← 叙利亚努斯

亚里士多德《形而上学》注释

§102.35-104.5

理念与形式数的同一性及对亚里士多德的反驳

叙利亚努谴责了将数学对象贬低为无实体抽象的做法,推崇毕达哥拉斯学派与扬布里柯的进路,以此结束数学部分的讨论,进而转向考察亚里士多德对理念的批评。他指责亚里士多德为了制造更多指责的借口而人为割裂理念与数,并从词源学与教义两方面论证理念与形式数指涉相同的本质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17#2

Ταῦτα δὴ πάντα καὶ πρὸς ἔτι τούτοις τὰς καθ’ ἑκάστην θεωρίαν τῶν μαθημάτων ἀποδείξεις παρ’ αὐτῶν τις τῶν ἡγεμόνων τῆς μαθηματικῆς ἐπιστήμης ὑποδεξάμενος καὶ πείρᾳ μαθών, ὅπως ἐξ αὐτῶν ὄργανόν τι τῆς ἑκάστου ψυχῆς ἐκκαθαίρεταί τε καὶ ἀναζωπυρεῖται, ἀπολλύμενον καὶ τυφλούμενον ὑπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, κρεῖττον ὂν σωθῆναι μυρίων ὀμμάτων,1 αἰσχυνθείη ἄν τὸ σῶζον ἡμᾶς καὶ οὕτω γλαφυρὸν καὶ λόγοις ἐπιστημονικοῖς καὶ νοεροῖς [καὶ] διαπεποικιλμένον τῆς θεωρίας εἶδος εἰς ἀνούσιον καθέλκειν ὑποκείμενον. εἰ δέ τινι καὶ τῆς ἀνελίξεως καὶ διεξοδικωτέρας ὑφηγήσεως ὧν ἀνεγράψαμεν προβλημάτων ἔρως ἐνέστακται φιλομαθής, ἐντυχὼν οὗτος ταῖς τε Νικομάχου συναγωγαῖς τῶν Πυθαγορείων δογμάτων καὶ ταῖς τοῦ θείου Ἰαμβλίχου περὶ αὐτῶν τούτων πραγματείαις ἀποπλήσει τὸν ἔρωτα, τοῦ μὲν ἱστορικῶς ἅπαντα καὶ φιλαλήθως ἀφηγουμένου, τοῦ δὲ κατασκευαῖς καὶ ἀποδείξεσι καὶ νοερωτέραις ἐπιβολαῖς αὐτὰ διακοσμήσαντος, δῆλον δὲ ποτέρου ποτέρως. καὶ περὶ μὲν τῶν μαθημάτων ἅ τε εἶπεν Ἀριστοτέλης καὶ ἃ πρὸς αὐτὸν ἡμεῖς διομολογούμεθα, μέχρι τούτων ἀρκέσει πρὸς τὸ παρόν· λοιπὸν δὲ ὡς πρὸς τὰς ἰδέας ἠπόρησεν ἐπισκεψώμεθα. Ο ΠΕΡΙ ΤΩΝ ΙΔΕΩΝ ΛΟΓΟΣ.

凡是从数学科学的领袖们本身那里领受了所有这些内容、并在这些之外还领受了数学各门考察中的证明的人,且由经验得知,每个人的灵魂中有一件因其它营生而正在毁损与盲目、却比万千双肉眼更值得被拯救的器皿,正是通过它们而得到净化与重燃,这样的人必将羞于把这种拯救我们、如此优雅且由科学与智性的理性原则所极尽点缀的考察形式,拉低到无实体的基底之中。如果有人被注入了一种爱好求知的热望,渴望对我们所记述的诸问题获得展开和更详尽的引导,那么他通过研读尼科马库斯关于毕达哥拉斯学派教说的汇编,以及神圣的扬布里柯关于这些相同题材的论著,便能满足这一热望;因为前者是以历史的方式且怀着爱真理之心叙述一切,而后者则是以建构、证明和更具智性的探究来整理它们——二者各自以何种方式进行,乃是显而易见的。关于数学学科,亚里士多德所言以及我们针对他所商定并确认的内容,就目前而言到此为止即可;接下来,让我们审视他是如何针对理念提出疑难的。 关于理念的论述。

