῖφθαί φησι μὴ ὄντων τῶν εἰδῶν. ἔν τε τῷ Σοφιστῇ τοὺς πρὸς τοὺς τῶν εἰδῶν φίλους ἀποτεινομένους Γίγασιν ἀφομοιοῖ ὡς Ὀλυμπίαις δηλαδὴ ψυχαῖς καὶ μετεωροπορούσαις ἀνθισταμένους.
“〔关于形式的观点〕产生……称为理念。” 在这些论述中,所谓那些神圣的人物是从赫拉克利特派的观点走向关于理念的理解这一说法乃是不真实的;因为苏格拉底和柏拉图周围的人对感觉事物的看法并未与赫拉克利特完全一致,正如《泰阿泰德篇》和《克拉底鲁篇》中所述表明的那样;他们也并非因为这些事物处于流变之中才走向存在者之确定的原因,相反,他们认为,即使这些事物混乱、不稳定、不确定且不协调的状态,也是从那个实体中分得区分、同一性、恒久状态与良好秩序的,只要这[感觉事物]被万物至高的原因本原所整饬是合乎法则的。此外,处于流变之中的事物没有科学知识,这不仅为柏拉图、苏格拉底和毕达哥拉斯派所主张,而且也为写下这些话的作者本人所认可;而且[也没有关于]个别事物的[科学知识]。这些个别事物,无论像赫拉克利特的学说那样彻底处于流变之中,还是像柏拉图所主张的那样虽不断生成与毁灭却因形式原因而在其整体上持存,抑或像亚里士多德通常所做的那样有人称它们为存在者,还是像斯多亚派所言那样断言唯有它们存在——然而,关于不可分之个体的科学知识的存在,在所有人看来都是绝无可能的,除非有人愿意把感觉称为科学知识。但是——为了略去许多事情:德谟克利特仅对定义术略有涉猎;毕达哥拉斯派用数的名称代替定义赋予事物,把良机称为七,把公正称为五,把婚姻称为六;他赋予苏格拉底以论证科学的开端,却未赋予其提升灵魂的全部神圣辩证法;他所谓的辩证法[……]柏拉图所称的,对于战胜了所有施行谬辩与扭曲之智者的苏格拉底和柏拉图而言毫无效力——为了略去这些(因为他自己目前也未对它们确立首要的论述),在所有这些之上所说的话——我指的是,苏格拉底由于定义而走向普遍者并使之不可分离,而柏拉图或者不知或者背离了苏格拉底对普遍者的使用,赋予了它们一种超越的实体——在我看来是所说一切中最荒谬的。因为苏格拉底既不认为唯有可定义者才是普遍者,而且还认为在此之前灵魂中的理性原则也是如此,正如柏拉图在《斐德罗篇》、《斐多篇》乃至无处不表明的那样,他在向我们传达苏格拉底的思想方面是全人类中最公正且最值得信赖的;从那个人那里继承哲学的人,既不可能逾越导师所规定的任何事,也不可能在背离的同时把完全不属于他的学说、更确切地说是与他的追求完全相反的学说强加给那个人本身。而实际上,他在《理想国》第十卷中记载他尊崇居于神圣之中的分离形式,在《斐德罗篇》中记载他说被提升的灵魂能够观照正义本身、节制本身以及知识本身,并在《斐多篇》中记载他通过分离形式的假说确立了灵魂的不朽。这位哲学家甚至并未说这种观照始于苏格拉底,而是始于更古老的毕达哥拉斯和爱利亚学派的创始人们。因为毕达哥拉斯派的蒂迈欧正是从分离形式而不是从其它任何来源来整饬生成,论证了它们既存在并且是此界事物的原因;而巴门尼德说,若形式不存在,甚至连思辨转向何处都不复存在;在《智者篇》中,他把反对形式之友的人比作巨人们,因为他们显然在与奥林匹斯式的、翱翔天空的灵魂相抗衡。
- 3.19ἀλλὰ μηδὲ τῶν καθ’ ἕκαστα·
承前句 τὸ δὲ μὴ εἶναι τῶν ῥεόντων ἐπιστήμην ... δοκεῖ 省略了谓词成分(ἐπιστήμην εἶναι),应补充理解为“而且[也没有关于]个别事物的[科学知识]”。随后由〈ἃ〉引导的一系列条件从句(εἴτε ῥέοι ... εἴτε γίγνοιτο ...)以 τῶν καθ’ ἕκαστα 为先行词列举了关于个别事物的各种本体论观点,并最终受主节的主语从句 τό γε ἐπιστήμην εἶναι τῶν ἀτόμων 所统摄。
- 3.19Ἀλλ’ ἵνα τὰ πολλὰ παρῶ ... ἵν’ οὖν ταῦτα παρῶ ... τὸ ἐπὶ πᾶσι τούτοις ῥηθέν ...
这是一个包含长篇插入与重述(epanalepsis)的长句。在由 Ἀλλ’ ἵνα τὰ πολλὰ παρῶ 引出的四个带冠词不定式从句(τὸ Δημόκριτον ... ἧφθαι, τοὺς δὲ Πυθαγορείους ... τίθεσθαι, τὸ Σωκράτει ... ἀπονεῖμαι, 以及 τὸ τὴν ... μὴ ἔχειν)被逐一列举之后,由 ἵν’ οὖν ταῦτα παρῶ 对该目的从句进行了收束与再接。主句的核心由主语 τὸ ἐπὶ πᾶσι τούτοις ῥηθέν(带有同位从句 λέγω δὲ τὸ Σωκράτη μὲν ... παρασχεῖν)以及谓语部分 τῶν εἰρημένων ἁπάντων εἶναί μοι δοκεῖ τὸ σχετλιώτατον 构成。
- 3.19οὔθ’ ὁ παρ’ ἐκείνου τὴν φιλοσοφίαν ὑποδεξάμενος ἢ παρέβη ἄν τι τῶν ὑπὸ τοῦ διδασκάλου διατεταγμένων ἢ παραβαίνων αὐτῷ ἐκείνῳ περιετίθει
虚词 ἄν 同时统摄直陈式不定过去时 παρέβη 与直陈式未完成过去时 περιετίθει,构成表过去的与事实相反的虚拟(反事实条件):“从那个人那里继承哲学的人,既不可能逾越导师所规定的任何事,也不可能在背离的同时把[这类学说]强加给那个人本身”。