§3.18

"Περὶ δὲ τῶν ἰδεῶν... εἶναι." Ἐπειδὴ καὶ ἀριθμοὺς εἰδητικοὺς ὁ Πλάτων ἐκάλει τὰς ἰδέας ἑπόμενος τοῖς Πυθαγορείοις, πρότερον, φησίν, ὡς ἰδέας αὐτὰς ἐξετάσωμεν, μηδὲν ἐπιμεμνημένοι τῶν ἀριθμῶν, εἴτε εἰσὶ τοιοῦτοι ἀριθμοὶ εἴτε μή, ἀλλ’ εἰς αὐτὴν τὴν ἔννοιαν ἀνελθόντες τῶν πρώτων θεμένων τοῖς χωριστοῖς εἴδεσι ταύτην τὴν προσηγορίαν. καίτοι μέλλοντι τὰ ὑπ’ ἐκείνων νοηθέντα δικαίως βασανίζειν οὐδὲν ἔδει τῆς τοιαύτης διαιρέσεως·2 οὐ γὰρ κατ’ ἄλλο μὲν ἰδέα κατ’ ἄλλο δὲ ἀριθμὸς εἰδητικὸς κατονομάζεται, ἀλλ’ εἴπερ ὑγιὲς τὸ ‘‘ἀριθμῷ δέ τε πάντ’ ἐπέοικεν’’, οὐκ ἄδηλον ὅτι κατὰ τὸ παραδειγματικὸν ἰδίωμα καὶ ὁ ἀριθμὸς κέκληται καὶ μάλιστα πάντων ὁ εἰδητικός. εἰ δὲ καὶ ἀπὸ τῆς τῶν ὀνομάτων δυνάμεως ἐθέλοι τις αὐτὸ συνιδεῖν, παντὶ προῦπτον ὡς ἥ τε ἰδέα συνεξομοιοῦσα ἑαυτῇ τὰ μετέχοντα καὶ εἴδους καὶ τάξεως καὶ κάλλους καὶ ἑνώσεως αὐτοῖς μεταδιδοῦσα τούτου τετύχηκε τοῦ ὀνόματος, ἅτε τὸ αὐτὸ μὲν εἶδος ἀεὶ διασώζουσα, ἐπὶ πλεῖστα δὲ ὅσα τὴν ἑαυτῆς ἐφαπλοῦσα δύναμιν καὶ τὸ αὐτὸ εἶδος διαιωνίως τοῖς μετέχουσιν ἐπιφέρουσα· ὅ τε ἀριθμὸς ἁρμονίας καὶ φιλίας τοῖς πᾶσιν ἐξηγούμενος ταύτης τετύχηκε τῆς προσρήσεως· ἄρσαι μὲν γὰρ τὸ ἁρμόσαι καλοῦσιν οἱ παλαιοί (‘‘ἐν δὲ σταθμοὺς ἄρσε’’) καὶ ἀνάρσιον τὸ ἀνάρμοστον, καὶ ἀριθμὸν τὴν φιλίαν· ‘‘ἀλλὰ καὶ ἀριθμὸν ἔθεντο μετὰ σφίσιν’’. ἐξ ὧν ἁπάντων ὁ ἀριθμὸς κέκληται μετρῶν πάντα καὶ ἁρμόζων καὶ φίλα ποιῶν, ὅπερ τῆς εἰδητικῆς αἰτίας ἴδιον εἶναί φαμεν. ἀλλὰ ταῦτα μὲν ἔξωθεν προσπαρειλήφθω, τοσοῦτον δὲ προειπόντες, ὅτι πλειόνων ἐγκλημάτων ἀφορμὰς ἑαυτῷ προπαρασκευάζων προδιεῖλε τὰ σκέμματα, κατακολουθήσωμεν οἷς ἐφεξῆς ἀναγράφει περὶ τῶν ἰδεῶν.

“关于理念……存在。” 既然柏拉图追随毕达哥拉斯派,也把理念称为形式数,那么他说,让我们首先把它们作为理念来考察,完全不去提及数——无论是否存在这样的数——而是回溯到最初将这一称谓赋予分离形式的那些人的概念本身。然而,对于打算公正检验他们所构想之事物的人来说,根本无需这样的划分;因为理念并不是按一种方面被命名、而形式数按另一种方面被命名的,相反,如果“万物皆似数”这一说法是健全的,那么十分清楚的是,正是按照范式性的独特性,数也被如此称呼,而最首要的正是形式数。如果有人还希望从名称的力量本身来洞察这一点,那么所有人都能明显看出:理念获得这一名称,是因为它使分有它的事物同化于自身,并将形式、秩序、美与统一分享给它们,因为它始终保全着相同的形式,将其自身的能力延伸到尽可能多的事物上,并永恒地把相同的形式带给分有者;而数获得这一称呼,是因为它将和谐与友爱引向万物。因为古人把调和称为“使之适合(arsai)”(“并把门柱适配装入”),把不协调的称为“不适合的(anarsion)”,并把友爱称为“数”(“但他们也在彼此之间设立了数”)。由所有这些可见,数正是因其度量万物、调和万物并使之相友爱而得名,而我们断言这正是形式原因所固有的。不过,这些姑且算作从外部额外采纳的内容;我们仅作此预先说明——即他预先划分了考察课题,以便为自己准备更多指责的借口——接下来就让我们跟随他随后关于理念所写的内容。

语法注2 条
  1. 3.17κρεῖττον ὂν σωθῆναι μυρίων ὀμμάτων

    此处化用了柏拉图《理想国》527d–e的原话。中性分词κρεῖττον ὄν与前文的中性名词ὄργανόν τι(灵魂的器皿)构成同位语,被动态不定词σωθῆναι充当比较级κρεῖττον的补足语,意为“(器皿)被拯救胜过万千双肉眼”。μυρίων ὀμμάτων则是比较属格。

  2. 3.18μέλλοντι τὰ ὑπ’ ἐκείνων νοηθέντα δικαίως βασανίζειν οὐδὲν ἔδει τῆς τοιαύτης διαιρέσεως

    无人称动词ἔδει接表示匮乏或需要的属格(τῆς τοιαύτης διαιρέσεως),并带表示涉及对象的与格(μέλλοντι...),而非带宾格不定词结构(“对于打算……的人来说,根本无需这样的划分”)。分词μέλλοντι的逻辑主语亦是不定词βασανίζειν的施动者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:102.35-104.5